Galenus. De ossibus ad tirones (De oss. ad tir.) [n° 012 Fichtner] [GalLat]

Περὶ ὀστῶν τοῖς εἰσαγομένοις
Os pour les débutants
Bones for Beginners (Oss.)
Garofalo, Debru, 2005.
De ossibus ad tirones, 1821, vol. 2, p. 732-778. urn:cts:greekLit:tlg0057.tlg012.verbatim-lat1
Von Töply, 1914 (deu); Mayo Goss, Goss Chodkowski, 1984 (eng); Garofalo, Debru, 2005 (fra).

De ossibus ad tirones, Prooemium, ed. Kühn, 1821, vol. 2, p. 732-739. urn:cts:greekLit:tlg0057.tlg012.1st1K-grc1:Prooemium

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΟΣΤΩΝ ΤΟΙΣ

ΕΙΣΑΓΟΜΕΝΟΙΣ.

ΠΡΟΟΙΜΙΟΝ.

1. Τῶν ὀστῶν ἕκαστον οἷόν τέ ἐστιν αὐτὸ καθ’ ἑαυτὸ καὶ
2. ὡς ἔχει τῆς πρὸς ἄλληλα συντάξεως, ἐπίστασθαί φημι χρῆναι
3. τὸν ἰατρὸν, εἴπερ γε ὀρθῶς μέλλει τά τε κατάγματα
4. αὐτῶν καὶ τὰ ἐξαρθρήματα ἰᾶσθαι. δῆλον γὰρ δὴ, ὡς
5. ἐν ἅπασι τοῖς ἐν ἰατρικῇ σκοπὸν ἔχειν δεῖ τὸ κατὰ φύσιν.
6. ὅστις δὲ τοῦτο ἀγνοεῖ, οὔτε ὅπη τὰ πεπονθότα τῆς φύσεως
7. ἐξίσταται, οὔτε ὡς χρὴ αὐτὰ ἐπανάγειν εἰς τὸ κατὰ φύσιν,
1. εἴσεται· ὥστε οὐδὲ γνωρίζειν τὰς νόσους, οὐδ’ ἰᾶσθαι ὀρθῶς
2. δυνήσεται. ἔστι μὲν δὴ τὰ ὀστᾶ σκληρότατά τε καὶ
3. ξηρότατα τοῦ ζώου μόρια, καὶ, ὡς ἂν εἴποι τις, γεωδέστατα.
4. ὑποβέβληται δὲ καὶ οἷον ὑπερήρεισται τῇ λοιπῇ τοῦ σώματος
5. οὐσίᾳ, καθάπερ τινὰ θεμέλια· πάντα γὰρ ἐπὶ τοῖς
6. ὀστοῖς πέφυκέ τε καὶ ἐστήρικται. εἰσὶ δὲ ἐν αὐτοῖς τὰ μὲν
7. μεγάλα, κοιλίας μεγάλας ἔχοντα, μυελοῦ πλήρη· τὰ δὲ
8. σμικρά τε καὶ στερεά ἐστι, καὶ ἀμύελα, καὶ οὐδεμίαν αἰσθητὴν
9. ἔχει κοιλότητα. τῶν δὲ μεγάλων τοῖς πλείστοις
10. ἐπιφύσεις εἰσὶ κατὰ τὸ πέρας ἑτέρων ὀστῶν, οἷον βραχίονι
11. μὲν ἄνω, πήχει δὲ κάτω, κερκίδι δὲ καὶ μηρῷ, καὶ κνήμῃ,
12. καὶ περόνῃ κατ’ ἄμφω. γένυς δὲ ἡ κάτω μυελὸν μὲν ἔχει,
13. ἐπίφυσιν δὲ οὐκ ἔχει, ἀλλὰ τῶν περάτων αὐτῆς τὸ μὲν
14. κάτω κατὰ σύμφυσιν ἥνωται, τὸ δὲ ἄνω δύο ἀποφύσεις
15. ἔχει, τὴν μὲν κορώνην, τὴν δὲ αὐχένα μόνον. διαφέρει γὰρ
16. ἀπόφυσις ἐπιφύσεως, ὅτι ἡ μὲν ἐπίφυσις ἑτέρου πρὸς ἕτερόν
17. ἐστιν ἕνωσις, ἡ δὲ ἀπόφυσίς ἐστι τοῦ σύμπαντος ὀστοῦ
1. μέρος. χρὴ δὲ ἴσως καὶ περὶ τῶν ἄλλων ὀνομάτων, οἷς
2. χρησόμεθα κατὰ τὸν λόγον, ἤδη διελθεῖν, ὅπως μὴ μεταξὺ
3. τῆς διηγήσεως χρωμένων αὐτοῖς ἢ ἀσαφὲς γένηται τὸ
4. λεγόμενον, ἢ τὸ συνεχὲς τῆς διδασκαλίας διακόπτηται, τὸ
5. παραπίπτον ἀεὶ σαφηνίζειν προαιρουμένων ἡμῶν. ἄριστον
6. δέ μοι δοκεῖ, ἐνθένδε ποθὲν ἄρξασθαι. τῶν ἐν τοῖς ἀνθρώποις
7. ὀστῶν ἁπάντων συνημμένων ἀλλήλοις ἡ μὲν ὅλη
8. σύνταξις ὀνομάζεται σκελετός· ὥστε τινὲς ἤδη καὶ τὰς βίβλους
9. αὑτῶν, ἐν αἷς περὶ ὀστῶν διελέχθησαν, οὕτως ἐπέγραψαν
10. Περὶ σκελετοῦ. ἔστι δὲ ὁ τρόπος τῆς συνθέσεως αὐτῶν
11. διττὸς κατὰ γένος, ὁ μὲν ἕτερος κατὰ ἄρθρον, ὁ δὲ ἕτερος
12. κατὰ σύμφυσιν. εἴδη δὲ ἑκατέρου καὶ διαφοραὶ πλείους εἰσί.
13. τὸ μὲν οὖν ἄρθρον ἐστὶ σύνταξις ὀστῶν φυσική· ἡ δὲ σύμφυσις
14. ἕνωσις ὀστῶν φυσική. πρόσκειται δὲ ἑκατέρῳ τῶν ὅρων τὸ
15. φυσικὴ, ὅτι καὶ τὰ παραρθρήσαντα ἢ ἐξαρθρήσαντα παράκειται
16. μὲν ἀλλήλοις. ἀλλ’ οὐ φύσει, καὶ ὅσα κατεαγέντα συνέφυσε
17. πῶρον, ἑνοῦται μὲν, ἀλλ’ οὐ φύσει. Ἱπποκράτης δὲ καὶ
1. θατέρου τῶν συνταττομένων ὀστῶν τὸ πέρας ἄρθρον ὀνομάζει
2. πολλάκις, οὐ μὴν ὁπότερόν γε ἔτυχεν, ἀλλὰ τὸ
3. περιφερές τε καὶ τῇ κοιλότητι τοῦ πλησιάζοντος ἐμβεβηκός.
4. διαφοραὶ δὲ τοῦ μὲν ἄρθρου δύο εἰσὶ, διάρθρωσίς τε καὶ
5. συνάρθρωσις· ἀλλήλων δὲ διαλλάττουσι τῷ τῆς κινήσεως
6. ποσῷ. ἡ μὲν γὰρ διάρθρωσις ὀστῶν ἐστι σύνταξις ἐναργῆ
7. τὴν πρὸς ἄλληλα κίνησιν ἐχόντων, ἡ δὲ συνάρθρωσις
8. ὀστῶν μὲν καὶ αὐτὴ σύνθεσίς ἐστιν, οὐ μὴν ἐναργῆ γε τὴν
9. κίνησιν οὐδὲ μεγάλην, ἀλλ’ ἀμυδράν τε καὶ δυσφώρατον
10. ἐχόντων. ὅτι δὲ οὐδὲν διαφέρει, σύνταξιν ὀστῶν, ἢ σύνθεσιν,
11. ἢ ὁμιλίαν εἰπεῖν, ἄντικρυς δῆλον. εἴδη δέ ἐστι
12. τῆς μὲν διαρθρώσεως τρία· καλεῖται δὲ ὑπὸ τῶν νεωτέρων
13. ἰατρῶν τὸ μὲν ἐνάρθρωσις, τὸ δὲ ἀρθρωδία, τὸ δὲ γίγγλυμος.
14. ταῦτα μὲν οὖν τὰ εἰρημένα ὀνόματα τοῖς παλαιοῖς ἰατροῖς οὐ
15. πάνυ τι συνήθη· τὸ δὲ ἐνηρθρῶσθαι, καὶ τὸ ἀρθρωδῶς,
16. καὶ τὸ γιγγλυμοειδῶς ἀλλήλοις συμβάλλειν, ἔτι τε πρὸς τούτοις
17. καὶ τὸ ἀρθρῶδες, καὶ τὸ γιγγλυμοειδὲς εὑρεῖν ἐστι καὶ
1. παρ’ ἐκείνοις γεγραμμένα. καὶ οὐδὲν ἴσως ἄτοπον ὀνοματοποιεῖν
2. ἕνεκα σαφοῦς διδασκαλίας, ἀπὸ τῶν ἤδη κειμένων
3. παράγοντας. ἐνάρθρωσις μὲν οὖν ἐστιν, ὅταν ἡ ὑποδεχομένη
4. κοιλότης βάθος ἱκανὸν ἔχῃ, καὶ ἡ ἐγκαταβαίνουσα
5. κεφαλὴ προμήκης ὑπάρχῃ. ἀρθρωδία δέ ἐστιν, ὅταν ἥ τε
6. κοιλότης ἐπιπόλαιος ᾖ, καὶ ἡ κεφαλὴ ταπεινή. καλῶ δὲ
7. προμήκη καὶ ταπεινὴν κεφαλὴν ἐπὶ τοὺς αὐχένας ἀναφέρων
8. ἑκατέραν, ἐφ’ οἷς πεφύκασιν. οἱ δὲ αὐχένες ἀποφύσεις
9. εἰσὶ τῶν ὀστῶν ἰσχναὶ, τελευτῶσι δὲ εἰς παχύτερόν τε καὶ
10. περιφερὲς πέρας, ὃ δὴ καλεῖται κεφαλή. ὅταν δὲ εἰς ὀξὺ
11. τελευτήσῃ πέρας ἡ ἀπόφυσις, οὐκέτι αὐχὴν, ἀλλὰ κορώνη
12. καλεῖται· διαφέρει δὲ οὐδὲν, οὐδ’ εἰ κορωνὸν εἴποις. καὶ
13. τῶν ὑποδεχομένων δὲ τὰς κεφαλὰς κοιλοτήτων ἡ μὲν βαθυτέρα
14. κοτύλη καλεῖται, καὶ σύνηθες ἅπασι τοῖς ἰατροῖς
15. τοὔνομα, ἡ δὲ ἐπιπολῆς ὑπ’ ἐνίων ὠνόμασται γλήνη.
16. τὸ δὲ τρίτον εἶδος τῆς διαρθρώσεως, ὃ δὴ γίγγλυμον
17. ἔφαμεν ὀνομάζεσθαι, τῶν συνταττομένων ἀλλήλοις ὀστῶν 
1. ἀντεμβαινόντων γίνεται, καθάπερ ἐπὶ τῶν σπονδύλων ἔχει,
2. καὶ τῆς τοῦ πήχεως πρὸς τὸν βραχίονα διαρθρώσεως. διαφορά
3. τίς ἐστι καὶ ἐν τούτοις, ἐπὶ μὲν τῶν σπονδύλων τοῦ
4. μέσου τὴν ἀντέμβασιν ἑκατέρῳ τῶν πέριξ, ἐπὶ δὲ βραχίονός
5. τε καὶ πήχεως εἰς ἀλλήλους ποιουμένων. τῆς δὲ συναρθρώσεως
6. καὶ αὐτῆς ἐστιν εἴδη τρία, ῥαφὴ, καὶ γόμφωσις,
7. καὶ ἁρμονία. ῥαφὴ μὲν ἡ ὁμοία τοῖς ἐῤῥαμμένοις σύνθεσις,
8. ὡς ἐπὶ τῆς κεφαλῆς ὀστῶν ἔχει. σαφηνίζειν δὲ αὐτὴν
9. βουληθέντες, οἱ μὲν πριονοειδῆ σύνταξιν ἀφορίζονται,
10. οἱ δὲ εἰς ὄνυχα σύμπηξιν· δηλοῦντες, οἶμαι, καὶ ἀναμιμνήσκοντες
11. ἡμᾶς, οἱ μὲν τῆς τῶν πριόνων εἰς ἀλλήλους ἀντεμβάσεως,
12. ὅταν ἐκ θατέρου κυρτότητες εἰς τὰς τοῦ πλησιάζοντος
13. ἀντεμβαίνωσι κοιλότητας, οἱ δὲ τῆς τῶν λεγομένων
14. εἰς ὄνυχα συμπήγνυσθαι· γίνεται δὲ αὕτη, τῶν κυρτοτήτων,
15. ὄνυχι τὸ σχῆμα παραπλησίων, εἰς ἐπιτηδείους ὑποδέξασθαι
16. κοιλότητας ἐμβαινουσῶν. ἡ δὲ ἁρμονία συνάρθρωσίς ἐστι
17. κατὰ γραμμὴν ἁπλῆν. ἔχει δὲ οὕτω πρὸς ἄλληλα καὶ τῶν
18. τῆς ἄνω γένυος ὀστῶν ἔνια, καὶ τῶν τῆς κεφαλῆς πρὸς
1. ταῦτα. ἡ δὲ γόμφωσις συνάρθρωσίς ἐστι κατ’ ἔμπηξιν.
2. ἐπαμφοτερίζει δέ πως ἤδη τοῦτο καὶ πλησίον ἐστὶ τῆς συμφύσεως,
3. ὥσθ’, ὅταν ἀκριβῶς ἐγγομφωθῇ τι, μηδὲ βραχυτάτην
4. αὐτῷ κίνησιν ἀπολείπεσθαι, καθάπερ ἐπὶ τῶν ὀδόντων
5. ἔχει. ἀλλ’ ὅτι γε οὐ συμπεφύκασιν οὗτοι τοῖς φατνίοις, οἱ
6. ἐξαιρούμενοί τε καὶ αὐτομάτως ἐκπίπτοντες δηλοῦσιν. ἐπεὶ
7. δὲ περί τε τῶν διαφορῶν καὶ τῶν εἰδῶν ἁπάντων τῶν κατὰ
8. τὸ ἄρθρον εἴπομεν, ἐφεξῆς ἂν εἴη καιρὸς περὶ τῆς συμφύσεως
9. εἰπεῖν. εἰσὶ δὲ καὶ ταύτης δύο μὲν αἱ πρῶται διαφοραί.
10. τὰ μὲν γὰρ ἀλλήλοις, τὰ δὲ δι’ ἄλλων συμφύεται·
11. ἀλλήλοις μὲν τὰ χαυνότερά τε καὶ μαλακώτερα, δι’ ἄλλων
12. δὲ τὰ ξηρότερά τε καὶ πυκνότερα. ταύτης δ’ αὐτῆς τῆς
13. δι’ ἄλλων συμφύσεως τρεῖς εἰσιν αἱ πᾶσαι διαφοραί. ὀνόματα
14. δ’ αὐτῶν οὐκ ἔστι παλαιά. τῷ μέντοι βουλομένῳ
15. τοῖς νεωτέρων χρήσασθαι καλεῖν ἔξεστι συγχόνδρωσιν μὲν
16. τὴν διὰ χόνδρου σύμφυσιν, συννεύρωσιν δὲ τὴν διὰ νεύρου,
17. συσσάρκωσιν δὲ τὴν διὰ σαρκός. ἐπεὶ δὲ καὶ τοῦ τῶν
1. νεύρων ὀνόματος ἐμνημονεύσαμεν, καλῶς ἂν ἔχοι καὶ περὶ.
2. τούτων διορίζεσθαι. τρία τοίνυν εἶναι τῶν νεύρων ἔφασαν
3. γένη· κωλύει δὲ οὐδὲν ἢ διαφορὰς ἢ εἴδη προσαγορεύειν
4. αὐτά. καλοῦσι δὲ τὰ μέν τινα προαιρετικὰ, τὰ ἐξ ἐγκεφάλου
5. καὶ νωτιαίου πεφυκότα· τὰ δέ τινα συνδετικά·
6. τούτων δὲ ἡ γένεσις ἐκ τῶν ὀστῶν. ἡ τρίτη δὲ αὐτῶν διαφορὰ
7. καλεῖται μὲν τένων, ἐκφύεται δὲ ἐκ μυός. ἵνα δὲ οὖν
8. μηδ’ ἐνταῦθά τις ἀσάφεια γένηται διὰ τὴν ὁμωνυμίαν, ὅσα
9. μὲν ἐξ ἐγκεφάλου καὶ νωτιαίου φύεται, νεῦρα ταῦτα προσαγορεύομεν
10. προαιρετικά· ὅσα δὲ ἐκ μυῶν, τένοντας· ὅσα δὲ
11. ἐξ ὀστῶν, συνδέσμους. ἐπὶ ταύτῃ τῶν ὀνομάτων τῇ συνθήκῃ
12. καιρὸς ἂν εἴη λέγειν ἤδη περὶ τῶν ὀστῶν ἰδίᾳ καθ’
13. ἕκαστον, ἀρξαμένους ἀπὸ τοῦ κρανίου. καλοῦσι γὰρ οὕτω
14. τὸ τῇς κεφαλῆς ὀστοῦν.

Cliquer un n° de page pour en afficher l’image