Galenus. De venarum arteriarumque dissectione (De ven. arter. dissect.) [n° 013 Fichtner] [GalLat]

Περὶ φλεβῶν καὶ ἀρτηριῶν ἀνατομῆς
Anatomie des veines et des artères
The Anatomy of Veins and Arteries (Ven. Art. Diss.)
Garofalo, Debru, 2008.
De venarum arteriarumque dissectione, 1821, vol. 2, p. 779-830. urn:cts:greekLit:tlg0057.tlg013.verbatim-lat1
Mayo Goss, 1961 (eng); Garofalo, Debru, 2008 (fra).

De venarum arteriarumque dissectione, 1, ed. Kühn, 1821, vol. 2, p. 779-785. urn:cts:greekLit:tlg0057.tlg013.1st1K-grc1:1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΛΕΒΩΝ ΚΑΙ

ΑΡΤΗΡΙΩΝ ΑΝΑΤΟΜΗΣ.

1. Σύνοψιν φλεβῶν καὶ ἀρτηριῶν ἀνατομῆς,
2. Ἀντίσθενες φίλτατε, βουληθέντι σοι παρ’ ἐμοῦ δοθῆναι
3. μνήμης ἕνεκεν ὧν ἐθεάσω δεικνυμένων ἐν πιθήκου σώματι,
4. διὰ τούτου τοῦ λόγου πεποίημαι. ἡ δὲ ἀκριβεστέρα ἐξήγησις
5. οὐ τούτων μόνων, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων
6. μορίων, ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται. νυνὶ δὲ,
7. ἵνα καὶ σαφὴς ὁ λόγος γένοιτο, δένδρου πρέμνον ἐννόησόν
1. τι κάτω μὲν εἰς πολλὰς ῥίζας, ἄνω δὲ εἰς ἀκρέμονας σχιζομένου.
2. οὕτω γὰρ οὐχ Ἱπποκράτης μόνος, ἀλλὰ καὶ οἱ
3. μετ’ αὐτὸν οἱ δοκιμώτατοι τῶν ἀνατομικῶν εἰκάζουσιν. αἱ
4. μὲν οὖν εἰς τὴν γαστέρα καὶ ἔντερα καθήκουσαι φλέβες
5. ἀνάλογοι ῥίζαις εἰσίν· ἣν δὲ ὀνομάζουσιν ἡπατῖτίν τε καὶ
6. κοίλην, οἷόν τι πρέμνον ἁπασῶν ὑπάρχει τῶν καθ’ ὅλον τὸ
7. σῶμα φλεβῶν. οὕτω δὲ καὶ τῶν ἀρτηριῶν ἐκ τῆς καρδίας
8. πεφυκυιῶν αἱ μὲν εἰς τὸν πνεύμονα κατασχιζόμεναι ῥίζαις
9. τισὶν ἐοίκασιν· ἣν δὲ Ἀριστοτέλης μὲν ἀορτὴν, οἱ δὲ ἄλλοι
10. ἀρτηρίαν μεγάλην ὀνομάζουσιν, ἀνάλογός ἐστι καὶ αὐτὴ
11. στελέχει φυτοῦ. πρῶτον οὖν σε τῶν ἑπτὰ κατὰ τὴν γαστέρα
12. καθηκουσῶν ἀναμνήσω, μίαν ἀρχὴν ἐχουσῶν ἁπασῶν ἐκεῖνο
13. τὸ μέρος τοῦ ἥπατος, ὃ καλοῦσι πύλας. ἐντεῦθεν γὰρ ἐκφυομένη
14. μεγάλη τις φλὲψ ἀποτείνεται λοξὴ πρός τε τὰ
15. κάτω καὶ ἄλλα τοῦ ζώου μόρια, κατὰ μέσην πως μάλιστα
16. τὴν δωδεκαδάκτυλον ὑπὸ Ἡροφίλου καλουμένην ἔκφυσιν.
1. ὀνομάζει δ’ οὕτως ἐκεῖνος τὴν ἀρχὴν τοῦ ἐντέρου, πρὶν εἰς
2. ἕλικας ἑλίττεσθαι. καὶ μὲν δὴ καὶ δίδωσι ταύτῃ πρώτην
3. βραχεῖάν τινα φλέβα, μόνην ἐπ’ ἐνίων φαινομένην, ὡς τὸ
4. πολὺ δὲ καὶ σὺν ἄλλαις τριχοειδέσι τῇ λεπτότητι, πρός τε
5. τὴν ἔκφυσιν ἰούσαις καὶ τὸ πάγκρεας, ὅπερ ἔνιοι καλλίκρεας
6. ὀνομάζουσι. ἀδὴν δ’ ἐστὶν οὗτος ὑποβεβλημένος
7. ταῖς ἐνταῦθα κατασχιζομέναις ἀρτηρίαις καὶ φλεψίν. καὶ
8. ἄλλη δέ τις φλὲψ μικρὰ πρὸς τὸν πυλωρὸν ἀναφερομένη
9. τῷ περὶ τοῦτον καὶ πρὸ τούτου μέρει τῆς γαστρὸς
10. διασπείρεται. τῶν δὲ ἀξιολόγων ἀποφύσεων τῆς ἐπὶ πύλας
11. φλεβὸς πρώτη μέν ἐστιν ἡ εἰς τὸ σιμὸν τῆς γαστρὸς φερομένη,
12. δευτέρα δὲ ἡ εἰς τὸν σπλῆνα. τισὶ μέντοι τῶν
13. πιθήκων ἡ μὲν ἀπόφυσίς ἐστι μία, σχίζεται δὲ αὐτίκα
14. δίχα, καὶ τὸ μὲν ἕτερον ἐπὶ τὴν γαστέρα, τὸ δὲ ἕτερον
15. ἐπὶ τὸν σπλῆνα φέρεται. καὶ μὴν ὁπότε δύο εἰσὶν αἱ φλέβες,
16. αὗται καὶ τότε ψαύουσιν ἀλλήλων κατὰ τὴν ἔκφυσιν.
17. ἡ μὲν οὖν ἐπὶ τὸ σιμὸν τῆς γαστρὸς ἰοῦσα πλησίον ἐκφύεται
18. τοῦ πυλωροῦ. καλεῖται δ’ οὕτω τὸ κάτω πέρας
1. αὐτῆς, ἐν τοῖς δεξιοῖς μέρεσι κείμενον ἐγγὺς τοῦ ἥπατος·
2. ἱκανῶς γάρ ἐστι λοξὴ τὴν θέσιν ἐν τοῖς ζώοις τούτοις ἡ
3. κοιλία. κατασχίζεται δὲ οὐκ ἔτ’ εἴσω παρ’ αὐτῆς τὸ σιμὸν
4. ἡ φλὲψ ἥδε. τὰ γὰρ ἐν τοῖς ἀριστεροῖς πάντα μέχρι τῆς
5. κατὰ τὸν στόμαχον ἐκφύσεως ἕτεραι διαπλέκουσι φλέβες
6. ἀπεσχισμέναι τῆς ἐπὶ τὸν σπλῆνα φερομένης. ἱκανῶς γὰρ
7. αὕτη μικρὰς καὶ πολλὰς ἐν τῇ διόδῳ τριχοειδεῖς φλέβας
8. εἰς τὸ πάγκρεας ἐκφύει. ἔπειτα, ἂν ἤδη πλησίον ᾖ τοῦ
9. σπληνὸς, ἀξιόλογον ἀπόφυσιν ἑαυτῆς ἐπὶ τὰ σιμὰ πέμπει
10. τῆς γαστρός. ὅσον δὲ αὐτῆς ἐπιβαίνει τῷ σπληνὶ, κατὰ
11. τὸ μέσον αὐτοῦ μάλιστα τὴν θέσιν ἔχει, κᾄπειτα ἐνταῦθα
12. διασχιζόμενον ὅλῳ τῷ σιμῷ τοῦ σπλάγχνου μετέωρον ὑποφέρεται,
13. πολλὰς εἰς αὐτὸν οἷον ῥίζας τινὰς ἐμβαλών. οὐ
14. μὴν ἐνταῦθά γε κατασχίζεται πᾶν, ἀλλ’ ἱκανῶς ἀξιόλογον
15. ἑκάτερόν ἐστι τῶν περάτων αὐτοῦ. καὶ τοίνυν καὶ φέρεται
16. τὸ μὲν ἀπὸ τῆς κεφαλῆς τοῦ σπληνὸς ἐπὶ τὰ κυρτὰ τῆς
17. γαστρὸς, τὸ δὲ ἀπὸ τῆς τελευτῆς εἰς τὴν ἀριστερὰν ἐπιπλόου
18. μοῖραν· ἐπίπλουν δὲ λέγειν ἢ ἐπίπλοον οὐ διοίσει.
1. ταῦτα μὲν οὖν ὡς τὸ πολὺ φαίνεται. σπανίως δέ ποτε, καὶ
2. πρὶν ἐπὶ τὴν κεφαλὴν ἐλθεῖν τοῦ σπληνὸς, ἡ μεγάλη φλὲψ
3. ἀναφέρεται πρὸς τὰ κυρτὰ τῆς γαστρὸς, ἀποφύσεις ἑαυτῆς
4. πρός τε τοὐπίλοιπον τοῦ σπληνὸς φέρουσα καὶ πρὸς τὰ
5. σιμὰ τῆς γαστρὸς ἄχρι τοῦ στόματος αὐτῆς. τρίτη δ’ ἐπὶ
6. ταῖς εἰρημέναις ἀποφύεται τῆς μεγάλης φλεβὸς, ὁμοίως
7. ἐκείναις εἰς τὰ ἀριστερὰ μέρη διαπλέκουσα τὸ τελευταῖον μεσεντέριον
8. τῶν μεγάλων ἐντέρων ἄχρι τῆς ἕδρας, ὥσπερ γε
9. καὶ μετ’ αὐτὴν ἑτέρα τις ἐκ τῶν δεξιῶν μερῶν τῆς μεγάλης
10. φλεβὸς ἀποφυομένη παρὰ τὸν πυλωρὸν ἀναφέρεται
11. πρὸς τὸ κυρτὸν τῆς γαστρός. ἀποφύσεις δὲ αὐτῆς ἀνιούσης
12. εἰς τοὐπίπλοον γίνονται κατὰ τὸ δεξιὸν αὐτοῦ μέρος,
13. ὁποῖόν τε μάλιστα θέσιν ἀντικειμένην ἔχουσαι τῇ μικρὸν
14. ἔμπροσθεν ἀπὸ τῆς τελευτῆς τοῦ σπληνὸς εἰς αὐτὸ φέρεσθαι
15. λελεγμένῃ. καὶ μετ’ αὐτὴν δὲ φλὲψ ἄλλη τῆς μεγάλης
16. ἀποφύεται φλεβὸς ἐν τοῖς δεξιοῖς μέρεσιν αὐτῆς,
17. εἰς τὸ ταύτῃ τοῦ κώλου μεσεντέριον κατασχιζομένη. τὸ δ’
18. ὑπόλοιπον ἅπαν τῆς φλεβὸς, ἣν ἀπὸ τῶν πυλῶν ἔφην 
1. ὁρμᾶσθαι, πρὸς τὸ μέσον ἥκει τῶν προειρημένων δύο μεσεντερίων,
2. ὃ δὴ καὶ πλείστας ἔχει φλέβας, εἰς πρώτην μὲν
3. τὴν νῆστιν, εἶθ’ ἑξῆς τὸ λεπτὸν ἔντερον ἅπαν κατασχιζόμενον.
4. ἡ τελευτὴ δ’ αὐτοῦ τό τε τυφλὸν ἔντερον διαπλέκει
5. καί τι μέρος μικρὸν τοῦ συνάπτοντος αὐτῷ κώλου.
6. αὕτη μὲν ἡ νομὴ τῆς ἀπὸ πυλῶν φλεβὸς εἰς ἔντερα καὶ
7. σπλῆνα καὶ γαστέρα. καὶ μὲν δὴ καὶ αἱ τοῦ ἐπιπλόου
8. φλέβες ἅπασαι τούτων τῶν φλεβῶν ἀποβλαστήματά εἰσιν,
9. αἱ μὲν ἐν τοῖς ἀριστεροῖς αὐτοῦ καὶ δεξιοῖς μέρεσιν, ὡς
10. ὀλίγον ἔμπροσθεν εἶπον, αἱ δὲ τῆς ἐμπροσθίας τε καὶ
11. μέσης χώρας, ἐκ τῶν κατὰ τὰ κυρτὰ τῆς γαστρός. αἱ δὲ
12. τῆς ὑποβεβλημένης ταύτῃ, μικραὶ παντελῶς ὑπάρχουσαι,
13. τὴν γένεσιν ἐκ τῶν κατὰ τὰ σιμὰ τῆς γαστρὸς ἔχουσι
14. φλεβῶν. ἀναμιμνήσκω δέ σε καὶ ὅτι τῶν τὸ κυρτὸν τῆς
15. γαστρὸς διαπλεκουσῶν φλεβῶν δύο οὐσῶν ὡς ὀλίγον ἔμπροσθεν
16. εἴρηται, τὰ πέρατα συνάπτεται πρὸς ἄλληλα, καὶ ὅτι
17. μετέωρος ἑκατέρα τῶνδε τῶν φλεβῶν ὑμέσιν ἐποχουμένη
1. τισὶν ἐκπεριέρχεται τὸ κυρτὸν τῆς γαστρός. οὐ μὴν αἵ γε
2. κατὰ τὸ σιμὸν αὐτῆς, ἀλλ’ ἄντικρυς αὐτῷ τῷ τῆς γαστρὸς
3. ἐκφυόμεναι σώματι τὴν σχέσιν ἐν ἐκείνῳ ποιοῦνται. τοῦ
4. μέντοι σπληνὸς ἡ φλὲψ ὁμοίως ταῖς κατὰ τὰ κυρτὰ τῆς
5. γαστρὸς ὑμέσιν ὀχουμένη τὸ σιμὸν πᾶν ὑπελήλυθεν. εἰσὶ
6. δὲ καὶ ἄλλαι φλέβες ἐν τῷ τῶν μικρῶν ἐντέρων μεσεντερίῳ
7. τῷ μέσῳ, περαίνουσαι πρὸς ἀδένας τινὰς ἐνταυθοῖ κειμένους.
8. τῆς δὲ μεγάλης φλεβὸς τῆς ἐπὶ πύλας, ἧς ἀποβλαστήματά
9. εἰσιν αἱ προειρημέναι πᾶσαι, καὶ ἄλλαι τινὲς ἀποφύονται,
10. τοσαῦται τὸν ἀριθμὸν, ὅσοι περ ἂν ὦσιν οἱ
11. λοβοὶ τοῦ ἥπατος· εἰς ἕκαστον γὰρ αὐτῶν κατασχίζεται μία.
12. καὶ τοίνυν ἡ τροφὴ διὰ μὲν τῶν εἰς τὴν γαστέρα καὶ τὰ
13. ἔντερα καθηκουσῶν φλεβῶν ἐπὶ τὰς πύλας ἀναφέρεται
14. ταύτας· διό μοι καὶ δοκοῦσιν οἱ ἀρχαῖοι προσαγορεῦσαι τὸ
15. χωρίον οὕτως· ἐντεῦθεν δὲ εἰς ὅλον τὸ ἧπαρ ἀφικνεῖται
16. φερομένη διὰ τῶν εἰς τοὺς λοβοὺς αὐτοῦ κατασχιζομένων
17. φλεβῶν.

Cliquer un n° de page pour en afficher l’image