3. Ἐπὶ μέντοι τῶν ἔτι κυουμένων πρὸς τοῖς
4. εἰρημένοις κατ’ αὐτὸ τὸ χορίον ἀρτηρίαι καὶ φλέβες εἰσὶ
5. καθηκόντων περάτων ἐκφυόμεναι τῶν ἐπὶ μήτραν. συνιόντων
6. δ ἐκείνων πρὸς ἄλληλα, καὶ τῶν γενομένων αὖθις
7. πρὸς ἀλλήλας, γενέσθαι συμβέβηκεν ἐξ αὐτῶν τὸ κατ’ ὀμφαλὸν
8. ζεῦγος ἑκατέρων τῶν ἀγγείων. ἀλλ’ αἱ μὲν ἀρτηρίαι
9. περιλαμβάνουσαι τὴν κύστιν ἐπὶ τὰς ἀποπεφυκυίας τὰς
10. κατὰ ῥάχιν ὡς ἐπὶ τὰ σκέλη παραγίνονται, καθ’ ὅ τι καὶ
11. μικρὸν ἔμπροσθεν εἴρηται. συμβάλλουσαι δ’ ἄλλαι φλέβες
12. κατὰ τὴν πρώτην ἔκφυσιν τοῦ ὀμφαλοῦ μίαν ἀποτελοῦσι
13. μεγάλην ἐπὶ τὰ σιμὰ τοῦ ἥπατος φερομένην ἐγγὺς τῆς ἐπὶ
14. πύλαις φλεβός. αὕτη τε οὗν ἡ φλὲψ χωρὶς ἀρτηρίας ἐστὶ
15. καὶ μετ’ αὐτὴν ἡ κοίλη πᾶσα. τό τε γὰρ διὰ τῶν κυρτῶν
16. τοῦ ἥπατος διεληλυθὸς οὐδεμίαν ἀρτηρίαν παρακειμένην
17. ἔχει τοὐντεῦθεν ἐπὶ τὴν ῥάχιν· ὁμοίως δὲ καὶ τὸ μέχρι
1. τῶν σφαγῶν φερόμενον. οὐ μὴν οὐδὲ ἄλλη τις τῶν κατὰ
2. τὰ κυρτὰ τοῦ ἥπατος φλεβῶν ἀρτηρίαν ἔχει παρακειμένην,
3. ὥσπερ οὐδὲ αἱ τοῦ διαφράγματος, ἃς ἔφαμεν ἀποφύεσθαι
4. τῆς κοίλης διερχομένης αὐτό. καὶ μέντοι καὶ ἡ
5. τὸν θώρακα τρέφουσα φλὲψ, ἣν ἀνωτέρω τῆς καρδίας ἐπὶ
6. τῶν πιθήκων ἔφην ἀποφύεσθαι, καὶ ταύτην χωρὶς ἀρτηρίας
7. ἐστὶν ἰδεῖν ἀποβῆναι τῆς ῥάχεως. οὐχ ἥττων τῆσδε
8. κατὰ τὸ μέγεθος, ἣν ὠμιαίαν ἔφαμεν ὀνομάζεσθαι, χωρὶς
9. ἀρτηρίας ἐστὶ μετὰ πασῶν τῶν ἑαυτῆς ἀποφύσεων, ὅτι μὴ
10. μιᾶς μόνης, ἣν ἐν τῇ κατ’ ἀγκῶνα διαρθρώσει τὴν γένεσιν
11. ἔχειν ἔλεγον, ἀποφυομένην εἰς βάθος, ὥσπερ καὶ τῆς ἔνδον
12. τῆς διὰ μασχάλης. αὗται γὰρ αἱ δύο μόναι διὰ βάθους
13. τοῦ πήχεως φέρονται σὺν ἀρτηρίαις, αἱ δὲ ἄλλαι αἱ κατὰ
14. τὸν πῆχυν ἐπιπολῆς ἅπασαι χωρίς. τρεῖς γὰρ ἢ τέτταρας
15. φύεσθαι πρόσθεν ἔφην ἀπὸ τῆς διὰ μασχάλης· ἄλλη δὲ
16. πολὺ τούτων μείζων ἡ ἐξ ἀμφοῖν γινομένη. αὗται πᾶσαι
1. καθ’ ἑκατέραν χεῖρα φλέβες οὐκ ἔχουσι παρακειμένην ἀρτηρίαν,
2. ὥσπερ καὶ ἡ τοῦ βραχίονος ὀστοῦ ἐμπεριεχομένη
3. διὰ τῶν ὀπίσω μερῶν, ἔπειθ’ ὑπὸ τὸ δέρμα φερομένη,
4. κἀνταῦθα περὶ τὸν ἔξω κόνδυλον εἰς τὸν πῆχυν ἀφικνουμένη.
5. καὶ γὰρ καὶ ἥδε μετὰ τῶν ἰδίων ἀποφύσεων ἁπασῶν
6. χωρὶς ἀρτηρίας ἐστίν· ὡσαύτως δὲ καὶ αἱ ἐπιπολῆς σφαγίτιδες
7. ἅμα ταῖς ἑαυτῶν ἀποφύσεσιν. ὅσαι δὲ κατὰ τὸν
8. τράχηλόν εἰσι, καὶ ὅσαι πρὸς τὰς ὠμοπλάτας ἀποτείνονται,
9. καὶ ὅσαι κατὰ τὰς ῥίζας αὑτῶν ἐλέχθησαν εἰς τὰ πλησίον
10. τῶν κλειδῶν σπείρεσθαι μικραὶ, χωρὶς ἀρτηρίας εἰσὶ
11. σύμπασαι. καὶ τῶν ἐν προσώπῳ δὲ καὶ κεφαλῆς φλεβῶν,
12. παμπόλλων οὐσῶν, ὀλίγαι ταῖς ἀρτηρίας παρατέτανται,
13. καθάπερ ἐλέχθη πρόσθεν, ἡνίκα ὑπὲρ τῶν κατὰ
14. τοὺς κροτάφους καὶ τῶν ὤτων ὄπισθεν ὑπὸ τῷ δέρματι
15. διηγησάμεθα. καὶ συλλήβδην εἰπεῖν, ταῖς ἐπιπολῆς ἢ ταῖς
16. ὑπὸ τῷ δέρματι κατά τε τὸν νῶτον καὶ τὰ πλευρὰ καὶ
17. σύμπαντα τὸν θώρακα καὶ τὸ ὑπογάστριον οὐκ ἂν εὕροις
1. ἀρτηρίαν ὑποκειμένην. ἀμέλει καὶ τῶν ἐξ ὑποχονδρίου καταφερομένων,
2. ἃς συνάπτεσθαι ταῖς κάτωθεν ἀναφερομέναις
3. ἔφην, ἐπιπολῆς οὐδεμία παρακειμένην ἀρτηρίαν ἔχει, καθάπερ
4. διὰ βάθους αἱ παραπεφυκυῖαι τοῖς ἔνδον μέρεσι
5. τῶν ὀρθίων μυῶν. αὗται γὰρ ἔχουσιν· αἱ δὲ ἐπιπολῆς οὐκ
6. ἔτι. καὶ αὐτῶν δὲ τῶν διὰ βάθους αἱ μὲν ἄνωθεν καταφερόμεναι
7. παρακειμένην ἀρτηρίαν ἔχουσιν· αἳ δὲ κάτω
8. φερόμεναι ταῖς ἄνωθεν φερομέναις συνάπτουσι, χωρὶς ἀρτηριῶν
9. εἰσιν, ὥσπερ γε καὶ αἱ ἐκ τῶν ἐντέρων εἰς ἀδένας
10. ἀναφερόμεναι. οὕτω δὲ καὶ τῶν καθ’ ἱερὸν ὀστοῦν αἱ εἰς
11. τοὺς μῦς μόναι παρακειμένην ἀρτηρίαν ἔχουσι, τῶν δὲ
12. ἄλλων οὐδεμία. καὶ ἃς ἐπὶ τὸ αἰδοῖον ἐλέγομεν φέρεσθαι
13. τῶν μυῶν ἐκτὸς ἤδη τὴν ἀπόφυσιν ἐχούσας, καὶ αὗται χωρὶς
14. ἀρτηριῶν εἰσιν, ὥσπερ γε καὶ αἱ κατὰ τὸν μηρὸν ὑπὸ
15. τῷ δέρματι τῆς κνήμης. καὶ γὰρ ἐνταῦθα τριχῇ σχισθείσης
1. τῆς μεγάλης φλεβὸς ὀλίγον πρὸ τῆς ἰγνύος, ἡ διὰ
2. βάθους ἅμα ταῖς ἀποφύσεσιν ἔχει τὰς ἀρτηρίας ἐπικειμένας·
3. ὅσαι δ’ ἀποχωροῦσι πρὸς τὸ δέρμα, τούτων
4. οὐδεμία παρακειμένην ἀρτηρίαν ἔχει. αὗται μὲν αἱ
5. φλέβες χωρὶς ἀρτηριῶν εἰσιν. ἀρτηρίαι δὲ χωρὶς φλεβῶν αἱ
6. κυουμένων ἔτι τῶν ζώων περιλαμβάνουσαι τὴν κύστιν, ἃς
7. ἐξ ὀμφαλοῦ φερομένας ἔφην εἰς τὴν παρὰ τὴν ῥάχιν ἀρτηρίαν
8. ἰέναι κατ’ ἐκεῖνα μάλιστα τὰ μέρη, καθ’ ἃ δίχα
9. σχισθεῖσα τῶν μορίων ἑκατέρων ἐπιβάσει τῷ καθ’ ἑαυτὸ
10. σκέλει ἀποδίδοται. καὶ μέντοι καὶ ἣ ἐκ τῆς μεγάλης ἀρτηρίας
11. εἰς τὴν ἀρτηριώδη φλέβα, κυουμένων ἔτι τῶν ζώων,
12. ἀπόφυσίς ἐστι καὶ κατάφυσις, οὐ κατὰ τὸ σῶμα μόνον,
13. ἀλλὰ καὶ κατὰ τὴν χρείαν ἐπὶ τῶν κυουμένων ἐστὶν ἀρτηρία,
14. μόνη καὶ αὐτὴ τεταμένη χωρὶς φλεβός. αἱ δὲ ἄλλαι
15. ἀρτηρίαι χωρὶς φλεβῶν εἰσιν οὐκ ἐπὶ τῶν κυουμένων μόνον,
16. ἀλλὰ καὶ ἤδη τῶν τελείων ζώων, αἵ γε ἐκ τῆς καρδίας,
17. αἱ μεγάλαι, μία μὲν ἡ ἐπὶ τὸν πέμπτον τοῦ θώρακος
1. καθήκουσα σπόνδυλον, ἑτέρα δὲ ἡ ἐπὶ τὰς σφαγὰς ἀναφερομένη,
2. καὶ τρίτη πρὸς ταύταις, ἣν ἔφην ἐπ’ ὠμοπλάτην
3. τε καὶ μασχάλην ἀριστερὰν ἰέναι. τούτων γὰρ ἑκάστη
4. μέχρι πολλοῦ φέρεται μόνη χωρὶς φλεβὸς, ἡ μὲν ἐπὶ τὸν
5. πέμπτον σπόνδυλον, ἄχρι περ ἂν ὑπ’ αὐτοῦ στηριχθῇ, ἡ
6. δὲ ἐπὶ τὰς σφαγὰς ἄχρι τοῦ κατὰ τὸν θυμὸν χωρίου, ἡ
7. δὲ ἐπὶ τὴν ἀριστερὰν μασχάλην ἄχρι τοῦ πλησιάσαι τῇ
8. πρώτῃ πλευρᾷ. ἀρτηρία δὲ χωρὶς φλεβός ἐστιν ἡ ἐκ τῆς
9. καρωτίδος ἀνιοῦσα, μία καθ’ ἑκάτερον μέρος εἰς τὸ δικτυοειδὲς
10. πλέγμα· τρῆμα γάρ ἐστιν ἴδιον ταύτης ἀποκεχωρισμένον
11. πολὺ τοῦ τρήματος ἐκείνου, δι’ οὗ τὸ τῆς σφαγίτιδος πέρας
12. ἐπὶ τὸν ἐγκέφαλον ἔφην ἀνιέναι. καὶ μὲν δὴ τὸ δικτυοειδὲς
13. πλέγμα χωρὶς φλεβός ἐστιν, καὶ αἱ ἀπὸ τοῦδε
14. αἱ ἐπὶ τὸν πύελον ἀναφερόμεναι κατ’ αὐτὴν τὴν δίοδον
15. οὐδεμίαν ἔχουσι παρακειμένην φλέβα, πρὶν ἄρξασθαι κατασχίζεσθαι,
16. καὶ αἱ ἐπὶ τὸ διάφραγμα δὲ, πρὶν ἐντυχεῖν τοῖς
17. πέρασι τῶν φλεβῶν, ἃς ἀπὸ κοίλης εἰς αὐτὰς κατασχίζεσθαι
1. προειρήκαμεν, οὐδεμίαν ἔχουσι παρακειμένην φλέβα,
2. καθάπερ οὐδὲ αἱ πρῶται τῶν ἐκφύσεων ἐφ’ ἧπαρ καὶ γαστέρα
3. καὶ σπλῆνα καὶ ἔντερα· οὐδὲ γὰρ ταύταις παράκειται
4. φλὲψ, πρὶν ἄρξασθαι σχίζεσθαι.
⟨
(De ven. arter. dissect.) [n° 013 Fichtner] [GalLat]
De venarum arteriarumque dissectione
Περὶ φλεβῶν καὶ ἀρτηριῶν ἀνατομῆς
Anatomie des veines et des artères
The Anatomy of Veins and Arteries (Ven. Art. Diss.)
Garofalo, Debru, 2008.
De venarum arteriarumque dissectione, 1821, vol. 2, p. 779-830. urn:cts:greekLit:tlg0057.tlg013.verbatim-lat1
Mayo Goss, 1961 (eng); Garofalo, Debru, 2008 (fra).
De venarum arteriarumque dissectione, 10, ed. Kühn, 1821, vol. 2, p. 824-830. urn:cts:greekLit:tlg0057.tlg013.1st1K-grc1:10
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩