Galenus. De ossibus ad tirones (De oss. ad tir.) [n° 012 Fichtner] [GalLat]

Περὶ ὀστῶν τοῖς εἰσαγομένοις
Os pour les débutants
Bones for Beginners (Oss.)
Garofalo, Debru, 2005.
De ossibus ad tirones, 1821, vol. 2, p. 732-778. urn:cts:greekLit:tlg0057.tlg012.verbatim-lat1
Von Töply, 1914 (deu); Mayo Goss, Goss Chodkowski, 1984 (eng); Garofalo, Debru, 2005 (fra).

De ossibus ad tirones, 25, ed. Kühn, 1821, vol. 2, p. 777-778. urn:cts:greekLit:tlg0057.tlg012.1st1K-grc1:25

 

7. Ἄρχεται δὲ τὸ καλούμενον πεδίον, ἐκ
8. πέντε συγκείμενον ὀστῶν, οἷς ἐφεξῆς εἰσιν οἱ δάκτυλοι
9. τοῦ ποδὸς, ἐκ τριῶν δὲ ἅπαντες φαλάγγων ὁμοίως τοῖς
10. κατὰ τὰς χεῖρας συγκείμενοι πλὴν τοῦ μεγάλου δακτύλου·
11. μόνος γὰρ οὗτος ἐν αὐτοῖς ἐκ δυοῖν ὀστοῖν ἐγένετο.
12. συνδέουσι τὰς μὲν τούτων διαρθρώσεις ὑμενώδεις σύνδεσμοι,
13. τὰς δὲ κατὰ τὸν ἀστράγαλόν τε καὶ πτέρναν
14. ἰσχυροί τε πάνυ καί τινες ἐξ αὐτῶν στρογγύλοι τε ἅμα
15. καὶ νευροχονδρώδεις. ταῦτ’ ἀρκεῖν μοι δοκεῖ τοῖς εἰσαγομένοις
16. περὶ ὀστῶν ἐπίστασθαι· καὶ γὰρ ἡ τούτων σύνταξις
17. ὁ σκελετός ἐστιν. εἰ δέ τι κατ’ ἄλλο μόριον ὀστοῦν
1. μικρὸν εὑρίσκεται, καθάπερ ἐν καρδίᾳ τε καὶ λάρυγγι, καὶ
2. ῥινὶ, καί τισι τῶν δακτύλων, τὰ σησαμοειδῆ καλούμενα,
3. καὶ εἴ τι τοιοῦτο ἕτερον, οὐκ ἀνάγκη νῦν λέγειν.

Cliquer un n° de page pour en afficher l’image