14. Ὑπὸ τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων
15. ἀποφύσεων ἐπὶ τοῖς κάτω πέρασι κνήμης τε καὶ
16. περόνης ὁ ἀστράγαλος περιλαμβάνεται, τὸ τέτρωρον
17. αὑτοῦ καλούμενον ἄνω νενευκὸς ἔχων. τῶν δὲ ἄλλων
18. αὐτοῦ μερῶν τὰ μὲν ὀπίσω λεῖα πάντα καὶ μετρίως ἐστὶ
1. περιφερῆ, ῥέποντα μᾶλλον ἄνω· τὰ δὲ πρόσω κεφαλῇ
2. σφαιροειδεῖ ἐπ’ αὐχένι προμήκει πεφυκυίᾳ διαρθροῦται
3. πρὸς τὸ ὀστοῦν τὸ καλούμενον σκαφοειδές. ἑκατέρωθεν
4. δὲ ἐκ τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν εἰς ὀφρυώδεις ἐξοχὰς
5. τελευτῶν ταῖς γενομέναις ὑπὸ κνήμης τε καὶ περόνης κοιλότησι
6. περιλαμβάνεται, τὸ οἷον λεῖον ἑαυτοῦ μέρος ἔσωθεν
7. ἔχων. ὑπόκειται δ’ αὐτῷ τὸ μέγιστον ὀστοῦν τῶν ἐν ποδὶ,
8. καλεῖται δὲ πτέρνα, τὰ μὲν περιφερῆ τοῦ ἀστραγάλου περιλαμβάνουσα,
9. δύο δέ τινας ἐξοχὰς εἰς τὰς ἐπιτηδείους ἐκείνου
10. κοιλότητας ἐναρμόζουσα. καθ’ ἃ δὲ βαίνομεν αὐτῇ,
11. περιφερής ἐστιν ἠρέμα καὶ πλατεῖα· περιφερὴς δὲ κἀκ τῶν
12. ὀπίσω, καὶ πολὺ κατὰ τοῦτο τῆς κνήμης ὑπερβαίνει τὴν
13. εὐθύτητα. τῶν πρόσω δὲ αὐτῆς μερῶν τὸ μὲν κατ’ εὐθὺ
14. τοῦ μεγάλου δακτύλου ὑποβέβληται τῇ κεφαλῇ τοῦ ἀστραγάλου,
15. καὶ οὐδὲν ἑαυτῷ συνταττόμενον ὀστοῦν ἔχει· τὸ
16. δ’ αὖ κατὰ τὸν μικρὸν δάκτυλον πέρας αὐτῆς ὀστῷ τινι
17. συναρθροῦται τῷ κυβοειδεῖ προσαγορευομένῳ. παρατέταται
18. δὲ ἐκ τῶν ἐκτὸς μερῶν τοῦτο τῷ σκαφοειδεῖ. ἀλλ’ ἐκεῖνο
1. μὲν κοῖλόν ἐστι, καθ’ ἃ διαρθροῦται πρὸς τὸν ἀστράγαλον,
2. τὸ δὲ κυβοειδὲς τοῦτο κυρτόν. ἐφεξῆς δ’ ἐστὶν
3. ὀστᾶ τρία μικρὰ, συναρθρούμενα τῷ κάτω πέρατι τοῦ
4. σκαφοειδοῦς, οἷς καὶ αὐτοῖς ἔξωθεν συμπαρεκτείνεται τὸ
5. κυβοειδές. καὶ μετὰ ταῦτα τὰ τέτταρα παύεται μὲν ὁ
6. ταρσὸς τοῦ ποδός.
⟨
(De oss. ad tir.) [n° 012 Fichtner] [GalLat]
De ossibus ad tirones
Περὶ ὀστῶν τοῖς εἰσαγομένοις
Os pour les débutants
Bones for Beginners (Oss.)
Garofalo, Debru, 2005.
De ossibus ad tirones, 1821, vol. 2, p. 732-778. urn:cts:greekLit:tlg0057.tlg012.verbatim-lat1
Von Töply, 1914 (deu); Mayo Goss, Goss Chodkowski, 1984 (eng); Garofalo, Debru, 2005 (fra).
De ossibus ad tirones, 24, ed. Kühn, 1821, vol. 2, p. 775-777. urn:cts:greekLit:tlg0057.tlg012.1st1K-grc1:24
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩