ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΝΑΤΟΜΙΚΩΝ
ΕΓΧΕΙΡΗΣΕΩΝ
ΒΙΒΛΙΟΝ Ι.
1. Ὡς δ’ ἄν τις κάλλιστα θεάσαιτο τὰ διὰ
2. τῆς ἀνατομῆς ἐν ἐγκεφάλῳ τε καὶ νωτιαίῳ φαινόμενα, τεθνεῶτός
3. τε καὶ ζῶντος ἔτι τοῦ ζώου, διὰ τοῦδε τοῦ λόγου
4. δηλωθήσεται. τῆς ἀνατομῆς ἡ μὲν ἐπὶ τεθνεῶτος τοῦ
5. ζώου γιγνομένη τήν τε θέσιν ἑκάστου τῶν μορίων διδάσκει,
6. τόν τ’ ἀριθμὸν, καὶ τῆς οὐσίας τὴν ἰδιότητα, μέγεθός τε
7. καὶ σχῆμα καὶ σύνθεσιν· ἡ δὲ ἐπὶ τῶν ζώντων ἐνίοτε
8. μὲν ἄντικρυς αὐτὴν τὴν ἐνέργειαν, ἐνίοτε δ’ εἰς τὴν ταύτης
1. εὕρεσιν λήμματα. πρόδηλον οὖν, ὡς ἡγεῖσθαι χρὴ τὴν ἐπὶ
2. τεθνεῶτος τοῦ ζώου γιγνομένην ἀνατομὴν τῆς ἐπὶ ζῶντος.
3. οὔσης δ’ αὐτῆς διττῆς, ἐπειδὴ καὶ προσκειμένου τῷ παντὶ
4. σώματι μορίου καὶ ἀφῃρημένου δύναται γίγνεσθαι, προτέραν
5. ἐγχείρησιν ἀνατομῆς ἐγκεφάλου διηγήσομαι τὴν ἐξῃρημένων
6. τῶν ὀστῶν τοῦ κρανίου γιγνομένην, σωζομένης ἐν
7. κύκλῳ τῆς μήνιγγος· ἣν εἴτε παχεῖαν, ὥσπερ ἐγὼ νῦν εἶπον,
8. εἴτε σκληρὰν, εἴτε δερματώδη καλεῖν ἐθέλεις, οὐ
9. διοίσει· καθάπερ γε καὶ τὴν ἑτέραν τὴν ὑπ’ αὐτῇ λεπτὴν
10. καὶ μαλακὴν ὑμενώδη τε προσαγορεύων οὔτ’ ὠφελήσεις
11. τι τὴν ἀνατομικὴν θεωρίαν, οὔτε βλάψεις. ἐν γὰρ τῇ
12. γνώσει τῆς φύσεως τῶν μορίων ἡ ὠφέλεια τοῖς ἀνατέμνουσιν,
13. οὐκ ἐν ταῖς προσηγορίαις. ἕτοιμοι δὲ τοὐπίπαν ἐν
14. ταῖς μεγάλαις πόλεσιν ἐγκέφαλοι βόειοι πιπράσκονται τῶν
15. πλείστων τοῦ κρανίου μερῶν γυμνοί. κᾂν εἰ προσκεῖσθαί
16. σοί ποτε δόξειεν ἐν τοῖς πλαγίοις μέρεσι πλείω τοῦ
17. δέοντος ὀστᾶ, κελεύσεις τῷ πιπράσκοντι μαγείρῳ περιελεῖν
18. αὐτά· μὴ παρόντος δ’ ἐκείνου, πράξεις οὕτως· αὐτὸς, ἐκκοπεῦσι
1. τοῖς ἰσχυροῖς χρώμενος, ἢ τοῖς τῶν τεκτόνων σκεπάρνοις,
2. ἅπερ ὁρᾶτε κᾀμοὶ προπαρεσκευασμένα. πρὸ πάντων
3. δ’ ἐκ σιδήρου σκληροῦ κατεσκευάσθω τὰ τοιαῦτα· τὰ
4. γὰρ ἐξ ἀσθενοῦς ἐπὶ πολλαῖς πληγαῖς ἀνύσει τι σμικρόν.
5. ἡμεῖς δὲ πλήττεσθαι σφοδρῶς πολλάκις οὐ βουλόμεθα τὸ
6. κρανίον· ἁπαλὸν γὰρ ὄντα τὸν ἐγκέφαλον αἱ τοιαῦται πληγαὶ
7. σείουσι σφοδρῶς, διαλύουσί τε καὶ διασπῶσι. χρὴ δὲ
8. οὐδὲν τούτων αὐτὸν πεπονθότα παρεσκευάσθαι πρὸς τὴν
9. θέαν, ἕνεκα τοῦ πάσας μὲν τὰς τῶν νεύρων ἐκφύσεις ἀκριβῶς
10. ὀφθῆναι, πάσας δ’ ἀρτηρίας καὶ φλέβας τὰς κατ’
11. αὐτὸν, ἔτι τε τὸ διάφραγμα τῶν προσθίων κοιλιῶν, καὶ
12. τὰ περὶ τὴν καλουμένην πύελόν τε καὶ χώνην, ὅσα τ’ ἄλλα
13. τοιαῦτα. παρασκευασθέντος οὖν ἐπιτηδείως τοῦ μορίου,
14. θεάσῃ τὴν σκληρὰν μήνιγγα κατὰ τὸ μῆκος αὐτοῦ μέσον
15. ἑαυτῆς πολὺ παχυτέραν φαινομένην, ἐγκαταβαίνουσάν τε
16. μέχρι τινὸς οὕτω, καθ’ ὃ μάλιστα μέρος ἐστὶν ἐν τῷ κρανίῳ
17. τῶν ῥαφῶν ἡ μέση. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὑπὸ τῇ
18. λαμβδοειδεῖ ῥαφῇ τὴν παχεῖαν μήνιγγα θεάσῃ, διπλουμένην
1. τε ἅμα καὶ μέχρι τινὸς ἐγκαταβαίνουσαν τῷ ἐγκεφάλῳ.
2. φανοῦνται δέ σοι καὶ φλέβες ἀνήκουσαι δι’ αὐτοῦ ἑκατέρωθεν
3. μία κατὰ τὰς πλευρὰς τῆς λαμβδοειδοῦς ῥαφῆς.
4. ἔνθα δ’ ἀλλήλαις εἰς ταὐτὸν ἥκουσιν αὗται, σχεδὸν μέν
5. τι τοῦτο τὸ χωρίον ὑψηλότατον φαίνεται τῶν πέριξ· οὐκ
6. ἴσον δ’ ἐπ’ αὐτοῦ τό τε πρόσω καὶ τοὐπίσω τῶν κατὰ τὸν
7. ἐγκέφαλόν ἐστι μορίων, ἀλλὰ τὸ πρόσω παμπόλλῳ μεγέθει.
8. ἐπὶ δὲ τὸ μετεωρότατον τοῦτο καὶ ἡ ἑτέρα διπλόη παραγίνεται
9. τῆς παχείας μήνιγγος, ὥστε φαίνεσθαι τετραπλασίαν
10. τῷ πάχει τῶν ἄλλων ἁπάντων μερῶν ἑαυτῆς, ὅσα γε περιλαμβάνει
11. τὸν ἐγκέφαλον ἐν κύκλῳ. καὶ μέντοι καὶ φλὲψ
12. ἄλλη τρίτη παρὰ τὰς εἰρημένας δύο κατὰ τὸ μῆκος
13. ἐκτέταται πρόσω φερομένη. τί γὰρ ἂν ἄλλο τις ἢ
14. φλέβα καλέσειε τὸ τοιοῦτον ἀγγεῖον, ἐν ᾧ φαίνεται περιεχόμενον
15. αἷμα; ζῶντος μὲν οὖν τοῦ ζώου, γυμνωθέντος οὕτως
16. τοῦ ἐγκεφάλου, καθάπερ ἐπὶ τῶν κάταγμα ἐχόντων
17. εἰώθαμεν κατατιτρᾷν τὸ κρανίον, αἷμα θεάσῃ περιεχόμενον
1. ἐν ταῖς εἰρημέναις κοιλότησι, τεθνεῶτος δὲ, θρόμβον,
2. αὐτὰς δὲ τὰς κοιλότητας οὐ τὸν τῆς φλεβὸς ἐχούσας χιτῶνα,
3. συναναβαίνοντα διὰ τῶν ὀστῶν τῆς κεφαλῆς, ἀλλ’
4. ὅταν πρῶτον αἱ φλέβες ἅψωνται τοῦ κρανίου, διπλουμένην
5. τε κατὰ τοῦτο τὴν παχεῖαν μήνιγγα μετὰ τοῦ συριγγοῦσθαι
6. τὴν ἔνδον χώραν εἰς ἴδιον ἀγγεῖον δεχομένην τὸ αἷμα καὶ
7. φυλάττουσαν, οἷον παρέλαβεν. ὅπως οὖν τοῦτ’ ἀκριβῶς ἴδῃς,
8. ἔστω σοί τι παρεσκευασμένον σῶμα λεπτὸν καὶ πρόμηκες,
9. οἷα τὰ διπύρηνα καλούμενα· τὴν δ’ ὕλην ἐχέτω ξύλον
10. πύξινον, ἤ τι τῶν οὕτω πυκνῶν. καὶ τοῦτο καθιεὶς εἰς τὰς
11. τῆς μήνιγγος κοιλότητας ὠθεῖν τε πρόσω πειρῶ, καθ’
12. ἅπερ ἂν ὑπείκῃ, καὶ τέμνειν ἐπ’ αὐτῷ τὸ σῶμα τῆς μήνιγγος,
13. ἄχρι περ ἂν ἐντύχῃς τῷ ξύλῳ. εἰ δὲ μὴ παρείη τοῦτο,
14. διπύρηνον ἢ σμίλην ἢ σπαθομήλην κατὰ τὸ ἕτερον πέρας,
15. ἐν ᾧ τὸν πυρῆνα κυκλούμενον ἔχουσι, καθιεὶς εἰς τὴν
16. κοιλότητα τῆς μήνιγγος ὠθεῖν τε πρόσω καὶ τέμνειν αὐτὴν
17. κατὰ τὸ πλάγιον, ἑκατέρωθεν ἐπὶ τὸ ἕτερον μέρος ἐκκλίνων
18. τὸ καθιέμενον ὄργανον, ὅπως μήτε τὴν σμίλην
1. θραύσῃς ἐντυχὼν αὐτῇ, καὶ τῆς κοιλότητος ἐπιτύχῃς. ἐν
2. αὐτῷ μὲν οὖν τῷ γυμνοῦσθαι τῶν περικειμένων ὀστῶν τὰς
3. διπλόας τῆς μήνιγγος πολλάκις ἀποῤῥήγνυταί τι καὶ διασπᾶται.
4. καὶ τοῦτ’ ἀρχή σοι γενήσεται τοῦ καθιέναι
5. τι τῶν εἰρημένων ὀργάνων εἰς τὴν κοιλίαν τοῦ αἵματος.
6. εἰ δὲ καὶ μὴ διασπασθείη, τέμνων ὀξείᾳ σμίλῃ τὴν πλευρὰν
7. ἑκατέραν τῆς διπλῆς μήνιγγος ἐν τοῖς κάτω μέρεσιν, ἔνθα
8. πρῶτον ἐμπίπτει τῷ κρανίῳ, κᾄπειτα καὶ ἐκεῖ ἐμβαλὼν διὰ
9. τῆς τομῆς τὴν σμίλην, ἄνω βιάζεσθαι πειρῶ μέχρι τῆς κορυφῆς,
10. ἔνθα συμβάλλουσιν ἀλλήλαις αἱ δύο φλέβες, ἥντινα
11. χώραν Ἡρόφιλος ὀνομάζει ληνόν. ἔστι δ’ αὕτη μὲν,
12. ἣν ἐκεῖνος οὕτως ὀνομάζει, διὰ βάθους μᾶλλον, ἐπιπολῆς
13. δ’ ἑτέρα συμβολὴ φλεβῶν μικρῶν ἐπικειμένων τῇ ληνῷ,
14. κατὰ τὴν παχεῖαν ὡσαύτως μήνιγγα γεγενημένη. δέχεται δ’
15. οὐκέτ’ αὐτὴ σπαθομήλης πυρῆνα διὰ στενότητα· καὶ διὰ
16. τοῦτ’ ἐπὶ τῶν μικρῶν ἐγκεφάλων ἤτοι γ’ ἀμυδρῶς, ἢ οὐδ’
17. ὅλως φαίνεται. τῶν λοιπῶν οὖν τι πυρήνων ἢ μηλωτίδων
1. διεμβάλλειν πειρῶ, καὶ τέμνειν παρ’ αὐτήν. ἀποφύεται δ’
2. ἡ εἰρημένη λεπτὴ τῆς μήνιγγος ἀπόφυσις ἡ ἐπιπολῆς κατ’
3. ἐκεῖνο τὸ μέρος, ἔνθα συμβέβηκεν ἡ λαμβδοειδὴς ῥαφὴ
4. τοῖς λεπιδοειδέσιν ὀστοῖς. προτέρας οὖν τέμνε τὰς ἐπιπολῆς
5. ταύτας φλέβας ἕως τῆς ἐπιπολῆς ληνοῦ. τέμνων δὲ
6. πρῶτον μὲν ἐκκένωσον, εἴ τις θρόμβος ἐν αὐταῖς ἐστιν, εἶτα
7. κατάσκεψαι τὴν ἐντὸς ἐπιφάνειαν τῆς μήνιγγος, ὅπως ὁμοιοτάτη
8. τῇ γε τῆς οὐσίας ἰδέᾳ ταῖς φλεψίν ἐστιν, εἰ καὶ μὴ
9. τῇ λεπτότητι. καὶ οὐδὲν θαυμαστόν ἐστι τὴν φύσιν μὴ
10. δεηθῆναι τὸν χιτῶνα τῆς ἀναγούσης φλεβὸς τὸ αἷμα ταῖς
11. τῆς παχείας μήνιγγος ὑποτεῖναι κοιλίαις, ὁμοίας οὐσίας ἀμφοτέρων
12. τῶν σωμάτων ὄντων.