Galenus. De anatomicis administrationibus (De anat. administr.) [n° 011 Fichtner] [GalLat]

Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).

De anatomicis administrationibus, 8.6, ed. Kühn, 1821, vol. 2, p. 681-684. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:8.6

3. Κατὰ μέν γε τὴν τῶν μεσοπλευρίων
4. μυῶν ἀνατομὴν ἄρχεσθαι μὲν χρὴ γυμνοῦν, ὡς ἔφην, παρ’
5. αὐτὴν τὴν κάτωθεν ἴτυν ἑκάστης πλευρᾶς ὀστοῦν, φανέντος
6. δὲ τοῦ νεύρου, συνεπισκοπεῖσθαί πως αὐτῷ τήν τε φλέβα
7. καὶ τὴν ἀρτηρίαν, ἐπιπολῆς μὲν μᾶλλον, ἢ τὰ νεῦρα,
8. ταπεινοτέρας δ’ ἀτρέμα κειμένας. ἐὰν οὖν ἐκ τῶν ὑψηλοτέρων
9. μερῶν παρ’ αὐτὴν τῆς πλευρᾶς τὴν ἴτυν ὑποβάλῃς
10. τὸ μικρὸν ἄγκιστρον, ὅσον οἷόν τέ σοι πειρωμένῳ, ἐκλαμβάνειν
11. τὸ νεῦρον ἄνευ τῶν παρακειμένων ἀγγείων, καὶ μάλιστα
12. τῆς ἀρτηρίας, ἐπειδὴ σφοδρότερον αἱμοῤῥαγοῦσα κατακρύπτει
13. τὸ νεῦρον. εἴ γε μήν ποτε τρώσῃς αὐτὴν, αὐτίκα
14. λαβὼν σμίλην ἐγκαρσίαν ὅλην διάτεμνε, (κοινὴ δ’ ἐστὶν
15. αὕτη πάντων τῶν αἱμοῤῥαγούντων ἀγγείων ἐπίσχεσις,) ἐπειδὴ
16. ἀνασπᾶσθαι πέφυκεν ἑκάτερον τῶν αὐτῆς μερῶν ἐπὶ τὸ
17. συνεχὲς αὐτοῦ τι μέρος. ὅπερ ἐὰν τύχῃ καλυπτόμενον ὑπὸ
18. δαψιλοῦς σαρκὸς, ἐκείνην αὐτὴν ἐπίθημα ἴσχει· γυμνοῦ
1. δ’ ὄντος αὐτοῦ μικρὸν ἐκ τῆς τομῆς ὄφελος. ἀλλ’ οὐ γυμνά
2. γε σαρκός ἐστι τὰ καθ’ ἕκαστον τῶν μεσοπλευρίων ἀγγεῖα·
3. διὸ καὶ τμηθέντα, καθ’ ὃν εἴρηκα τρόπον, αὐτίκα παύεται.
4. τοῦτ’ οὖν ὑπελείπετο τοῖς προειρημένοις οἰκεῖον, ἥ
5. τε τοῦ νωτιαίου τομή. ποιοῦμαι δὲ καὶ αὐτὴν, ὡς ἴστε,
6. κατὰ μὲν τὰ μείζονα ζῶα προεκκόπτων τοὺς σπονδύλους,
7. ἐπὶ δὲ τῶν μικρῶν, οἷοί περ οἱ γεννώμενοι πρὸ μιᾶς ἢ
8. δυοῖν ἢ πάντως γε ὀλίγων ἡμερῶν εἰσι χοῖροι, διά τινος
9. ὑπ’ ἐμοῦ κατεσκευασμένου παραπλησίως τῷ καλουμένῳ σκολοπομαχαιρίῳ.
10. ἐκ σιδήρου δὲ ἔστω τοῦτο τοῦ καλλίστου,
11. οἷόν περ τὸ Νωρικόν ἐστιν, ἵνα μήτ’ ἀμβλύνηται ταχέως,
12. μήτ’ ἀνακάμπτηται ἢ θραύηται, καὶ μέντοι καὶ παχύτερον
13. τῶν σκολοπομαχαιρίων, ἵν’ ἐρείδοντί σοι κατὰ τὰς συμβολὰς
14. τῶν σπονδύλων ἀνύηται τὸ ἔργον ἑτοίμως. ἐνίοτε
15. μὲν οὖν, ὡς ἴστε, μετὰ τὸ διελθεῖν τῇ σμίλῃ τὸ δέρμα
16. καὶ τὰ μετ’ αὐτὸ σώματα μέχρι τῆς τῶν σπονδύλων συμβολῆς
17. καθίημι τὸ πρόμηκες μαχαίριον, οὕτω γὰρ αὐτὸ
18. καλῶ, δύο πλευρὰς ὀξείας ἔχον ἐπὶ τοῦ πέρατος εἰς μίαν
1. κορυφὴν ἀνηκούσας. ἐνίοτε δὲ καὶ προεκκόπτω τὰς
2. ὀπισθίας ἀποφύσεις, ἢ καὶ τῶν σπονδύλων αὐτῶν ὅλην τὴν
3. ὀπίσω κυρτότητα. καὶ μέν γε καὶ τῶν ῥαχιτῶν μυῶν ἀφαιρῶ
4. πολλάκις ὅσον ἐν τῷ μεταξὺ τῆς ἀκάνθης ἐστὶ, κατὰ
5. τούτων γε πλαγίων ἀποφύσεων πέρατα, ἵνα ἀκριβῶς ὀφθῶσιν
6. αἱ τῶν σπονδύλων συμβολαί. μάλιστα δὲ προσέχειν
7. ἀξιῶ τὸν νοῦν ταῖς τὴν ἄκανθαν ἐργαζομέναις ἀποφύσεσιν,
8. ὅπως εἰσὶν ἀνάντεις ἀτρέμα, χάριν τοῦ τὴν πρώτην εὐθέως
9. ἐπιβολὴν τῆς σμίλης ἄνωθεν κάτω ποιεῖσθαι λοξοτέραν, ὡς
10. τὴν δευτέραν ἐγκαρσίαν ἀκριβῶς. αὐτὸν μέντοι τὸν νωτιαῖον
11. ἐγκάρσιον ὅλον τέμνε, μηδὲν ἄτμητον αὐτοῦ καταλιπὼν,
12. πλὴν εἴ ποτε θέλοις ἐπίτηδες ἐξ ἡμίσεως αὐτὸν παραλῦσαι.
13. καὶ γὰρ τοῦτο αὐτὸ χρησιμώτατόν ἐστιν εἰς τὴν τῆς
14. ὅλης οὐσίας τε καὶ φύσεως αὐτῆς γνῶσιν, ὑπὲρ ἧς εἰρήσεται
15. κατὰ τὸ ιδ΄ ὑπόμνημα τῆσδε τῆς πραγματείας. εἰς
16. δὲ τὴν τῶν προκειμένων εὕρεσιν ἀρκεῖ γινώσκειν σε τάδε.
17. κατὰ μὲν τὸ μῆκος ἄνωθεν κάτω μέσος εὐθείᾳ διαιρέσει
1. τεμνόμενος ὁ νωτιαῖος οὐδέτερον τῶν ἐν τοῖς μεσοπλευρίοις
2. παραλύει νεύρων, οὔτε τὰ κατὰ τὸ δεξιὸν μέρος, οὔτε τὰ
3. κατὰ θάτερον, ὥσπερ οὐδὲ τὰ κατ’ ὀσφὺν ἢ σκέλη· δι’
4. ἐγκαρσίας δὲ, ἐπειδὰν διαιρεθῇ μόνον αὐτὸ τὸ ἥμισυ μέρος,
5. εἴτ’ οὖν ἀριστερὸν, εἴτε δεξιὸν, ἅπαντα ἑξῆς
6. παραλύεται τὰ κατ’ εὐθὺ τοῦ τμηθέντος μέρους νεῦρα.
7. βουλομένῳ μὲν οὖν σοι τὸ ζῶον ἡμίφωνον ἐργάσασθαι τμητέον
8. οὕτως ἐστίν· ἄφωνον δ’ εἴπερ ἐθέλοις αὐτὸ γενέσθαι
9. παραχρῆμα, διαιρετέον ὅλον τὸν νωτιαῖον ἐγκάρσιον.

Cliquer un n° de page pour en afficher l’image