Galenus. De ossibus ad tirones (De oss. ad tir.) [n° 012 Fichtner] [GalLat]

Περὶ ὀστῶν τοῖς εἰσαγομένοις
Os pour les débutants
Bones for Beginners (Oss.)
Garofalo, Debru, 2005.
De ossibus ad tirones, 1821, vol. 2, p. 732-778. urn:cts:greekLit:tlg0057.tlg012.verbatim-lat1
Von Töply, 1914 (deu); Mayo Goss, Goss Chodkowski, 1984 (eng); Garofalo, Debru, 2005 (fra).

De ossibus ad tirones, 3, ed. Kühn, 1821, vol. 2, p. 746-750. urn:cts:greekLit:tlg0057.tlg012.1st1K-grc1:3

9. Περὶ μὲν οὖν τῶν ἀφοριζουσῶν ῥαφῶν τὴν
10. ἄνω γένυν ἀπό τε τῆς κεφαλῆς καὶ τοῦ σφηνοειδοῦς ὀστοῦ
11. προείρηται· περὶ δὲ τῶν κατ’ αὐτὴν τὴν γένυν ἐν τῷδε
12. λεχθήσεται. πρότερον ἴσως ἄμεινόν ἐστι διηγήσασθαι τὸ
13. τῆς ῥαφῆς ὄνομα, πῶς ἅπασι λέλεκται τοῖς νεωτέροις ἀνατομικοῖς.
14. εἰώθασι γὰρ καὶ τὰς καθ’ ἁρμονίαν συνθέσεις ὀνομάζειν
15. ῥαφὰς, καὶ τοῦτ’ εἰκότως πεπόνθασιν. οὐ γάρ ἐστιν
16. εὑρεῖν ἐπὶ πάντων ὁμοίως τῶν κρανίων τὴν πριονοειδῆ σύνθεσιν
17. ἠκριβωμένην ἐν ἁπάσαις ταῖς ῥαφαῖς, ἀλλ’ ἐπὶ τῆς 
1. αὐτῆς ἐνίοτε συντάξεως τῶν ὀστῶν ἐν ἑτέρῳ μὲν κρανίῳ
2. ῥαφήν ἐστιν ἰδεῖν, ἐν ἑτέρῳ δ’ ἁρμονίαν. ἡμεῖς μέντοι
3. πολλάκις ἐκκόψαντες ἔνια τῶν τοιούτων ὀστῶν ἀντεμβαίνοντα
4. κατὰ τὸ βάθος ἀλλήλοις εὕρομεν, ὡς εἶναι ῥαφῇ
5. μᾶλλον, οὐχ ἁρμονίᾳ τὴν σύνθεσιν αὐτῶν ὁμοίαν. ὥστε
6. καὶ διὰ τοῦτο ῥαφὰς ὀνομάζειν οὐκ ἄν τις ὀκνήσειεν ἁπάσας
7. αὐτάς. ἔστι δὲ πρώτη μὲν ἡ τῆς τοῦ ζυγώματος ἐκφύσεως
8. ὑποκάτω. τελευτᾷ δ’ αὐτῆς τὸ μὲν ἕτερον μέρος
9. ὀπίσω φερόμενον εἰς τὴν ὑπ’ αὐτῷ τῷ ζυγώματι κοιλότητα,
10. συνάπτον ἐνταῦθα τῇ κοινῇ πρὸς τὸ σφηνοειδὲς ὀστοῦν ῥαφῇ·
11. τὸ δὲ ἕτερον, ὄρθιον ἅμα καὶ λοξὸν ἀναφερόμενον ἐπὶ τὰς χώρας
12. τῶν ὀφθαλμῶν, εἰς μέσην ἔρχεται τὴν κάτωθεν ἴτυν αὐτῶν,
13. κᾄπειτ’ ἐνταῦθα τριχῇ σχισθὲν, ἑνὶ μὲν τῶν μερῶν παρὰ τὸν
14. μέγαν κανθὸν ἔξωθεν ἐπὶ τὸ μεσόφρυον ἀνέρχεται, ἑτέρῳ
15. δ’, ἐφεξῆς αὐτοῦ κειμένῳ, διὰ τῆς κοιλότητος ὑπὸ τὸν αὐτὸν
16. κανθὸν ἐπὶ τὴν κοινὴν ἀφικνεῖται ῥαφὴν τῆς κεφαλῆς·
17. ὥστε περιλαμβάνεσθαι καὶ τὸν κανθὸν μὲν αὐτὸν, καὶ τὸ
18. φυσικὸν δὲ τρῆμα τὸ ὑποκείμενον αὐτῷ, μέγιστον ὑπάρχον
1. ἁπάντων τῶν τῇδε τρημάτων, ὑπὸ τῶν εἰρημένων δύο ῥαφῶν.
2. ἡ δὲ τρίτη μοῖρα τῆς εἰρημένης σχίσεως, ὑπερβαίνουσα
3. τὸν κάτωθεν ἄμβωνα τῆς χώρας τοῦ ὀφθαλμοῦ, πρὸς
4. τὸ βάθος ἔσω φέρεται, κᾀνταῦθα συνάπτει τῇ κοινῇ ῥαφῇ
5. τῆς κεφαλῆς. ὡς γίγνεσθαι τρία καθ’ ἑκάτερον μέρος ἐξ
6. ἀριστερῶν τε καὶ δεξιῶν ὀστᾶ τῆς ἄνω γένυος οἷς συντέτακται
7. τῇ κεφαλῇ. μέγιστον μὲν οὖν αὐτῶν ἐστι τὸ κατὰ
8. τὸ ζύγωμα· καὶ γὰρ καὶ τοῦ κροτάφου τι συνεπιλαμβάνει,
9. καὶ τῆς ὀφρύος, καὶ τῆς χώρας τῶν ὀφθαλμῶν, καὶ τὸν
10. μικρὸν κανθὸν ὅλον ἐν ἑαυτῷ περιλαμβάνει, μέχρι τοῦ καλουμένου
11. μήλου καθῆκον. ἑξῆς δ’ αὐτῷ καὶ θέσει καὶ
12. μεγέθει τὸ κατ’ αὐτόν ἐστι τὸν ὀφθαλμὸν, ἐν ᾧ περιέχεται
13. τὰ πρὸς τὴν ἄνω γένυν ἀφικνούμενα νεῦρα. σμικρότατον
14. δ’ ἁπάντων ὑπάρχει τὸ περὶ τὸν μέγαν κανθόν. ἔνιοι
15. δὲ τῶν ἀνατομικῶν ἓν εἶναι γράφουσι τὰ τρία ταῦτα, τὰς
16. εἰς τὴν ῥίζαν τῶν ὀφθαλμῶν ἀποσχιζομένας δύο ῥαφὰς ἢ
17. μηδόλως εἰδότες, ἢ παραλείποντες ἑκόντες, ὡς μικρά. ὑπὸ
18. δὲ τούτοις ἅπασι καθ’ ἑκάτερον μέρος ἓν ὀστοῦν ἐστι, τοῖς
1. εἰρημένοις τρισὶν ὑποτεταγμένον, ἀξιόλογον τῷ μεγέθει.
2. καὶ γὰρ καὶ τὸ μῆλον ὀνομαζόμενον τούτου μόριόν ἐστι,
3. καὶ τὰ τῶν ὀδόντων ἁπάντων φάτνια πλὴν τῶν τομέων.
4. ὁρίζουσι δ’ αὐτὰ ῥαφαὶ τέσσαρες· ἄνωθεν μὲν, ἣν ὀλίγον
5. ἔμπροσθεν εἴπομεν ἀπὸ τοῦ ζυγώματος ἐπὶ τὸ μεσόφρυον
6. ἀναφέρεσθαι· κάτωθεν δὲ ἡ κατὰ μέσον τὸν οὐρανίσκον
7. εὐθεῖα· δύο δὲ λοιπαὶ ταύτας ἐπιζευγνύουσιν, ἥ τε ἀπὸ τοῦ
8. μεσοφρύου μὲν ἀρχομένη, παρὰ δὲ τὴν ῥῖνα φερομένη καὶ
9. μεταξὺ τοῦ τε κυνόδοντος ὀνομαζομένου καὶ τῶν τομέων
10. διεκπίπτουσα, καὶ ἄλλη, μέρος μέν τι αὐτῶν ἔχουσα τῇ
11. κοινῇ τοῦ σφηνοειδοῦς, ὅσον ἐν κύκλῳ περιθεῖ τὸν ἔσχατον
12. ὀδόντα, τὸ λοιπὸν δὲ ἴδιον, ἄχρι τοῦ συνάψαι τῇ κατὰ
13. τὸν οὐρανίσκον εὐθείᾳ ῥαφῇ. τούτοις δὲ τοῖς ὀστοῖς, μεγίστοις
14. οὖσιν, ὡς εἴρηται, δύο ἕτερα παράκειται μικρὰ,
15. καθ’ ἃ καὶ συντέτρηται πρὸς ὑπερῴαν ἡ ῥίς. ὅροι δ’
16. αὐτῶν εἰσι ἥ τ’ ἰδία μοῖρα τῆς προειρημένης ῥαφῆς, ἥ
17. τ’ ἐγκαρσία τοῦ σφηνοειδοῦς ὀστοῦ, ἡ μεταξὺ τῶν ἐσχάτων
18. ὀδόντων. αὗται μὲν οὖν τῶν περιεχόντων αὐτὰ χωρίζουσιν,
1. ἀλλήλων δὲ κατὰ τὴν εὐθεῖαν τὴν ἐν οὐρανίσκῳ ῥαφὴν
2. διώρισται.

Cliquer un n° de page pour en afficher l’image