Galenus. De ossibus ad tirones (De oss. ad tir.) [n° 012 Fichtner] [GalLat]

Περὶ ὀστῶν τοῖς εἰσαγομένοις
Os pour les débutants
Bones for Beginners (Oss.)
Garofalo, Debru, 2005.
De ossibus ad tirones, 1821, vol. 2, p. 732-778. urn:cts:greekLit:tlg0057.tlg012.verbatim-lat1
Von Töply, 1914 (deu); Mayo Goss, Goss Chodkowski, 1984 (eng); Garofalo, Debru, 2005 (fra).

De ossibus ad tirones, 4, ed. Kühn, 1821, vol. 2, p. 750-752. urn:cts:greekLit:tlg0057.tlg012.1st1K-grc1:4

3. Καὶ μὴν καὶ τὰ τῆς ῥινὸς ὀστᾶ δύο ἐστὶν,
4. ἀφοριζόμενα ταῖς ἀπὸ τοῦ μεσοφρύου καθηκούσαις ῥαφαῖς,
5. ἃς ἄρτι τριττὰς τὰς πάσας ἠρίθμησα κατὰ τὴν τῶν μεγίστων
6. ὀστῶν διήγησιν. ἔστι δὲ καὶ κατ’ αὐτὴν τὴν ῥῖνα
7. τρίτη τις ἄλλη παρ’ αὐτὰς ῥαφὴ, κοινὴ τῶν ἰδίων αὐτῆς
8. ὀστῶν, ἀπὸ τοῦ μεσοφρύου μὲν ἀρχομένη, φερομένη δ’ εὐθεῖα
9. δι’ ὅλης αὐτῆς. τὸ κάτω δὲ τῶν ὀστῶν τούτων πέρας
10. ἐπίφυσιν ἔχει χονδρωδῶν σωμάτων λεπτῶν, ἃ καλεῖται πτερύγια.
11. λοιπὸν δ’ ἐστὶν ἓν ὀστοῦν ἐπὶ τῷ πέρατι τῆς γένυος,
12. ἐν ᾧ τῶν τομέων ὀδόντων αἱ ῥίζαι τε καὶ τὰ φάτνια
13. περιέχονται. φαίνεται δὲ ὡς τὰ πολλὰ μὲν ἁπλοῦν τοῦτο
14. δι’ ἀκρίβειαν ἁρμονίας τῶν συντιθέντων αὐτό. ποτὲ μὲν
15. δὴ καὶ σαφῶς ἐν τοῖς ἐπιπλεῖον ἐξηρασμένοις σκελετοῖς ἡ
16. ῥαφὴ φαίνεται, κατ’ εὐθεῖαν τεταμένη τῇ δι’ ὅλου τοῦ
17. οὐρανίσκου φερομένῃ. δῆλον οὖν ἤδη γέγονεν, ὡς εὐλόγως
1. διαπεφώνηται τὸ πλῆθος τῶν ὀστῶν τῆς ἄνω γένυος. ἔνιοι
2. μὲν γὰρ οὐχ ἓξ, ἀλλὰ δύο τὰ πρῶτα πάντων ἀριθμοῦσι,
3. τὰ κατ’ αὐτοὺς τοὺς ὀφθαλμοὺς ἔνδον, τὰ σμικρὰ παραλιπόντες.
4. ἔνιοι δὲ καὶ τὰς κάτω συντρήσεις τῆς ῥινὸς τοῖς
5. μεγάλοις προσνέμουσιν. εἰσὶ δὲ καὶ οἳ χωρίζουσι μὲν ἐκείνων,
6. ἓν δὲ ἄμφω ποιοῦσιν αὐτά. καὶ δὴ καὶ τὸ κατ’
7. ἄκραν τὴν γένυν, ὡς εἴρηται, τινὲς μὲν ἁπλοῦν εἶναί φασιν,
8. ἔνιοι δὲ ἐκ δυοῖν συγκεῖσθαι. καὶ πρὸ τούτων ἁπάντων τὸ
9. σφηνοειδὲς οἱ πλεῖστοι συναριθμοῦσι τοῖς τῆς ἄνω γένυος
10. ὀστοῖς. ὥστε, εἰ μὲν τὰ πλεῖστά τις ἀποφαίνεσθαι βούλοιτο,
11. πέντε καὶ δέκα καθ’ ὅλην εἶναι τὴν ἄνω γένυν, εἰ δὲ εἰς
12. ἐλάχιστον ἀριθμὸν συστέλλοι, μὴ πλείω τῶν ὀκτώ. καὶ δὴ
13. καταλέξω πάντα ἐφεξῆς, ἀπὸ προτέρας ἀρξάμενος τῆς εἰς τὰ
14. πέντε καὶ δέκα διαιρέσεως. ἓξ μὲν ἔσται τὰ πρῶτα ῥηθέντα,
15. περιεχόμενα δὲ ὑπὸ τῆς κοινῆς τῇ κεφαλῇ ῥαφῆς,
16. καὶ τῆς μὲν ἀπὸ τῶν κροτάφων ὑπὸ τὸ ζύγωμα καὶ τὰ
17. κάτω βλέφαρα τῶν ὀφθαλμῶν ἐπὶ τὸ μεσόφρυον ἀναφερομένης.
18. δύο δ’ ἐφεξῆς αὐτῶν τὰ μεγάλα, καθ’ ἃ καὶ τὰ μῆλα 
1. καὶ τοὺς ὀδόντας ὀλίγου δεῖν ἅπαντας ἔφαμεν ἐγκεῖσθαι.
2. καὶ δύο ἄλλα, τὰ κατὰ τὰς τῆς ῥινὸς συντρήσεις. εἶτα
3. πρὸς τούτοις ἄλλα δύο, τὰ τῆς ῥινὸς αὐτῆς. εἶτ’ ἐπ’ αὐτοῖς
4. ἄλλα δύο κατ’ ἄκραν τὴν γένυν, ἐν οἷς οἱ τομεῖς ὀδόντες.
5. καὶ πρὸ τούτων ἁπάντων τὸ σφηνοειδὲς, ἀζυγὲς ὂν ἐν ἅπασι
6. μόνον. ἡ δ’ εἰς ὀκτὼ τὰ πάντα τῆς ἄνω γένυος ὀστᾶ
7. διαίρεσις ᾧδε ἔχει. τὰ μὲν ἕξ τὰ πρῶτα δύο ἀριθμεῖται·
8. τὸ δὲ κατ’ ἄκραν τὴν γένυν ἓν, ὥσπερ καὶ τὸ κατὰ τὰς
9. συντρήσεις τῆς ῥινός· αὐτῆς δὲ τῆς ῥινὸς ἴδια δύο· καὶ
10. λοιπὰ δύο τὰ μέγιστα τῶν ἐν ὅλῃ τῇ γένυϊ, τὰ κατὰ τὰ
11. μῆλά τε καὶ τοὺς ὀδόντας, ὀλίγου δεῖν, ἅπαντας, ὡς ἔμπροσθεν
12. εἴρηται· καὶ τὸ σφηνοειδὲς, ἀζυγὲς ὂν ἐν ἅπασι
13. μόνον.

Cliquer un n° de page pour en afficher l’image