Galenus. De ossibus ad tirones (De oss. ad tir.) [n° 012 Fichtner] [GalLat]

Περὶ ὀστῶν τοῖς εἰσαγομένοις
Os pour les débutants
Bones for Beginners (Oss.)
Garofalo, Debru, 2005.
De ossibus ad tirones, 1821, vol. 2, p. 732-778. urn:cts:greekLit:tlg0057.tlg012.verbatim-lat1
Von Töply, 1914 (deu); Mayo Goss, Goss Chodkowski, 1984 (eng); Garofalo, Debru, 2005 (fra).

De ossibus ad tirones, 8, ed. Kühn, 1821, vol. 2, p. 756-759. urn:cts:greekLit:tlg0057.tlg012.1st1K-grc1:8

3. Τῶν κατὰ τὸν αὐχένα σπονδύλων οἱ πρῶτοι
4. μὲν δύο διήρθρωνται πάντῃ· τῶν δὲ ἄλλων τῶν πέντε
5. τὸ πρόσω μέρος ἰσχυρὸς συμφύει δεσμός. οὐ γὰρ δὴ διὰ
6. χόνδρου γε συμφύονται, καθάπερ οἴονταί τινες· ἀλλ’ ὁ τὰς
7. τοῦ νωτιαίου δύο μήνιγγας ἔξωθεν περιλαμβάνων χιτὼν,
8. εἰς τὴν μεταξὺ χώραν αὐτῶν παρεμπίπτων, κοινὸς ἀμφοτέρων
9. γίνεται δεσμός. οὕτω δὲ καὶ κατὰ πάντας ἔχει τοὺς
10. σπονδύλους πλὴν τῶν πρώτων δυοῖν, ὡς εἰρήσεται. διττῶν
11. δὲ οὐσῶν κινήσεων τῆς κεφαλῆς, τῆς μὲν ἐπινευόντων τε καὶ
12. ἀνανευόντων, τῆς δὲ ἐν τῷ περιάγειν ἐφ’ ἑκάτερα, τὴν μὲν
13. προτέραν ἡ τοῦ δευτέρου σπονδύλου πυρηνοειδὴς ἀπόφυσις
14. ἐργάζεται μάλιστα, τὴν δὲ ἑτέραν ἡ τοῦ πρώτου πρὸς τὰ
15. κορωνὰ τῆς κεφαλῆς διάρθρωσις. ἀλλ’ αὗται μὲν διὰ τῶν
16. πλαγίων γίγνονται μερῶν τοῦ τε πρώτου σπονδύλου καὶ
17. αὐτῆς τῆς κεφαλῆς· ἡ δὲ πυρηνοειδὴς ἀπόφυσις ἀνάντης 
1. μέν ἐστιν, ἀπὸ δὲ τῶν προσθίων ἀρχομένη μερῶν τοῦ δευτέρου
2. σπονδύλου συνδεῖται τῇ κεφαλῇ διά τινος εὐρώστου
3. τε ἅμα καὶ στρογγύλου συνδέσμου. καὶ δὴ καὶ χώραν ἐπιτήδειον
4. ὁ πρῶτος σπόνδυλος αὐτῇ παρέχει, καθ’ ἣν ἀσφαλῶς
5. στηρίζεται, καί τις ἕτερος ἐγκάρσιος δεσμὸς, ἐν αὐτῷ
6. τῷ πρώτῳ σπονδύλῳ γενόμενος, ἔσωθεν ἐπιβέβληται κατ’
7. αὐτῆς. ἔνιοι μὲν ταύτην ὀδοντοειδῆ καλοῦσιν ἀπόφυσιν·
8. Ἱπποκράτης δὲ καὶ ὅλον τὸν δεύτερον σπόνδυλον ὀδόντα
9. προσηγόρευσεν ἀπ’ αὐτῆς. ἔχει δὲ καὶ ἄλλας ὁ πρῶτος
10. σπόνδυλος δύο κοιλότητας ἐπιπολαίας γληνοειδεῖς ἐν τοῖς
11. κάτω μέρεσιν αὑτοῦ, παραπλησίας ταῖς ἄνωθεν. εἰσὶ δὲ εἰκότως
12. αἱ μὲν ἄνωθεν μείζους, ὡς ἂν τῇ κεφαλῇ διαρθρούμεναι,
13. μικρότεραι δὲ αἱ κάτωθεν, αἷς περιβέβληκε τὸν δεύτερον
14. σπόνδυλον. ἔστι δὲ ὁ μὲν πρῶτος εὐρύτατός τε ἅμα καὶ
15. ἰσχνότατος, ὁ δὲ ἐφεξῆς αὐτοῦ στενώτερος μὲν, ἀλλ’ ὅμως
16. εὐρωστότερος. οὕτω δὲ καὶ οἱ ἄλλοι πάντες οἱ μετ’ αὐτόν.
17. ἐφ’ ὅσον γὰρ ὁ νωτιαῖος, εἰς τὰς τῶν νεύρων ἀποφύσεις καταναλισκόμενος,
18. ἰσχνότερος ἑαυτοῦ γίνεται, ἐπὶ τοσοῦτο καὶ
1. αἱ τῶν κατωτέρω σπονδύλων εὐρύτητες ἐλαττοῦνται· ἑκάστη
2. γὰρ ἴση τῷ πάχει τοῦ περιεχομένου καθ’ ἑαυτὴν ὑπάρχει
3. νωτιαίου. τουτὶ μὲν οὖν κοινὸν ἅπασι τοῖς σπονδύλοις
4. ἐστὶν, ὥσπερ γε καὶ αἱ εἰς τὸ πλάγιον ἀποφύσεις, ἔτι τε
5. πρὸς ταύταις ἀνάντεις τε καὶ κατάντεις ἀποφύσεις, καθ’
6. ἃς πρὸς ἀλλήλους διαρθροῦνται· τῶν δὲ ἄλλων τὰ μὲν
7. πλεῖστα κοινὰ, διαφέροντα δὲ ὀλίγα, περὶ ὧν ἐφεξῆς ἐρῶ.
8. τὴν ὀπίσθιον ἀπόφυσιν, ἣν ἄκανθαν ὀνομάζουσιν, ἅπαντες
9. ἔχουσι πλὴν τοῦ πρώτου σπονδύλου· τούτῳ δὲ ἐν τοῖς
10. ἔμπροσθέν ἐστιν ἀπόφυσις μικρὰ μόνῳ. τῶν δὲ ἄλλων
11. ἁπάντων τὰς πλαγίας ἀποφύσεις ἀεὶ διατετρημένας ἔχουσιν
12. οἱ κατὰ τὸν τράχηλον μόνοι πλὴν τοῦ ἑβδόμου, ὅσπερ δὴ
13. καὶ ἔσχατος αὐτῶν ὑπάρχει· σπανίως δ’ ἄν ποθ’ εὕροις
14. καὶ τούτῳ διατετρημένας. τὰς δὲ αὐτὰς ἀποφύσεις ἀτρέμα
15. πως δισχιδεῖς οἱ κατὰ τὸν τράχηλον ἔχουσι μόνοι πλὴν
16. τῶν πρώτων δυοῖν· ἁπλαῖ γὰρ τούτοις εἰσί. τῷ δὲ ἕκτῳ
17. διτταὶ σαφῶς εἰσι καὶ μέγισται τῶν ἄλλων ἁπασῶν, ὥσπερ
18. γε καὶ αὐτός ἐστι μέγιστος· καὶ ἡ ἑτέρα δὲ αὐτῶν ἡ ἔνδον
1. ἱκανῶς πλατεῖα. πρόμηκες δὲ ἑκάστου τὸ πρόσθιον μέρος,
2. ᾧ καὶ συμφύονται πρὸς ἀλλήλους, τοῖς ἐν τῷ τραχήλῳ μάλιστά
3. ἐστι πλὴν τοῦ πρώτου. τοῖς δὲ ἐκφυομένοις τοῦ
4. νωτιαίου νεύροις καὶ κατὰ τὰς συμβολὰς τῶν σπονδύλων
5. διεκπίπτουσιν ἑκάτερος τῶν τοῦ τραχήλου σπονδύλων ἴσον
6. πως συντελεῖ τῷ πρώτῳ· τῶν δὲ ἄλλων ἁπάντων ὁ ὑπερκείμενος
7. ἤτοι τὸ πλεῖστον, ἢ τὸ σύμπαν.

Cliquer un n° de page pour en afficher l’image