10. Εἶπον δ’, ὅτι καὶ τῶν πλευρῶν ἐκκοπτομένων
11. εἰς ἐκφύσησίν τε καὶ φωνὴν βλάπτεται τὸ ζῶον ὡσαύτως
12. τοῖς τε μυσὶ καὶ τοῖς νεύροις τμηθεῖσιν. ὅπως δὲ ἐκκόπτειν
13. χρὴ τὰς πλευρὰς, ἤδη λεγέσθω. προσέχειν δ’ ἀξιῶ
14. σε τὸν νοῦν, ἡνίκα κεκράγῃ τὸ ζῶον, τῇ θέσει τῶν πλευρῶν.
15. προστελλομένων γὰρ ἐν τούτῳ τῷ χρόνῳ σφοδρῶς τῶν
16. μεσοπλευρίων μυῶν, ἐμφανεῖς αἱ τῶν πλευρῶν γίνονται κυρτότητες,
17. ἔτι δὲ μᾶλλον, ἐὰν ἰσχνὸν ᾖ τὸ ζῶον, ἐφ’ οὗ καὶ
18. βούλομαί σε ποιεῖσθαι τὰς τοιαύτας ἀνατομάς. ὅταν οὖν
1. ἀκριβῶς ἴδῃς τὴν θέσιν ἧς ἐγχειρήσεις ἐκκόψαι πλευρᾶς,
2. τέμνε κατ’ αὐτῆς, ἐν ᾧ φωνεῖ χρόνῳ τὸ ζῶον, ἅμα τῷ δέρματι
3. πᾶν ὅσον ὑποπίπτει σαρκῶδες αὐτῷ τῷ τῆς πλευρᾶς
4. σώματι, χρώμενος ἐπικόπῳ, καλέσαι γὰρ οὕτως οὐδὲν χεῖρόν
5. ἐστιν ὁμοίως τοῖς ἀνατομικοῖς τε καὶ χειρουργοῖς, τὸ στήριγμα
6. τῶν ὑποβεβλημένων τῇ τομῇ τῶν σωμάτων. εἰ δὲ μὴ
7. τμηθείη πᾶν ὅσον χρὴ κατὰ τὴν πρώτην ἐπιβολὴν, ἀλλὰ
8. τῇ γε δευτέρᾳ ἢ πάντως τῇ τρίτῃ τμηθήσεται. καὶ γὰρ
9. ἀσφαλέστερόν ἐστὶ σοι τήν γε πρώτην εὐλαβέστερον τέμνειν·
10. ἐνίοτε γὰρ συνέβη τοῖς ἀτρίπτοις περὶ τὰ τοιαῦτα, καθ’
11. ὅλου τοῦ μήκους τοῦ τῆς πλευρᾶς τὴν τομὴν φέρουσιν,
12. ἀπὸ τοῦ κυρτοῦ τῆς σμίλης ὀλισθησάσης παρενεχθείσης τε
13. κάτω πρὸς τὸ μεσοπλεύριον, ἅψασθαί τινος τῶν ἐνταῦθα
14. σωμάτων. εἴρηται δ’, ὅτι τῇ κάτωθεν ἴτυϊ πλευρᾶς ἑκάστης
15. οὐ τὸ νεῦρον μόνον, ἀλλὰ καὶ ἀρτηρία καὶ φλὲψ
16. παρατέταται. γυμνασθεὶς οὖν κατὰ τὴν πρώτην, ὅσον οἷόν
17. τε, πλείστην ἐπὶ τοῦ μήκους τῆς πλευρᾶς τέμνειν ἄχρι τοῦ
18. περιοστίου, τάχιστά τε καὶ κάλλιστα τὸ ἔργον ἀνύσεις.
1. ἠμφίεσται γὰρ ἑκάστη πλευρὰ κατὰ τὸ κυρτὸν καὶ κατὰ
2. κύκλον ὑμένα τοῖς ἄλλοις ἅπασι τοῖς περιοστίοις ὑμέσιν
3. ὁμοιότατον. τοῦτον οὖν αὐτὸν, ἐπειδὰν κατὰ τὸ τῆς πλευρᾶς
4. μῆκος τέμῃς, ἀπόξυε τοῦ ὀστοῦ, χρώμενος ἀμφικύρτῳ
5. μυρσίνῃ. κᾀπειδὰν ᾖ γεγυμνωμένος, ὡς ὑψηλὸν φαίνεσθαι τὸ
6. τῆς πλευρᾶς ὀστοῦν, ὑπόβαλλε μηνιγγοφύλακα λεπτὸν ἢ σπαθομήλην
7. πλατεῖαν ἀμφοῖν μεταξὺ τῶν σωμάτων, τοῦ θ’ ὑμένος
8. τοῦ περιοστίου γυμνωθέντος, αὐτοῦ τε τοῦ τῆς πλευρᾶς ὀστοῦ,
9. προσέχων ἀκριβῶς, μὴ διασπάσῃς ἢ τρήσῃς τὸν ὑπεζωκότα.
10. τούτου σοι καλῶς πραχθέντος, ἐκκοπτέσθω τὸ τῆς πλευρᾶς
11. ὀστοῦν, ἀντιβαλλομένων δυοῖν ἀλλήλοις ἐκκοπέων, ὡς ἔθος.
12. ἐὰν δὲ νεογενὲς ᾖ τὸ ζῶον, ἀρκεῖ καὶ μία διαίρεσις ἐγκαρσία
13. κατὰ τὸ χονδρῶδες τῆς πλευρᾶς γενομένη. προαπεξυσμένου
14. γὰρ ἐπιμελῶς τοῦ περιοστίου, ῥᾷστόν ἐστί σοι λαβομένῳ
15. τοῖς δακτύλοις ἀνακλάσαι κατὰ βραχὺ τῆς διῃρημένης
16. πλευρᾶς τὰ μόρια πρὸς τὸ συνεχὲς ἑκάτερον αὐτοῦ
17. πέρας, ὀπίσω μὲν τῷ σπονδύλῳ διηρθρωμένον, εἰς δὲ τὸ
1. πρόσω τῷ στέρνῳ συνηρθρωμένον. οὐ μὲν οὖν ἔκκοπτε
2. τὰ κατὰ τῶν ὠμοπλατῶν ὀστᾶ τοῦ θώρακος· ὅσα δὲ ὑπὸ
3. ταῖς ὠμοπλάταις ἐστὶν, ἐκείνων δεῖται προσαφαιρουμένων.
4. ὅθεν, ὥσπερ αἱ τομαὶ τῶν μεσοπλευρίων μυῶν τῶν
5. ὑψηλῶν, ὡς ἔμπροσθεν ἔλεγον, οὕτως καὶ αἱ τῶν πλευρῶν
6. ἐκκοπαὶ χαλεπώταται τυγχάνουσι κατὰ τὸ χωρίον τοῦτο· καὶ
7. διὰ τοῦτο ἡ διὰ τῆς τῶν νεύρων κακώσεως ἐγχείρησις ἀμείνων
8. ἐστίν. εἴς γε μὴν τὸ πεισθῆναι τήν τ’ ἐκφύσησιν
9. καὶ τὴν φωνὴν βλαπτομένας ὑπὸ τῆς τῶν μεσοπλευρίων
10. μυῶν παραλύσεως ἱκανὸν καὶ τὸ τοὺς ὑποκάτω τῶν ὠμοπλατῶν
11. κακῶσαι μόνους, ἐνίοτε μὲν, ὡς ἔμπροσθεν ἐῤῥέθη,
12. τέμνοντα τὰς ἶνας αὐτῶν, ἐνίοτε δ’ ἐκκόπτοντα τῶν ὀστῶν
13. τι. τοσοῦτον γὰρ ἀπόλλυσθαι φαίνεται μέρος ὅλης τῆς
14. κατὰ φύσιν ἐκφυσήσεώς τε καὶ φωνῆς, ὅσον καὶ τῶν μεσοπλευρίων
15. μυῶν μέρος εἰσὶν οἱ παραλυθέντες. καὶ συμβαίνει
16. γε τοῦθ’ ὁμοίως αὐτοῖς ἐπὶ πάσαις ταῖς παραλυούσαις ἐγχειρήσεσι,
17. τέσσαρσιν οὔσαις, ὡς ἐῤῥήθη, μιᾶς μὲν τῆς διὰ
18. τῶν ἐκκοπτομένων πλευρῶν, ἑτέρας δὲ τῆς τοῦ νωτιαίου
19. τομῆς, καὶ τρίτης τῶν νεύρων, καὶ τετάρτης τῶν ἰνῶν.
1. ἐὰν μὲν οὖν κατὰ τὸ ἕτερον μέρος, ἤτοι τὸ δεξιὸν ἢ τὸ
2. εὐώνυμον, εἰς παράλυσιν ἀχθῶσι μύες, ἥμισυ μέρος ἐκφυσήσεώς
3. τε καὶ φωνῆς ἀπόλλυται· ἐὰν δ’ ὁποτέρου τὸ ἥμισυ,
4. τηνικαῦτα τὸ τέταρτον ἀμφοτέρων τῶν ἐνεργειῶν διαφθαρήσεται.
5. κατὰ γὰρ τὸν ἀριθμὸν ἀεὶ τῶν παραλυομένων
6. μυῶν ἡ βλάβη γίνεται τῇ φωνῇ, προσλογιζομένων ἡμῶν
7. δηλονότι τὸ μέγεθος τῶν μυῶν. ἐὰν μὲν γὰρ μόνους παραλύσῃς
8. ἑκατέρωθεν ἤτοι τοὺς μεγίστους, ἢ τοὺς σμικροτάτους,
9. ἄνισον ἐργάσῃ τὴν βλάβην ἐκφυσήσεώς τε καὶ φωνῆς,
10. κᾂν τὸν ἴσον ἀριθμὸν αὐτῶν κακώσῃς· οἱ μὲν γὰρ μείζους
11. κατὰ τὴν βλάβην τῶν ἐλαττόνων διαφέρουσιν. εἴρηται δὲ
12. καὶ ὅτι τελεώτερον ἀπόλλυται φωνὴ καὶ ἐκφύσησις ἐπὶ
13. ταῖς τοῦ νωτιαίου τομαῖς. εἰ δὲ τὰς ἶνας τέμῃς τῶν
14. μεσοπλευρίων μυῶν ἢ τὰ τῶν πλευρῶν ἐκκόψῃς ὀστᾶ,
15. καταλείπονταί τινες τῶν συστελλόντων τὸν θώρακα μυῶν,
16. οἴ τ’ ἐπιβεβλημένοι τοῖς πέρασι τῶν πλευρῶν καὶ πάντων
17. τῶν καθ’ ὑπογάστριον ἡ πρώτη καὶ τρίτη συζυγία.
1. βραχείας δ’ οὔσης τῆς παρὰ τούτων συστολῆς τῷ θώρακι,
2. βραχεῖα καὶ ἡ ἐκφύσησις γίνεται· ταύτῃ δ’ ἀνάλογον καὶ ἡ
3. φωνή. διὸ κατὰ τὰς εἰρημένας ἐγχειρήσεις τὸ ζῶον ἐνίοτε
4. καθάπερ οἱ τονθορύζοντες φθέγγεται μικρόν τι πάνυ καὶ
5. ἀσαφές. τῇ μέντοι τῶν νεύρων τομῇ σχεδὸν ἴσον ἕπεται
6. τὸ βλάβος, ἢ μικρόν τι μεῖον, ὅσον εἵπετο τῇ τοῦ νωτιαίου
7. διατομῇ παρὰ τῶν μεσοπλευρίων νεύρων τοὺς εἰρημένους
8. μῦς ἀποβλαστήματα λαμβάνειν. καὶ γὰρ εἰ τὰ μεθ’
9. ὑποχόνδριον μέρη τῆς πρώτης καὶ τρίτης συζυγίας τῶν
10. μυῶν ἑτέρωθεν ἔχει τὰ νεῦρα, τὸ γοῦν πρὸς τῷ θώρακι
11. μέρος αὐτῶν ἀναγκαῖόν ἐστιν ἀπολλύναι τὴν ἐνέργειαν, ὥστε
12. λοιπῷ τῷ κάτω συγκινούμενον αὐτὸ μηδεμίαν αἰσθητὴν
13. μήτε ἐκφυσήσεως μήτε φωνῆς ἐργάζεσθαι βλάβην.
14. ὅτι δὲ κατὰ τὰ συμβεβηκότα ἐπὶ τῶν τοιούτων ἀπόλλυται
15. ἡ φωνὴ, πρώτως δ’ ἡ ἐκφύσησις, ἐν τοῖς περὶ φωνῆς εἴρηται
16. λόγοις. ἀλλ’ ἐπεὶ πάλιν ἡ ἐκφύσησις ἐκπνοή τίς ἐστιν
17. ἀθρόα καὶ σφοδρὰ, διὰ τοῦτο καὶ νῦν ἀναγκαῖον ἐγένετο
18. μνημονεύσαι τῶν τοιούτων ἐγχειρήσεων ἐν τῷ τῶν ἀναπνευστικῶν
1. ὀργάνων λόγῳ· λεχθήσεται δὲ καὶ πάλιν ὑπὲρ
2. αὐτῶν ἐν τῇ τῶν φωνητικῶν ἀνατομῇ.
⟨
(De anat. administr.) [n° 011 Fichtner] [GalLat]
De anatomicis administrationibus
Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).
De anatomicis administrationibus, 8.7, ed. Kühn, 1821, vol. 2, p. 684-690. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:8.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩