Galenus. De anatomicis administrationibus (De anat. administr.) [n° 011 Fichtner] [GalLat]

Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).

De anatomicis administrationibus, 9.3, ed. Kühn, 1821, vol. 2, p. 717-724. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:9.3

14. Μετὰ γὰρ τὸ θεάσασθαι τὰ πέριξ ταῦτα
15. καιρὸς ἤδη τὸν ἐγκέφαλον αὐτὸν ἀνατέμνειν, ἀρχὴν τῆς
16. ἀνατομῆς αὐτοῦ ποιησάμενον ἀπὸ τῆς διχοτομούσης μήνιγγος
17. τὸ πρόσω μέρος, ἧς ἀποτεμὼν ἢ ἀποσπάσας τὰς εἰς τὸ
18. πλάγιον ἐκφύσεις τῶν φλεβῶν, ἀρξάμενος ἀπὸ τοῦ πρόσω
1. πέρατος, ἀνάτεινε τοῖς σαυτοῦ δακτύλοις, ἄχρι περ ἂν ἔλθῃς
2. ἐπὶ τὴν ἀποφυομένην αὐτῆς μεγάλην φλέβα, τὴν εἰς
3. τὸ βάθος εἰρημένην φέρεσθαι κατάντη. κᾀνταῦθα πάλιν
4. ἀνατείνας ὑψηλὴν ἑτέρῳ δὸς κρατεῖν, εἶτ’ αὐτὸς διάλυε
5. κατὰ μῆκος ἑκάτερον τῶν μερῶν τοῦ ἐγκεφάλου χωρίζων
6. ἀπ’ ἀλλήλων ἀτρέμα τοῖς σαυτοῦ δακτύλοις, ἄχρι περ ἂν
7. ἔλθῃς ἐπὶ τὴν τεταμένην φλέβα κατὰ τὸ μῆκος ἐνταῦθα,
8. περὶ ἧς ἔμπροσθεν εἶπον, ὡς ἔστιν ἀξιόλογος. ὀφθείσης
9. δὲ τῆς εἰρημένης φλεβὸς τῆς κατὰ μῆκος ἐκτεταμένης,
10. καὶ τῆς χρείας αὐτῆς ἅμα τῇ θέᾳ γυμνωθείσης, ἀποφύσεις
11. γὰρ ἑκατέρᾳ λεπτὰς φαίνεται πέμπουσα, διασπειρομένας
12. εἰς τὸν ἐγκέφαλον, αὐτὴν μὲν τὴν φλέβα τῶν ὑποκειμένων
13. σωμάτων ἀφελὼν, ἤτοι γ’ ἔκκοπτε πᾶσαν μέχρι τῶν
14. κατὰ τὴν ληνὸν χωρίων, ἢ ᾗπερ ἐκπέφυκεν ἀνατείνας ἐπ’ αὐτῶν
15. ἐκείνων κατάθες. σὺ δὲ τὴν χώραν, ἣν ἐγύμνωσας, ἐπιμελῶς
16. κατάσκεψαι, τυλώδη πως οὖσαν, ὡς φαίνεσθαί τινα
17. φυσικὴν ἐνταῦθα ὑπάρχειν κοιλότητα, δεχομένην τῶν ὑπερκειμένων
1. κειμένων τε καὶ περικειμένων σωμάτων τὰ μὴ κατεργασθέντα
2. τελέως τῆς τροφῆς, ἃ καλοῦσιν ἰδίως περιττώματα· καὶ
3. μέντοι καὶ ἡμᾶς οὕτω καλεῖν οὐδὲν κωλύει. προσαναδέρων
4. δὲ ἀτρέμα καὶ πόρων λεπτῶν ἐμφάσεις εὑρήσεις, ἄχρι τῆς
5. μέσης κοιλίας τῶν κατὰ τὸν ἐγκέφαλον ἡκόντων. ἀτρέμα δ’,
6. εἶπον, ἀναδέρειν χρὴ κατὰ χωρίον τοῦτο διὰ τὴν κορυφὴν
7. τοῦ διαφράγματος ἐνταῦθ’ ἀνήκουσαν καὶ διαφράττουσαν
8. τὰς προσθίας ἐγκεφάλου κοιλίας. καὶ μέντοι καὶ θεασάσθαί
9. σοι τοῦτο καιρὸς, εὐθείαις τομαῖς ἑκατέρωθεν τῆς
10. μέσης χώρας ἕως τοῦ βάθους τέμνοντι, μέχρι περ ἂν ἐντύχῃς
11. ταῖς κοιλίαις. γνωρίσεις δ’ αὐτὰς, τὸ τετυλωμένον
12. θεασάμενος ἐνταῦθα σαφεστάτην ἔχον τὴν διαφορὰν τῶν
13. τετμημένων ἐγκεφάλου μερῶν. ὄψει δὲ καὶ τὰ καλούμενα
14. χοροειδῆ πλέγματα κατὰ ταύτας. ὀνομάζουσι δ’ οἱ περὶ
15. τὸν Ἡρόφιλον αὐτὰ χοροειδῆ συστρέμματα, παρονομάσαντες
16. δηλονότι τῶν χορίων, ἃ τοῖς κυουμένοις ἔξωθεν ἐν κύκλῳ
17. περιβέβληται, φλεβῶν ὄντα καὶ ἀρτηριῶν πλέγματα, λεπτοῖς
1. ὑμέσι συνεχομένων. οὕτω γάρ τοὶ καὶ τὰ τῶν ἐγκεφάλων
2. ἐκ φλεβῶν καὶ ἀρτηριῶν πέπλεκται, συνδουμένων τῇ λεπτῇ
3. μήνιγγι, τὴν αὐτὴν οὐσίαν ἐχούσῃ τοῖς ἄλλοις ὑμέσι τοῖς
4. λεπτοῖς, αὐτοῖς τε τοῖς κατὰ τὸ χορίον, ὑπεζωκότι τε καὶ
5. περιτοναίῳ, καὶ ὅσοι τοιοῦτοι. καὶ μέντοι διατείνων ἀτρέμα
6. ταῖς σαυτοῦ χερσὶν, ὡς μὴ διαῤῥῆξαι τὸ πλέγμα, κατασκέπτου
7. τὰς μὲν φλέβας ἐκ τῶν ὑψηλῶν μερῶν κατιούσας
8. τε καὶ κατασχιζομένας, τὰς δὲ ἀρτηρίας ἐκ τῶν ὑποκειμένων
9. τῶν ταπεινῶν ὁμοίως καὶ ταύτας ἀνιούσας τε καὶ κατασχιζομένας.
10. φυλάττειν τε ταύτῃ τὰ πλέγματα σωζόμενα
11. πειρῶ χάριν τοῦ συνακολουθοῦντά σε μικρὸν ὕστερον,
12. ὅταν γυμνώσῃς αὐτὰ τὰ μόρια, θεάσασθαι σαφῶς τὰς μὲν
13. φλέβας, ὅσαι κατὰ τὰς κοιλίας εἰσὶν, ἀπὸ τῆς ἔμπροσθεν
14. εἰρημένης κατάντους εἰς τὸν ἐγκέφαλον ἀφικνεῖσθαι πάσας
15. ἀπεσχισμένας, τὰς δ’ ἀρτηρίας ἀπὸ δυοῖν ἀρτηριῶν ἐκ
16. τῶν κάτω μερῶν ἀναφερομένας. ταύτας μὲν οὖν ἀκριβέστερον
17. ἐπισκέψῃ προϊούσης τῆς ἐγχειρήσεως. ἐπὶ δὲ τῇ πρώτῃ
18. τομῇ τῶν κοιλιῶν ἑκατέρας ἥ τε τῶν χοροειδῶν πλεγμάτων
1. ὄψις ἔστω σοι γνώρισμα καὶ τὸ τυλῶδες τοῦ σώματος.
2. εὐθὺς δὲ πειρῶ τὸ διαφράττον σῶμα τὴν δεξιὰν κοιλίαν
3. ἀπὸ τῆς ἀριστερᾶς θεάσασθαι, τὴν αὐτὴν ἔχον οὐσίαν
4. ὅλῳ τῷ ἐγκεφάλῳ, καὶ διὰ τοῦτο ἀποῤῥηγνύμενον ῥᾳδίως,
5. εἰ ἐκταθῇ σφοδρότερον. ἔστι δ’ οὕτω λεπτὸν, ὥσθ’, ὅταν
6. ἐν φωτὶ λαμπρῷ ποιῆταί τις τὴν ἀνατομὴν, ὥσπερ οὖν καὶ
7. προσήκει, διαλάμπειν αὐτοῦ τὴν αὐγὴν ὁμοίως τοῖς διαφανέσι
8. τούτοις λίθοις, οὓς τέμνοντας εἰς λεπτὰ ταῖς θυρίσιν
9. ἐντιθέασιν. οὔτ’ οὖν σφοδρῶς ἀνατείνειν χρὴ τοῦτο,
10. διασπᾶται γὰρ, οὔτ’ ἰδεῖν ἐγχωρεῖ σαφῶς αὐτὸ μὴ ἀνατείναντα.
11. συμφυῶν δ’ ὄντων αὐτοῦ τῶν ἄνω περάτων τοῖς
12. τετμημένοις σώμασι, μᾶλλον δ’ οὐ συμφυῶν χρὴ λέγειν,
13. ἀλλ’ ἡνωμένων αὐτῶν τῶν τετμημένων, χρὴ λαβόμενον ἀνακλᾷν
14. ἀτρέμα αὐτὰ πρὸς τὴν ἑτέραν κοιλίαν, ἐπιβάλλοντα
15. τῇ κορυφῇ τοῦ διαφράγματος. οὕτω γὰρ ἡ γεγυμνωμένη
16. κοιλία φανερωτέρα γενήσεται, καὶ τὸ διάφραγμα
17. μετρίαν ἕξει τὴν ἀνάτασιν, ἧς μάλιστα δόμεθα. πρὶν μὲν 
1. γὰρ τοῦ ὅλως ἀναταθῆναι χαλαρόν τέ ἐστι καὶ ῥυσὸν,
2. οὔτε διαλάμπειν δυνάμενον, οὔτε τὴν αὑτοῦ συνέχειαν ἐνδεικνύμενον
3. ἐναργῶς· ἀνελκυσθὲν δὲ εἰς τοσοῦτον, ὡς τετάσθαι
4. μὲν ἅπαν, οὐ μὴν ἤδη γέ πω διεσπάσθαι, φανεῖται
5. σαφέστατα. τοὐντεῦθεν δὲ, κᾂν ὅλον ἄρῃς αὐτὸ μετὰ
6. τῶν ἡνωμένων μορίων ἄχρι τῶν τομῶν, ἐναργέστερόν τε
7. κατόψει τὰς κοιλίας, ἥ τε κατάντης φλὲψ φανεῖταί σοι σχιζομένη
8. περί τι σῶμα κωνοειδές. ὑμὴν δ’, ὥσπερ τὰς ἄλλας
9. φλέβας, οὕτω καὶ τὰς σχιζομένας συνάπτει λεπτὸς, οὐκ
10. ἄλλος τις ὢν οὔτε κατὰ τὴν οὐσίαν οὔτε κατὰ τὴν συνέχειαν
11. τῆς λεπτῆς μήνιγγος. καὶ διὰ τοῦτον τὸν ὑμένα κατακέκρυπται
12. τὸ κωνοειδὲς σῶμα, καὶ οὐχ οἷόν τ’ ἐστὶν ἰδεῖν αὐτὸ,
13. πρὶν διασπάσαι κατά τι τὸν ὑμένα. ἔγκειται γὰρ οἷόν πέρ τι
14. στήριγμα ταῖς ἀποσχιζομέναις φλεψὶ τῆς κατάντους φλεβὸς τῆς
15. μεγάλης, αἳ κατέρχονται κατὰ τοῦ λελεγμένου σώματος ἐποχούμεναι,
16. καὶ καταδύονται δ’ αὐτίκα καὶ κατακρύπτονται,
17. σκεπόμεναι πρός τινος πλατέος σώματος, ὃ μόριον μέν
18. ἐστιν ἐγκεφάλου τοῖς ἄλλοις ὁμοίως. ὅπως δὲ χρὴ γυμνοῦν
1. αὐτὸ, μικρὸν ὕστερον ἐρῶ, τοσοῦτον ἔτι τῷ λόγῳ προσθείς.
2. τὸ κωνοειδὲς σῶμα καλεῖται ὑπὸ τῶν ἀνατομικῶν οὐχ οὕτως
3. μόνον, ἀλλὰ καὶ κωνάριον. ἔγκειται δ’, ὡς εἴρηται, τῇ
4. σχίσει τῆς φλεβὸς, οὐ δυνάμενον ὀφθῆναι, πρὶν διαιρεθῆναι
5. κατά τι τὸν ὑμένα. διαιρεῖν οὖν αὐτὸν ἀτρέμα πειρῶ, μὴ
6. συνανατείνων ἰσχυρῶς τὸ κωνάριον. ἀποῤῥαγήσεται γὰρ τῶν
7. ὑποκειμένων σωμάτων καὶ βλάψει τὴν ἀνατομὴν εἴς τι μέγιστον,
8. ὃ μικρὸν ὕστερον ἐρῶ. καθάπερ οὖν ἡ καρδία
9. γυμνοῦται τοῦ περιέχοντος αὐτὴν χιτῶνος, οὕτω χρὴ καὶ τὸ
10. κωνάριον γυμνῶσαι, διελόντα τὸν περικείμενον ὑμένα καθ’
11. ἕν τι μέρος ἀπὸ τῆς βάσεως ὀρθίᾳ διαιρέσει, πλησίον
12. ἀφικνουμένῃ τῆς κορυφῆς· ἔπειτα τὸν μὲν ὑμένα μετὰ τῶν
13. φλεβῶν περισχίζειν ἑκατέρως τοῦ κωνοειδοῦς, αὐτὸ δὲ
14. ἐκεῖνο πρὸς τὴν διαίρεσιν ἐγκλίνειν, ὅπως ὅτι τάχιστα
15. γυμνωθείη πρὸς τὴν ἐναντίαν χώραν ἀγόμενον τῷ παρασχιζομένῳ
16. χιτῶνι. τούτων δέ σοι πραχθέντων, οὕτως ἤδη μέν
17. πως ἔνεστι, πρὸ τοῦ γυμνῶσαι τὴν μέσην χώραν τοῦ τε
18. κωναρίου καὶ τῶν κοιλιῶν, φλέβας ἑκατέρας ἐπινοεῖν τῷ
1. χοροειδεῖ πλέγματι ἀπὸ τῆς ἐσχισμένης περὶ τὸ κωνάριον
2. ἥκειν. οὐ μὴν ἀλλὰ καὶ γυμνώσας τὸ μεταξὺ σῶμα μαθήσῃ
3. σαφῶς ἐκεῖθεν ἡκούσας αὐτάς.

Cliquer un n° de page pour en afficher l’image