Galenus. De anatomicis administrationibus (De anat. administr.) [n° 011 Fichtner] [GalLat]

Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).

De anatomicis administrationibus, 9.2, ed. Kühn, 1821, vol. 2, p. 713-717. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:9.2

13. Ἑξῆς δὲ τὰς ἀποφυομένας ἑκατέρωθεν τῶν
14. ληνῶν θεάσῃ φλέβας λεπτάς· ἐνίας μὲν ἰσχνάς πάνυ καὶ
15. τριχὸς μόνης δεχομένας κάθεσιν, ἐνίας δὲ μείζους. ὄψει
16. δὲ τὰς μὲν ἀπὸ τῆς ἐπιπολῆς ληνοῦ τῆς μικρᾶς εἰς τὰ
17. πλησίον ἐγκεφάλου μόρια τὰ ἐπιπολῆς διασπειρομένας,
18. τὰς δ’ ἀπὸ τῆς διὰ βάθους τῆς μεγάλης εἴς τε τοὐπίσω.
1. μέρος ὅλον ἐγκεφάλου, τὸ καλούμενον ὑπό τινων ἐγκράνιον,
2. εἴς τε τὸ πρόσω κατασχιζομένας, ἃς καὶ πρὶν εἰς αὐτὸ τὸ
3. σῶμα καταδύεσθαι τοῦ ἐγκεφάλου, θεάσῃ σαφῶς ἐκπιπτούσας
4. τῶν κατὰ τὴν μήνιγγα φλεβῶν, ἐάν γε μὴ τύχῃς αὐτὰς
5. διεσπακώς. ὀπίσθιον δὲ λέγειν ἐγκέφαλον, ἢ ἐγκράνιον, ἢ
6. παρεγκεφαλίδα, διαφέρει οὐδέν. εἰς τοῦτο μὲν οὖν ἐμφυόμεναι
7. φλέβες ἀπό τε τῶν ἀναφερομένων εἰς τὴν ληνὸν
8. κατὰ τὰς πλευρὰς καὶ τῆς λαμβδοειδοῦς ῥαφῆς, ἔτι τε
9. πρὸς αὐταῖς ἀπ’ αὐτῆς καὶ ληνοῦ, τὸν ἀκριβῆ τῆς φλεβὸς
10. ἔχουσι χιτῶνα, τοιοῦτον μάλιστα τὴν ἰδέαν, οἷός περ ἁπάσαις
11. ταῖς καθ’ ὅλον τὸ ζῶόν ἐστιν. εἰς αὐτὸν δὲ τὸν
12. ἐγκέφαλον, ὃν ἔνιοι πρόσθιον ἐγκέφαλον ὀνομάζουσι, διὰ
13. τῆς παχείας μήνιγγος ἀφικνεῖται τὸ αἷμα, μέσης ἀκριβῶς
14. τεταγμένης καὶ τεμνούσης δίχα τὸν ἐγκέφαλον ἴσοις τμήμασιν.
15. ἐννέμονται δὲ καὶ ταύτῃ φλέβες ἀκριβῶς πάμπολλαι
16. παρ’ ὅλον τὸ μῆκος εἰς ἑκάτερον τῶν ἐγκεφάλου μερῶν,
17. εὐώνυμόν τε καὶ δεξιὸν, ἅπασαι μικραὶ πλὴν δυοῖν, μιᾶς
18. μὲν τῆς κατὰ τὴν ληνὸν, ἀποφυομένης εἰς τό πρόσω διὰ
1. βάθους κατὰ τὸ μῆκος ὅλης τῆς κεφαλῆς· ὅπως δ’ αὐτὴν
2. εὑρίσκειν χρὴ, μικρὸν ὕστερον ἐρῶ· δευτέρας δὲ πολὺ
3. μείζονος, οὔτ’ ἐγγὺς πάνυ τῶν κατὰ τὴν ληνὸν χωρίων, οὔτε
4. πόῤῥω, κατὰ μέσον μάλιστα τοῦ παντὸς ἐγκεφάλου· προσαγορεύω
5. δ’ οὕτω τὸν συγκείμενον ἐξ ἑκατέρων τῶν μερῶν,
6. ὀπισθίου τε καὶ προσθίου. δύεται δ’ ἡ φλὲψ αὕτη
7. κατάντης εἰς τὸ βάθος, ἔνθεν καὶ σχίζεται πολυειδῶς. οὐ
8. μὴν αὕτη γε τοῦτο πάσχει μετὰ τὴν ἐκ τῆς μήνιγγος ἔκφυσιν,
9. ἀλλὰ προελθοῦσα μέχρι τινὸς οὐ πολλοῦ. ταῦτα μὲν οὖν ἅπαντα
10. θεάσῃ, πρὶν διελεῖν κατά τι τὸν ἐγκέφαλον, ἐπὶ μόνῃ τῇ
11. παχείᾳ μήνιγγι γυμνωθείσῃ. γυμνώσας δ’ αὐτὴν κατὰ τρεῖς
12. τόπους, ἐπειδὴ καὶ τρίχα τέτμηκε ταῖς διπλόαις τὸν ὅλον ἐγκέφαλον,
13. εἶτ’ ἀνατείνας κατὰ τὰς τομὰς τοῖς σαυτοῦ δακτύλοις,
14. ἰδίᾳ μὲν τὸ ἀριστερὸν μέρος αὐτῆς, ἰδίᾳ δὲ τὸ δεξιὸν, οἷς τὸν
15. πρόσθιον ἐγκέφαλον ἔσκεπεν, ἰδίᾳ δ’ αὖ πάλιν τὸ λοιπὸν,
16. ᾧ τὸν ὀπίσθιον, ἁπάσας τε τῶν φλεβῶν ὄψει τὰς ἐκφύσεις
17. εἰς τὰ τρία μέρη τοῦ παντὸς ἐγκεφάλου διασπειρομένας,
1. ἐνίας μὲν οὕτως ἐπιπολῆς, ὡς φαίνεσθαι τὰς σχίσεις αὐτῶν,
2. ἐνίας δὲ καὶ δυομένας εἰς τὸ βάθος, ἅπαντά τε τὸν λεπτὸν
3. ὑμένα τὸν συνδοῦντα τὰς εἰρημένας φλέβας, ἔξωθέν τε
4. περικείμενον τῷ ἐγκεφάλῳ, μετά τε τῶν φλεβῶν εἰς τὴν
5. κοιλίαν αὐτοῦ κατιόντα. τοῦτον τὸν ὑμένα λεπτὴν ὀνομάζουσι
6. μήνιγγα κατὰ δή τι παλαιὸν ἔθος, οὐκ οἶδ’ ὅπως
7. νῦν μόνοις τοῖς περὶ τὸν ἐγκέφαλον ὑμέσι φυλαχθείσης τῆς
8. προσηγορίας. ὠνόμαζον γὰρ οὐ τούτους μόνους τοὺς ὑμένας,
9. ἀλλὰ καὶ πάντας οἱ παλαιοὶ μήνιγγας, ὡς ἔνεστί σοι
10. μαθεῖν ἔκ τ’ ἄλλων πολλῶν συγγραμμάτων, ἃ γέγραπται
11. τοῖς ἀνδράσιν ἐκείνοις, ἀτὰρ οὐχ ἥκιστα καὶ τῶν Ἱπποκράτους
12. τε καὶ Διοκλέους, ὧν καὶ Μαρῖνος ἐμνημόνευσεν ἐν
13. τῇ τῶν ἀνατομικῶν πραγματείᾳ. ἡ μὲν δὴ λεπτὴ μήνιγξ
14. εἴωθέ σοι φαίνεσθαι περιπεφυκυῖα τὸν ἐγκέφαλον, ἔν τε τῷ
15. βάθει κατὰ τὸν αὐτὸν τρόπον ὁμιλοῦσα, τὴν παχεῖαν δὲ
16. πλεῖστον ἀφεστῶσαν αὐτοῦ θεάσῃ. καὶ πόσον γε τοῦτ’ ἔστι,
17. δυνήσῃ μαθεῖν, εἰ καθ’ ἕν τι τῶν τριῶν μερῶν, εἰς ἃ τέτμηκεν
18. ὅλον τὸν ἐγκέφαλον, ὀπὴν ἐργασάμενος βραχεῖαν 
1. ἐμβάλλοις εἰς αὐτὴν ἀρχὴν σαλπιγγίου τινὸς, οἷά περ ἐμοὶ
2. παρεσκευασμένα βλέπετε, παραπλήσια τοῖς τῶν χρυσοχόων
3. φυσητῆρσιν. ὀνομάζουσι δ’ οὕτως, ὡς ἴστε, δι’ ὧν φυσῶσιν
4. αὐτοὶ τὸ πῦρ ἀνάπτοντες. ἐὰν οὖν ἐμβαλὼν τῷ
5. διῃρημένῳ τὴν ἀρχὴν τοῦ σαλπιγγίου καὶ περισφίγξας ἐν
6. κύκλῳ τὴν μήνιγγα φυσήσῃς δι’ αὐτοῦ, θεάσῃ πληρουμένην
7. ἀέρος οὐκ ὀλίγου τὴν ὑπ’ αὐτῇ χώραν. αὕτη μὲν
8. γὰρ ἡ μήνιγξ ἡ παχεῖα τὸ κρανίον ὑπέζωκεν· ὁ δ’ ἐγκέφαλος
9. ἐν τῷ διαστέλλεσθαί τε καὶ συστέλλεσθαι προσέρχεταί
10. τε καὶ ἀποχωρεῖ κατὰ τὴν μεταξὺ χώραν τὴν κενήν.
11. ἀλλὰ περὶ μὲν τούτου μετ’ ὀλίγον εἰρήσεται κατὰ τὴν ἐπὶ
12. τῶν ζώων ἐγχείρησιν· ἐν δὲ τῷ παρόντι λόγῳ τῶν ἐφεξῆς
13. ἐχώμεθα.

Cliquer un n° de page pour en afficher l’image