16. Αἱ ὠμοπλάται κεῖνται μὲν ὄπισθεν τοῦ
17. θώρακος· συμφύονται δὲ διὰ μυῶν τῷ τε κατ’ ἰνίον ὀστῷ
18. τῆς κεφαλῆς, καὶ τῇ τῆς ῥάχεως ἀκάνθῃ, καὶ ταῖς τοῦ
1. θώρακος πλευραῖς, καὶ τῷ προτεταγμένῳ τοῦ λάρυγγος
2. ὀστῷ. ἀνώμαλοι δέ εἰσιν ἱκανῶς καὶ πᾶσι τοῖς μέρεσιν
3. ἀνόμοιαι· κυρταὶ μὲν γὰρ ἔξωθεν, ἔσωθεν δὲ σιμαὶ, καὶ
4. λεπτὴ μὲν ἡ κάτω βάσις αὐτῶν καὶ προμήκης, τὸ δὲ ἄνω
5. πέρας παχύ τε καὶ μικρόν. ἐπαλείφει δὲ αὐτὰς πολλαχόθι
6. χόνδρος, καὶ πλεῖστος τὴν βάσιν. ἀφ’ ἧς ἀρχομένη τῆς
7. ῥάχεως ταπεινὴ κατὰ μικρὸν προσαυξάνεται, μέχρι τῶν κατὰ
8. τὸ ἀκρώμιον ἀνιοῦσα χωρίων. συναρθροῦται δ’ αὐτῇ κατὰ
9. τοῦτο ἡ κλείς. καί τινες μὲν τῶν ἀνατομικῶν αὐτὴν τὴν
10. σύνταξιν αὐτῶν ὀνομάζουσιν ἀκρώμιον ἁρμονίαν· ἔνιοι δὲ
11. τρίτον ἕτερον παρ’ ἀμφότερα τὰ συζευγνύμενά φασιν ὀστοῦν
12. ὑπάρχειν, ἐν ἀνθρώποις μόνοις εὑρισκόμενον, ὃ κατακλεῖδά
13. τε καὶ ἀκρώμιον προσαγορεύουσιν. ὑπὸ δὲ τοῦτο τὸ χωρίον
14. ἀπόφυσίς τις ὑπόκειται τῇ ὠμοπλάτῃ· ὀνομάζεται
15. δὲ αὐχὴν ὠμοπλάτης, ᾧ κατὰ τὸ πέρας εἰς κοτύλην
16. τινὰ τελευτῶντι τοῦ βραχίονος ἡ κεφαλὴ διαρθροῦται.
17. ἔστι δὲ καὶ ἄλλη ταύτῃ ἔσωθεν ἀπόφυσις ὀξεῖα καὶ σμικρά.
18. καλοῦσι δ’ αὐτὴν οἱ μὲν ἀγκυροειδῆ, οἱ δὲ κορακοειδῆ,
1. διότι τὸ πέρας αὐτῆς ἐκτὸς ἐπινένευκεν, ὥσπερ
2. κορώνη.
⟨
(De oss. ad tir.) [n° 012 Fichtner] [GalLat]
De ossibus ad tirones
Περὶ ὀστῶν τοῖς εἰσαγομένοις
Os pour les débutants
Bones for Beginners (Oss.)
Garofalo, Debru, 2005.
De ossibus ad tirones, 1821, vol. 2, p. 732-778. urn:cts:greekLit:tlg0057.tlg012.verbatim-lat1
Von Töply, 1914 (deu); Mayo Goss, Goss Chodkowski, 1984 (eng); Garofalo, Debru, 2005 (fra).
De ossibus ad tirones, 14, ed. Kühn, 1821, vol. 2, p. 765-767. urn:cts:greekLit:tlg0057.tlg012.1st1K-grc1:14
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩