Galenus. De ossibus ad tirones (De oss. ad tir.) [n° 012 Fichtner] [GalLat]

Περὶ ὀστῶν τοῖς εἰσαγομένοις
Os pour les débutants
Bones for Beginners (Oss.)
Garofalo, Debru, 2005.
De ossibus ad tirones, 1821, vol. 2, p. 732-778. urn:cts:greekLit:tlg0057.tlg012.verbatim-lat1
Von Töply, 1914 (deu); Mayo Goss, Goss Chodkowski, 1984 (eng); Garofalo, Debru, 2005 (fra).

De ossibus ad tirones, 5, ed. Kühn, 1821, vol. 2, p. 752-754. urn:cts:greekLit:tlg0057.tlg012.1st1K-grc1:5

14. Ἐν τοῖς ὀστοῖς ἀριθμητέον ἐστὶ καὶ τοὺς
15. ὀδόντας, εἰ καί τισι τῶν σοφιστῶν οὐ δοκεῖ. καίτοιγε δίκαιοι
16. ἦσαν, εἰ μὴ τοῦτο καλεῖν αὐτοὺς ἐπιτρέπουσιν
17. ἡμῖν, ἑτέραν δοῦναι προσηγορίαν αὐτοῖς. ὅτι μὲν γὰρ
18. οὔτε χόνδρους, οὔτε ἀρτηρίας, οὔτε φλέβας, οὔτε νεῦρα
1. προσῆκεν ὀνομάζειν αὐτοὺς, ἄντικρυς δῆλον· πολὺ δὲ δὴ
2. μᾶλλον, οὔτε πιμελὰς, ἢ τρίχας, ἢ σάρκας, ἢ ἀδένας,
3. οὐδ’ ἄλλο οὐδὲν ἁπλῶς τῶν κατὰ τὸ σῶμα μορίων. εἴπερ
4. οὖν μήτ’ ἐν τῇ τῶν φλεβῶν ἀνατομῇ, μήτ’ ἐν τῇ τῶν ἀρτηριῶν,
5. μήτ’ ἐν τῇ τῶν νεύρων, ἢ μυῶν, ἢ σπλάγχνων
6. ἐροῦμεν ὑπὲρ αὐτῶν, ἀλλὰ μηδὲ ἐν τῇ νῦν ἐνεστώσῃ τῇ
7. περὶ ὀστῶν, οὐδ’ ὅλως ἐροῦμεν οὐδέποτε περὶ αὐτῶν. τοῖς
8. μὲν δὴ σοφισταῖς μακρὰν χαίρειν ῥητέον. ὀδόντες δ’ ἑκκαίδεκα
9. ὑπάρχουσι καθ’ ἑκατέραν τὴν γένυν, ἔμπροσθεν μὲν
10. τέσσαρες, οἱ τομεῖς ὀνομαζόμενοι, μονόῤῥιζοι πάντες· ἐφεξῆς
11. δὲ αὐτῶν ἑκατέρωθέν εἰσιν οἱ κυνόδοντες, μονόῤῥιζοι
12. καὶ αὐτοί· εἶθ’ οἱ γόμφιοι τούτων ἑξῆς ἑκατέρωθεν πέντε,
13. τρίῤῥιζοι μὲν οἱ ἐν τῇ ἄνω γένυϊ, δυοῖν δὲ ῥιζῶν οἱ ἐν τῇ
14. κάτω. πλὴν πολλάκις εὑρίσκονται τετράῤῥιζοι μέν τινες
15. τῶν ἄνω, τρίῤῥιζοι δὲ τῶν κάτω, καὶ μάλιστα οἱ πρῶτοι
16. πάντων ἔσωθεν δύο, σπανιώτερον δὲ ὁ τρίτος. τισὶ δὲ οὐ
17. πέντε καθ’ ἑκάτερον, ἀλλὰ τέσσαρες ἢ ἓξ ἔφυσαν οἱ γόμφιοι.
18. καλοῦνται δὲ οὐχ οὕτω μόνον, ἀλλὰ καὶ μύλαι θηλυκῶς,
1. ἐκ μεταφορᾶς, οἶμαι, τοὔνομα λαβόντες, ὅτι τρίβομεν
2. ἐν αὐτοῖς καὶ λειοῦμεν τὰ σιτία, καθάπερ ταῖς μύλαις
3. τοὺς Δημητρίους καρπούς. ἀλλὰ καὶ οἱ κυνόδοντες,
4. ὁμοιότατοι τοῖς τῶν κυνῶν ὑπάρχοντες, ἀπ’ ἐκείνων ὠνομάσθησαν.
5. οἱ δὲ τομεῖς ἀπὸ τοῦ τέμνειν αὐτοὺς, ὥσπερ
6. σμίλῃ, ὅσα δύναται τέμνεσθαι σιτία. δύναται δὲ δηλονότι
7. τὰ μαλακὰ, πρὸς ἃ δὴ γεγόνασιν ὑπὸ τῆς φύσεως, ὥσπερ
8. καὶ πρὸς τὰ σκληρὰ τοὺς κυνόδοντας ἐποίησεν, οὐ τέμνειν,
9. ἀλλὰ θλᾷν ἱκανῶς. γεγόμφωνται δ’ ἅπαντες ἐν τοῖς τῶν
10. φατνίων βοθρίοις. φάτνια μὲν γὰρ αὐτὰ τὰ περιέχοντα αὐτοὺς
11. ὀστᾶ, βόθρια δὲ αἱ κοιλότητες, ἐν αἷς ἐμπεπήγασιν,
12. ὀνομάζονται. μετειλήφασι δὲ τῶν ἀπὸ ἐγκεφάλου νεύρων
13. τῶν μαλακῶν ὀδόντες μόνοι τῶν ἄλλων ὀστῶν, ὅθεν περ
14. καὶ σαφῶς αἰσθάνονται μόνοι.

Cliquer un n° de page pour en afficher l’image