14. Ἐπεὶ δὲ καὶ περὶ τοῦ διηθεῖσθαι τὸ πνεῦμα
15. εἰς τὴν μεταξὺ τοῦ θώρακός τε καὶ πνεύμονος χώραν
16. ἐζήτηται τοῖς ἀνατομικοῖς, καὶ τὰς εἰς τοῦτο χρησίμους
17. ἀνατομὰς ἤδη καιρὸς εἰπεῖν. ἡ μὲν δὴ τῆς ἐκκοπτομένης
18. πλευρᾶς ἐξαίρεσις ἀρχαία τίς ἐστιν, ἀμυδρὰν ἔχουσα τὴν
1. διάγνωσιν, ὡς ἐνίους μὲν ὁρᾷν λέγειν ἐζευγμένον
2. τῷ θώρακι τὸν πνεύμονα, τινὰς δ’ ἀφεστῶτα· καὶ γίγνεται
3. τοῦτο διὰ τὸ πάχος τῶν ὑπὸ ταῖς ἐκκοπτομέναις πλευραῖς
4. ὑμένων. ἀλλ’ ἡμεῖς γε ταύτην τὴν θέαν ἐναργεστέραν
5. ἐποιήσαμεν, οὐκ ἐπὶ τῇ τῆς πλευρᾶς ἐξαιρέσει μόνον παυόμενοι,
6. συνεξαίροντες δ’ αὐτῇ τὸν ἕτερον τῶν ὑμένων, ὃς,
7. πρὶν ἐκείνην ἐκκοπῆναι, περιόστιος ἦν· ἀρθέντος γὰρ τοῦδε,
8. μόνος ἁπλοῦς ὁ ὑπεζωκὼς καταλείπεται, σαφῆ τὴν δι’
9. ἑαυτοῦ θέαν ἐργαζόμενος, ὡς ὁμολογεῖν ἅπαντας ἐναργῶς
10. ὁρᾷν ἐζευγμένον τῷ θώρακι τὸν πνεύμονα. σαφεστέρα δὲ
11. ἔτι τοῦδε γίγνεται θέα κατὰ τὸ διάφραγμα γυμνωθὲν,
12. ἀποδερομένης τῆς κορυφῆς τοῦ περιτοναίου. χρὴ δὲ ποιεῖσθαι
13. τὴν ἐγχείρησιν οὕτως. ὑπτίου τοῦ ζῴου κειμένου,
14. τμητέον ἐστὶ παρὰ τὰ πέρατα τῶν νόθων πλευρῶν ἅπαντας
15. τοὺς καθ’ ὑπογάστριον μῦς, ἄτμητον φυλάττοντας τὸ
16. περιτόναιον. εἴρηται δὲ ἐν τοῖς πρόσθεν, ὅτι τῆς τετάρτης
17. τῶν ἐνταῦθα μυῶν συζυγίας αἱ ἀπονευρώσεις ἥνωνται
1. τῷ περιτοναίῳ. παυσαμένης οὖν σοι τῆς τομῆς ἐπ’ ἐκείναις
2. ἀτμήτοις, ἑξῆς ὑποδερέσθω τὸ περιτόναιον ἀπὸ τῶν φρενῶν,
3. μηκέτ’ ἐνταῦθα συνεπεκτεινομένων αὐτῷ τῶν ἀπονευρώσεων.
4. εὐκόλως δὲ γίνεται τοῦτο διὰ τῶν χειρῶν ἀνυόμενον
5. ἄνευ σμίλης, καὶ πολύ γε μᾶλλον ζῶντος τοῦ ζώου
6. τὸ ἔργον ἢ τεθνεῶτος ἀνύεται. ψυχόμενα γὰρ ἐπὶ τῷ
7. θανάτῳ τὰ κατὰ δάρσιν ἀλλήλων χωρίζεσθαι δυνάμενα
8. σώματα δυσχωριστότερα γίγνεται. τηνικαῦτα, ὅταν ἀποδείρῃς
9. τὸ περιτόναιον ἀπὸ τοῦ νευρώδους τῶν φρενῶν, τὴν
10. μὲν γαστέρα κατασπάσεις, ὅσα δ’ ἑκατέρωθεν αὐτῆς ἐστιν,
11. ἀπάξεις εἰς τὰ πλάγια πρὸς τὰ σαρκώδη τοῦ διαφράγματος.
12. εἰ δὲ ἐπὶ τούτοις τὰ μὲν κατὰ τὸν ξιφοειδῆ χόνδρον
13. ἀνατείναις ἄνω, τὰ δὲ πρὸς τὰς ἐσχάτας πλευρὰς εἰς τὸ
14. πλάτος τείναις, εἰ δὲ καὶ δεήσειε, κατὰ τὰς λαγόνας ἑκατέρας
15. ἐγκαρσίας ποιησάμενος τομὰς τῶν καθ’ ὑπογάστριον
16. μυῶν, εὐκατάσκεπτον ἐργάσῃ τὸ νευρῶδες τοῦ διαφράγματος,
17. ὡς ἐναργῶς ἅπαντας ὁμολογεῖν, προστετυπῶσθαι τὸν
18. πνεύμονα κατὰ τοῦτο τῷ θώρακι, μηδέποτ’ ἀφιστάμενον,
1. ἀλλ’ ἀεὶ προσκείμενον ἐν ἀμφοτέροις τῆς ἀναπνοῆς τοῖς μέρεσιν,
2. εἴτ’ εἰσπνέοι τὸ ζῶον, εἴτ’ ἐκπνέοι. ταῦτα μὲν
3. οὖν τὰ φαινόμενα τὴν Ἐρασιστάτου κρατύνει δόξαν, οἰομένου
4. μηδὲν ἐκρεῖν τοῦ πνεύμονος πνεῦμα· μάχεται δὲ
5. τῷ μέλλοντι εἰρήσεσθαι. γεγυμνωμένου γὰρ οὕτω τοῦ διαφράγματος,
6. ἐὰν ἀποκτείνῃς τὸ ζῶον εὐθέως, ὁ πνεύμων
7. ἀφιστάμενος φαίνεται τῶν φρενῶν. ὄντων δὲ πολλῶν τρόπων
8. θανάτου τοῖς ζώοις, ὅπως ἂν ἀποκτείνῃς αὐτὸ, τὸν
9. πνεύμονα θεάσῃ πλεῖστον ἀποκεχωρηκότα τῶν φρενῶν.
10. ἡμεῖς οὖν, ἐνίοτε μὲν ἐν ὕδατι πνίξαντες, ἐνίοτε δὲ δι’
11. ἀγχόνης, ἢ τομῆς κατὰ τοὺς πρώτους σπονδύλους τοῦ
12. νωτιαίου γενομένης, ἔστι δ’ ὅτε ἀρτηρίας μεγάλας ἢ
13. φλέβας διατεμόντες, ἐθεασάμεθα τὸν πνεύμονα κατὰ
14. βραχὺ τοῦ διαφράγματος ἀφιστάμενον, ἀποθνήσκοντος τοῦ
15. ζώου. ταὐτὸν δὲ τοῦτο φαίνεται καὶ κατὰ τὴν ἐκκοπτομένην
16. πλευρὰν, καὶ μᾶλλόν γε ἐναργῶς τῷ προτεθεαμένῳ,
17. ζῶντος ἔτι τοῦ ζώου, πλησιάζοντα τῷ θώρακι τὸν πνεύμονα,
1. μετὰ δὲ τὸν θάνατον ἐπιπλεῖστον ἀφεστηκότα, φαίνεται
2. σαφῶς ἐνδεικνύμενος, εἰς τὴν μεταξὺ χώραν ἑαυτοῦ
3. καὶ τοῦ θώρακος ἐκκενοῦσθαι τὸ περιεχόμενον ἐν αὐτῷ
4. πνεῦμα. καὶ μὴν καὶ ζῶντος ἔτι τοῦ ζώου, κατὰ τὰ πέρατα
5. τῶν λοβῶν ὁρᾶταί τις χώρα κενὴ μεταξὺ τῶν ὀργάνων
6. ἀμφοτέρων, καὶ μάλισθ’ ὅταν ἀναπνέῃ μεῖζον· ὡς
7. ἔν γε ταῖς μικραῖς ἀναπνοαῖς ἐπ’ ἐνίων μὲν οὐδὲν ὅλως
8. αἰσθητὸν, ἐπ’ ἐνίων δὲ βραχὺ παντελῶς φαίνεται, προεκκεκομμένου
9. δηλονότι τοῦ τῆς πλευρᾶς ὀστοῦ. μεῖζον
10. δ’ εἰ βούλοιο φαίνεσθαι τὸ κενὸν, ἀνάγκαζε τρέχειν τὸ
11. ζῶον πρὸ τῆς ἀνατομῆς, ὥστε ἀσθμαίνοντι τὴν πλευρὰν
12. ἐκκόπτεσθαι· συναύξεται γὰρ ἀεὶ τῷ μεγέθει τῆς
13. ἀναπνοῆς τὸ μέγεθος τῆς κενῆς χώρας. ἔτι δ’ ἂν μεῖζον
14. φανείη μετὰ τὸ δραμεῖν συντόνως τὸ ζῶον, εἰ παραλύσεις
15. αὐτοῦ τὸ διάφραγμα τῇ τῶν ἰδίων νεύρων τομῇ· τηνικαῦτα
16. γὰρ ἀναγκάζεται τοῖς μεσοπλευρίοις μυσὶν ἀναπνεῖν,
17. ἐναργῶς τε φαίνεται κατὰ μείζονος διαστήματος ὁ θώραξ
18. κινούμενος. ἔστι δὲ καὶ ἄλλη τις ἐγχείρησις ἐπιδεικνύναι
1. δοκοῦσα, διηθεῖσθαί τι πνεύματος ἐκ τοῦ πνεύμονος
2. εἰς τὸν θώρακα. χρὴ δὲ προπαρασκευάσασθαι κύστιν
3. ἔχουσαν στόμιον σύμμετρον, εἶτα τοῦ κατὰ τὰς
4. πλευρὰς δέρματος ἐκτμηθέντος κυκλοτερῶς, ὡς εἶναι τοῦ
5. χείλους τῆς τομῆς τὸν κύκλον ἴσον τῷ στομίῳ τῆς κύστεως,
6. πρῶτον μὲν ἐκκόψαι πλευρᾶς ὀστοῦν, ὡς εἴρηται,
7. μετὰ δὲ ταῦτα συῤῥάπτειν τὴν κύστιν τῷ χείλει τοῦ ἕλκους,
8. ὑποβάλλοντα κυκλοτερῶς αὐτὸ τὸ τῆς κύστεως στόμιον,
9. ἵν’ ἔξωθεν ᾖ τὸ δέρμα, κἄπειτα ἐμπλάσαι τὰς κατ’
10. αὐτὸ γεγενημένας ὑπὸ τῆς βελόνης ὀπὰς, ὧν διεξεβλήθη
11. τὸ λίνον, ἐμπλαστικῷ τινι φαρμάκῳ, ὁποῖον τὸ πάρυγρον
12. καλούμενόν ἐστιν, ἤ τις τῶν ὑγρῶν κηρωτῶν. μάλιστα
13. μὲν οὖν οὐδὲ γίγνεταί τι μεταξὺ τοῦ τε λίνου καὶ τοῦ
14. δέρματος αἰσθητὸν διάστημα. τό γ’ οὖν ἐκφεῦγον τὴν
15. αἴσθησιν ἀσφαλέστερον ἐμπλάττειν τῇ κηρωτῇ πρὸς τὸ
16. μήτ’ ἐκ τοῦ περιέχοντος ἀέρος ἔσω διαδύεσθαί τι πνεῦμα,
17. μήτ’ ἐκ τῶν ἔνδον ἔξω. κᾄπειτα, τρήσαντα κατὰ τὸν
18. πυθμένα τὴν κύστιν, ἐμβάλλειν ἔσω διὰ τοῦ τρήματος
1. σμίλην, ἔχουσαν λαβίδα στρογγύλην, ὡς, περιβληθέντος
2. ἔξωθεν τοῦ λίνου τῇ κύστει, σφιγχθῆναι περὶ τῇ λαβῇ
3. τῆς σμίλης τὸν χιτῶνα τῆς κύστεως, ἕνεκα τοῦ μηδὲν
4. αὐτῆς μεταξὺ μήτ’ ἐκ τοῦ περιέχοντος εἰς τὴν κύστιν
5. παρηθεῖσθαι, μήτ’ ἐξ ἐκείνης ἔξω φέρεσθαι. διότι, ὡς
6. ἔφαμεν, τῇ κηρωτῇ χρῆσθαι, μετὰ δὲ ταῦτα τῇ σμίλῃ
7. τέμνειν τὸν ὑπεζωκότα, καὶ θεωρεῖν, ὅπως ἐκκρίνεταί τι
8. πνεῦμα διὰ τῆς τομῆς ἐκ τοῦ θώρακος εἰς τὴν κύστιν
9. ἐν τῷ χρόνῳ τῆς ἐκπνοῆς. τοῦτο δ’ αὐτὸ πάλιν ὄψει
10. κατὰ τὸν τῆς εἰσπνοῆς χρόνον, ἡνίκα ὁ θώραξ διαστέλλεται
11. διὰ τῆς τομῆς, ἔσω τοῦ θώρακος ἑλκόμενον, εἶτ’
12. αὖθις ἐκπνέοντος εἰς τὴν κύστιν ἀφικνούμενον, εἶτ’ ἐξ
13. ἐκείνης αὖθις εἰς τὸν θώρακα. καὶ πλεῖον γιγνόμενον
14. ὄψει καθ’ ἑκάστην πνοὴν τὸ πνεῦμα, καὶ τελέως ὑπ’ αὐτοῦ
15. πληρουμένην τὴν κύστιν. ἀλλὰ καὶ πρὸς τοῦτο τὸ
16. φαινόμενον ἔνεστι διχῶς ἀντειπεῖν, ἤτοι παρηθεῖσθαί τι
17. λέγοντα παρὰ τὸ λίνον ἀέρος, ἔξωθεν μὲν ἔσω πλείονος
1. ἐν ταῖς εἰσπνοαῖς, ἐλάττονος δὲ ἔσωθεν ἔξω κατὰ τὰς
2. ἐκπνοὰς, ἢ καὶ τὸν περικείμενον ὑμένα τῷ πνεύμονι συνδιαιρεῖσθαι
3. τῷ ὑπεζωκότι. τοῦτο μὲν οὖν οὕτως ἐνίοτε
4. συμβαίνει. χαλεπὸν γὰρ, ἐζευγμένου τοῦ πνεύμονος ἀεὶ
5. τῷ θώρακι, τὸ μὲν ἕτερον ὄργανον διατρῆσαι, τὸ δ’
6. ἕτερον αὐτῶν ἄτρητον φυλάξαι. καὶ φωράσεις αὐτὸ μετὰ
7. τὸν θάνατον τοῦ ζώου γυμνώσας τὸν πνεύμονα. περὶ δὲ
8. τοῦ παρηθεῖσθαί τι μεταξὺ τοῦ λίνου τε καὶ τοῦ δέρματος
9. εἰς τὴν κύστιν ἐκ τοῦ περιέχοντος ἀέρος, ἐριστικὴν
10. μὲν ἔχει τὴν ἀμφισβήτησιν, ἐλέγχου δὲ δεῖται μακροτέρου.
11. περιττὸν δὲ χρῆσθαι τοιούτοις, ἐξ ἑτέρων ἐναργῶς
12. φαινομένων ἀποδεικνυμένου τοῦ πράγματος. οὐκ οὖν
13. χρηστέον ὅλως εἰς ἀπόδειξιν τοῦ προκειμένου σκέμματος
14. ἐγχειρήσεως τρόπῳ τοιούτῳ, τοῦ μικρὸν ἔμπροσθεν εἰρημένου
15. σαφῶς ἐνδεικνυμένου, διηθεῖσθαί τι τοῦ πνεύμονος πνεῦμα.
16. πάντως γὰρ τῶν ὁπωσοῦν τεθνεώτων ζώων, ἐάν θ’, ὡς
17. εἴρηται, πλευρὰν ἐκκόψῃς, ἐάν τε τὸ διάφραγμα γυμνώσῃς,
1. ἀφεστὼς ὁ πνεύμων ὁρᾶται τοῦ θώρακος, οὐ δυναμένου
2. τούτου γενέσθαι χωρὶς τοῦ διηθεῖσθαί τι πνεύματος ἐκ
3. τοῦ πνεύμονος εἰς τὴν τοῦ θώρακος εὐρυχωρίαν.
⟨
(De anat. administr.) [n° 011 Fichtner] [GalLat]
De anatomicis administrationibus
Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).
De anatomicis administrationibus, 8.10, ed. Kühn, 1821, vol. 2, p. 698-706. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:8.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩