15. Εἴρηται μὲν ἤδη καὶ πρόσθεν, ὅτι τε
16. κράνιον ὀνομάζεται τὸ τῆς κεφαλῆς ὀστοῦν, ὅτι τε ῥαφαί
17. τινες ὑπάρχουσι κατ’ αὐτό. πόσαι δέ εἰσιν αὗται καὶ τίνες,
18. ὁποῖόν τε τὸ εἶδος ἑκάστης αὐτῶν, οὐδέπω μὲν εἴρηται
1. πρόσθεν, εἰρήσεται δὲ ἐν τῷδε. καὶ πρῶτόν γε, ὅτι παρὰ
2. τὸ σχῆμα τῆς κεφαλῆς ἥ τε θέσις αὐτῶν ὑπαλλάττεται
3. καὶ τὸ πλῆθος. ἔστι γὰρ τὸ μὲν κατὰ φύσιν αὐτῆς σχῆμα
4. προμήκει μάλιστα σφαίρᾳ προσεοικός· ἕτερον δὲ τὸ καλούμενον
5. φοξόν. τὸ μὲν οὖν κατὰ φύσιν, εἴς τε τὸ πρόσω
6. καὶ εἰς τοὐπίσω προπετέστερον ὑπάρχον, τρεῖς ἔχει τὰς πάσας
7. ἐν αὑτῷ ῥαφάς· δύο μὲν γὰρ ἐγκαρσίας, ὧν ἡ
8. μὲν ἑτέρα τέτακται κατ’ ἰνίον, ἡ δὲ ἑτέρα κατὰ τὸ βρέγμα·
9. τρίτην δ’ ἄλλην ἐπ’ αὐταῖς κατὰ τὸ μῆκος τῆς κεφαλῆς
10. ἀπὸ μέσης τῆς ὄπισθεν ἐπὶ μέσην τὴν ἐμπροσθὲν ἐκτεταμένην.
11. ὀνομάζουσι δὲ τὴν μὲν ἐν τοῖς πρόσω στεφανιαίαν,
12. ἐπειδὴ κατὰ τοῦτο μάλιστα τὸ μέρος τῆς κεφαλῆς
13. οἱ στέφανοι περιτίθενται, τὴν δὲ ὄπισθεν λαμβδοειδῆ,
14. διότι τὸ σύμπαν αὐτῆς σχῆμα τῷ Λ γράμματι προσέοικεν.
15. αὐτὸ δὲ τὸ τῶν ῥαφῶν σχῆμα τῷ Η μάλιστα ὡμοίωται γράμματι.
16. αἱ μὲν δὴ τοῦ κατὰ φύσιν σχηματισμοῦ τοῦ κρανίου
17. ῥαφαὶ τὸν εἰρημένον ἔχουσι τρόπον· αἱ δὲ τοῦ φοξοῦ κατὰ
18. ταῦτα διάκεινται. τῆς μὲν ὄπισθεν ἀπολλυμένης ἐξοχῆς,
1. καὶ ἡ λαμβδοειδὴς ῥαφὴ συναπόλλυται· τῆς δ’ ἔμπροσθεν,
2. ἡ στεφανιαία. καὶ γίγνεται καθ’ ἑκάτερον αὐτῶν τὸ τῶν
3. σωζομένων ῥαφῶν σχῆμα τῷ Τ γράμματι παραπλήσιον.
4. ἀμφοτέρων δ’ ἀπολλυμένων τῶν ἐξοχῶν, αἱ σωζόμεναι δύο
5. ῥαφαὶ πρὸς ὀρθὰς γωνίας ἀλλήλας τέμνουσιν εἰς ὁμοιότητα
6. τῷ Χ γράμματι. τέτακται δὲ ἡ μὲν ἐγκαρσία κατὰ
7. μέσην μάλιστα τὴν κεφαλὴν, ἡ δ’ ἑτέρα κατὰ τὸ μῆκος,
8. ὄπισθεν πρόσω φερομένη, καθάπερ ἐπὶ τῶν ἄλλων
9. ἁπάντων κρανίων. ἀεὶ μὲν γὰρ αὐτὴ διαφυλάττεται· μεταπίπτουσι
10. δὲ αἱ λοιπαὶ, τῷ τῆς ὅλης κεφαλῆς σχήματι
11. συναλλοιούμεναι. καὶ μὲν δὴ καὶ δύο ἕτεραι τῇδε παράλληλοι
12. γραμμαὶ κατὰ τὸ μῆκός εἰσι τῆς κεφαλῆς, ὄπισθεν
13. πρόσω φερόμεναι τῶν ὤτων ὑπεράνω. γεννῶνται δὲ καὶ
14. αἵδε, δυοῖν ἀλλήλοις ὁμιλούντων, οὐ κατὰ ῥαφὴν,
15. ὥσπερ τὰ πρόσθεν εἰρημένα. κατὰ βραχὺ γὰρ ἀπολεπτυνόμενον
16. εἰς λεπίδα τὸ κατιὸν ἀπὸ τοῦ βρέγματος ὀστοῦν
17. ὑποβέβληται τῷ κάτωθεν ἀπὸ τῶν ὤτων ἀνιόντι. καὶ διὰ
18. τοῦτό τινες οὐδὲ ῥαφὰς ὠνόμασαν ἁπλῶς αὐτὰς, ἀλλ’ ἤτοι
1. λεπιδοειδεῖς ῥαφὰς, ἢ λεπιδοειδῆ προσκολλήματα. καὶ ἡμῖν
2. δὲ σαφοῦς ἕνεκα διδασκαλίας αἱ κατὰ τὰ ὦτα λεπιδοειδεῖς
3. καλείσθωσαν ῥαφαί. ὡς εἶναι πέντε μὲν ἰδίας ῥαφὰς
4. τῆς κεφαλῆς, τὴν λαμβδοειδῆ, τὴν στεφανιαίαν, τὴν κατὰ
5. τὸ μῆκος εὐθεῖαν, τὰς παραλλήλους αὐτῇ δύο, τὰς ἐν τοῖς
6. λεπιδοειδέσιν· ἄλλας δὲ κοινὰς δύο, πρός τε τὴν ἄνω γένυν
7. καὶ πρὸς τὸ μέσον ἀμφοτέρων ὀστοῦν, ὃ τινὲς μὲν τῇ
8. κεφαλῇ προσνέμουσι, τινὲς δὲ τῆς ἄνω γένυος εἶναί φασιν.
9. ὁποῖον δέ τι τὴν ἰδέαν ἐστὶ τοῦτο, καὶ τὸ μέγεθος πηλίκον,
10. ἐν τίνι τε μάλιστα τόπῳ κείμενον, ἤδη σοι δίειμι.
11. τῶν πλευρῶν τῆς λαμβδοειδοῦς ῥαφῆς τὰ κάτω πέρατα
12. προσεπεκτείνεται μέχρι τῆς βάσεως τῆς κεφαλῆς, μεταξὺ τῶν
13. τε λιθοειδῶν ὀστῶν κατιόντα καὶ τῆς πρὸς τὸν πρῶτον
14. σπόνδυλον διαρθρώσεως. ἐνταῦθα δὲ ἐπιζεύγνυσιν αὐτὰ
15. γραμμή τις βραχεῖα, θέσιν ἐγκαρσίαν ἔχουσα. ταύτην μοι
16. πρῶτον νόει κοινὴν τῆς τε κεφαλῆς καὶ τοῦ προκειμένου
17. κατὰ τὴν διήγησιν ὀστοῦ. ἀναφερομένη γὰρ ἑκατέρωθεν
18. ἐπὶ τὰς κατὰ τοὺς κροτάφους κοιλότητας εἰς ταὐτὸ ἀφικνεῖται
1. τοῖς καθήκουσιν ἐνταῦθα πέρασι τῆς στεφανιαίας
2. ῥαφῆς. εἶτ’ ἐντεῦθεν αὖθις ἐπιστραφεῖσα πρὸς τὸ κάτω
3. καὶ παρενεχθεῖσα εἰς τοὺς ἐσχάτους ὀδόντας ἀφικνεῖται
4. πρὸς τὰ τῆς ὑπερώας, ἔνδον ἑαυτῆς συνάπτουσα τὸ περιοριζόμενον
5. ὑπὸ τῆς προειρημένης ῥαφῆς ὀστοῦν, ὃ ὥσπερ τις
6. σφὴν ἔγκειται μεταξὺ τῆς κεφαλῆς καὶ τῆς ἄνω γένυος.
7. ὅσον μὲν οὖν αὐτῆς ἐπὶ τὰ πέρατα τῆς στεφανιαίας ἀναφέρεται,
8. κοινὸν τοῦτο πρὸς τὴν κεφαλήν ἐστιν· ὅσον δ’ ἑκατέρωσε
9. κατέρχεται πρὸς τὴν ὑπερώαν, ὁ πρὸς τὴν ἄνω γένυν
10. ὅρος ὑπάρχει τοῦ σφηνοειδοῦς ὀστοῦ· καλείσθω γὰρ οὕτω
11. σαφοῦς διδασκαλίας ἕνεκεν. κατὰ τοῦτο τὸ ὀστοῦν αἱ πτερυγώδεις
12. εἰσὶν ἀποφύσεις ἅμα ταῖς ἑκατέρωθεν αὐτῶν κοιλότησιν.
13. ἡ δ’ ἑτέρα ῥαφὴ τῆς κεφαλῆς, ἡ πρὸς τὴν
14. ἄνω γένυν αὐτὴν ὁρίζουσα, τὴν ἀρχὴν μὲν ἐκ τῶν κατὰ τοὺς
15. κροτάφους ἔχει κοιλοτήτων, ἵνα περ εἰς ταὐτὸ ἥκειν ἐλέχθη
16. τοῖς τῆς στεφανιαίας πέρασιν ἡ κοινὴ κεφαλῆς καὶ τοῦ
17. σφηνοειδοῦς ὀστοῦ ῥαφή. προέρχεται δ’ ἐντεῦθεν ἐπὶ τὰς
18. χώρας τῶν ὀφθαλμῶν, καὶ διὰ μέσων αὐτῶν ἐνεχθεῖσα
1. κατὰ τὸ μεσόφρυον ἑαυτῇ συνάπτει. καὶ δὴ καὶ τούτων
2. οὕτως ἐχόντων, ἓξ ὀστᾶ γίγνεται τῆς ὅλης κεφαλῆς τὰ
3. πάντα χωρὶς τοῦ σφηνοειδοῦς· δύο μὲν κατὰ τὸ βρέγμα,
4. κοινὴν ἔχοντα ῥαφὴν, τὴν κατὰ τὸ μῆκος εὐθεῖαν· ἄλλα
5. δὲ δύο τούτων κάτωθεν, ἓν καθ’ ἑκάτερον οὖς· καὶ πέμπτον
6. ἐπὶ τούτοις, τὸ κατ’ ἰνίον· καὶ ἕκτον, τὸ κατὰ μέτωπον.
7. ὁρίζουσι δὲ τὰ μὲν τοῦ βρέγματος ὄπισθεν μὲν
8. αἱ πλευραὶ τῆς λαμβδοειδοῦς ῥαφῆς, ἔμπροσθεν δὲ ἡ στεφανιαία,
9. κάτωθεν δὲ αἱ λεπιδοειδεῖς, ἄνωθεν δὲ ἡ κατὰ
10. τὸ μῆκος εὐθεῖα· τὰ δ’ ἐφεξῆς τῶνδε καθ’ ἑκάτερον οὖς
11. ἄνωθεν μὲν αἱ λεπιδοειδεῖς ἀφορίζουσιν, ὄπισθεν δὲ αἱ
12. προσαυξήσεις τῶν πλευρῶν τῆς λαμβδοειδοῦς, ἔμπροσθεν δὲ
13. ἡ κοινὴ τῆς τε κεφαλῆς καὶ τοῦ σφηνοειδοῦς. ἔστι δὲ τὰ
14. μὲν τοῦ βρέγματος ὀστᾶ τετράπλευρα, ταυτὶ δὲ τὰ νῦν εἰρημένα
15. τρίπλευρα. τὸ δὲ πέμπτον ὀστοῦν τῆς κεφαλῆς, τὸ
16. κατ’ ἰνίον, ὁρίζεται μὲν ὑπὸ τῆς λαμβδοειδοῦς ῥαφῆς ἅμα
17. ταῖς προσαυξήσεσι καὶ τῆς ῥηθείσης ἐπιζευγνύναι ταύτας
18. ῥαφῆς· περιέχει δὲ ἐν ἑαυτῷ τὸ μέγιστον τῶν τῆς κεφαλῆς
1. τρημάτων, τὸ κατὰ τὸν πρῶτον σπόνδυλον. λοιπὸν δὲ τὸ
2. κατὰ τὸ μέτωπον ὀστοῦν ἥ τε στεφανιαία περιορίζει ῥαφὴ
3. καὶ ἡ κοινὴ τῆς κεφαλῆς πρὸς τὴν ἄνω γένυν. καὶ δὴ καὶ
4. τῶν εἰρημένων ἓξ ὀστῶν τὰ μὲν τοῦ βρέγματος χαυνότατά
5. τε καὶ ἀσθενέστατα τετύχηκεν ὄντα, πυκνότατον δὲ καὶ
6. ἰσχυρότατον τὸ κατ’ ἰνίον, μέσον δὲ ἀμφοῖν τὸ κατὰ μέτωπον.
7. ἑκάτερον δὲ τῶν λοιπῶν τῶν κατὰ τὰ ὦτα πολυειδὲς
8. ὑπάρχει. τὸ μὲν γάρ τι μέρος αὐτῶν ὀνομάζεται λιθοειδὲς,
9. ὥσπερ οὖν καὶ ἔστιν· ὁρίζεται δὲ τοῦτο τοῖς ἐπεκτεινομένοις
10. πέρασι τῆς λαμβδοειδοῦς ῥαφῆς. ἐν τούτῳ καὶ
11. ἡ στυλοειδὴς ἀπόφυσίς ἐστιν, ἣν ἐγὼ βελονοειδῆ τε καὶ
12. γραφοειδῆ καλῶ, καὶ ἡ τὸν ἀκουστικὸν περιέχουσα πόρον.
13. ἕτερον δὲ μέρος ἐφεξῆς τοῦδε τὸ κατὰ τὰς ἐκφύσεις ἐστὶ,
14. τήν τε μαστοειδῆ καλουμένην καὶ προσέτι τὴν τοῦ ζυγώματος.
15. καὶ τρίτον ἐπὶ τῷδε τὸ κατὰ τὸν κρόταφον. περὶ
16. δὲ τῶν τρημάτων τῆς κεφαλῆς ἐν ταῖς τῶν ἀγγείων καὶ
17. νεύρων ἀνατομαῖς εἰρήσεται. καὶ γὰρ γέγονεν ἐκείνων ἕνεκα,
1. καὶ διέρχεται καθ’ ἕκαστον αὐτῶν ἢ ἀρτηρία τις, ἢ φλὲψ,
2. ἢ νεῦρον, ἤ τινα τούτων, ἢ πάντα.
⟨
(De oss. ad tir.) [n° 012 Fichtner] [GalLat]
De ossibus ad tirones
Περὶ ὀστῶν τοῖς εἰσαγομένοις
Os pour les débutants
Bones for Beginners (Oss.)
Garofalo, Debru, 2005.
De ossibus ad tirones, 1821, vol. 2, p. 732-778. urn:cts:greekLit:tlg0057.tlg012.verbatim-lat1
Von Töply, 1914 (deu); Mayo Goss, Goss Chodkowski, 1984 (eng); Garofalo, Debru, 2005 (fra).
De ossibus ad tirones, 1, ed. Kühn, 1821, vol. 2, p. 739-746. urn:cts:greekLit:tlg0057.tlg012.1st1K-grc1:1
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩