Galenus. De venarum arteriarumque dissectione (De ven. arter. dissect.) [n° 013 Fichtner] [GalLat]

Περὶ φλεβῶν καὶ ἀρτηριῶν ἀνατομῆς
Anatomie des veines et des artères
The Anatomy of Veins and Arteries (Ven. Art. Diss.)
Garofalo, Debru, 2008.
De venarum arteriarumque dissectione, 1821, vol. 2, p. 779-830. urn:cts:greekLit:tlg0057.tlg013.verbatim-lat1
Mayo Goss, 1961 (eng); Garofalo, Debru, 2008 (fra).

De venarum arteriarumque dissectione, 2, ed. Kühn, 1821, vol. 2, p. 785-789. urn:cts:greekLit:tlg0057.tlg013.1st1K-grc1:2

18. Ἐντεῦθεν δὲ αὖθις εἰς ἑτέρας μεταλαμβάνεται
1. φλέβας, ἐν μὲν τοῖς κυρτοῖς τοῦ ἥπατος τεταγμένας,
2. ἀποφυομένας δὲ ἄλλης μεγίστης φλεβὸς, ἣν δι’ αὐτὸ
3. τοῦτο κοίλην ὀνομάζουσιν. ἀπὸ ταύτης δὲ καὶ αἱ εἰς ὅλον
4. τὸ σῶμα παράγουσαι τὸ αἷμα φλέβες διεκφύονται. ἐκπίπτουσα
5. γὰρ ἑκατέρως τοῦ ἥπατος, ἄνω μὲν ἐκ τῶν φρενῶν
6. ἐπὶ τὴν καρδίαν ἀναφέρεται, κάτω δὲ ἐπὶ τὴν ῥάχιν κατακάμπτεται,
7. κᾀνταῦθα ἐπιβαίνει τῇ μεγάλῃ ἀρτηρίᾳ, τῇ
8. ἀπὸ τῆς καρδίας, ὀλίγον ἀνωτέρω τῶν φρενῶν. ἀποφύονται
9. δὲ φλέβες, ἀπὸ μὲν τῆς ἄνω φερομένης αἵδε. πρώτη μὲν
10. συζυγία κατ’ αὐτὰς τὰς φρένας. εἶθ’ ἑξῆς τριχοειδεῖς τινες
11. πλείους εἴς τε τοὺς διαφράττοντας ὑμένας τὸν θώρακα
12. καὶ τὸν περικάρδιον χιτῶνα. μετ’ αὐτὰς δ’ ἱκανῶς ἀξιόλογος
13. εἰς τὸ τῆς καρδίας οὖς τὸ δεξιόν· ἐκ δὲ τοῦ ὠτὸς εἴς τε
14. τὴν δεξιὰν κοιλίαν τῆς καρδίας τὴν μεγάλην, κᾀκ ταύτης
15. εἰς τὸν πνεύμονα, τὸν αὐτὸν ἔχουσα χιτῶνα τῷ τῶν ἀρτηριῶν.
16. καί τις ἄλλη μικροτάτη κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν
17. τῆς καρδίας, εἰς ὅλον τὸ σπλάγχνον διασπειρομένη. κατὰ
1. δὲ τὸν αὐτὸν τρόπον ἐπὶ μὲν τῶν πλείστων ζώων εἰς τὰ
2. τοῦ θώρακος ἀριστερὰ μέρη φέρεται φλὲψ, ἐπιβαίνουσα τῷ
3. πέμπτῳ τοῦ μεταφρένου σπονδύλῳ. τοῖς πιθήκοις δ’ ἀνωτέρω
4. βραχὺ τοῦ τῆς καρδίας ὠτὸς ἐν τοῖς δεξιοῖς φλὲψ αὕτη
5. τέτακται, καταφερομένη μὲν ὁμοίως κατὰ τὴν ῥάχιν, εἰς
6. ἅπαντα δὲ διανεμομένη τὸν θώρακα, πλὴν δυοῖν, ἔστι δ’
7. ὅτε τριῶν τῶν πρώτων μεσοπλευρίων. παρελθοῦσα γὰρ ἡ
8. κοίλη τὴν καρδίαν ἐπὶ τὰς σφαγὰς ἀναφέρεται, πρώτην
9. μὲν τὴν εἰρημένην ἀποφύουσα φλέβα, μικρὰς δὲ ἄλλας
10. ἐφεξῆς, τὰς μὲν ἀραχνοειδεῖς, τὰς δὲ τριχοειδεῖς ἐπιπέμπουσα
11. τοῖς διαφράττουσιν ὑμέσιν τὸν θώρακα καὶ τῷ καλουμένῳ
12. θυμῷ. πλησίον δὲ ἤδη τῶν σφαγῶν γενομένη
13. δίχα σχίζεται, καὶ τῶν μορίων αὐτῆς ἑκάτερον ἐγκλινόμενον
14. λοξὸν ἐπὶ τὰ πλάγια βραχὺ τῆς μέσης ἀφίσταται χώρας.
15. ἐφ’ ἑκάτερα δὲ πρὸς τὴν κατ’ αὐτὰς κλεῖδα ἀναφερόμεναι,
16. ἐν τῇ μεταξὺ φορᾷ τῶν τε ἐπὶ τὰ πρόσω τοῦ θώρακος
17. ἐρχομένων φλεβῶν εἰσὶν αἱ ῥίζαι. καὶ μετὰ ταῦτα
18. ἄλλη συζυγία φλεβῶν μεγάλων σχιζομένων τά τε ἄνω μεσοπλεύρια
1. τοῦ θώρακος τρέφει καὶ τὰ περὶ τὰς ὠμοπλάτας
2. χωρία καί τινας τῶν ἐν τῷ τραχήλῳ διὰ βάθους μυῶν.
3. ἀπὸ τούτων δὲ τῶν φλεβῶν καὶ αἱ κατὰ τοὺς ἓξ τοῦ τραχήλου
4. σπονδύλους ἐμπίπτουσαι τοῖς τρήμασιν αὐτῶν φλέβες
5. ἀναφέρονται μέχρι τῆς κεφαλῆς. καὶ μέντοι καὶ τὸ
6. λοιπὸν ἅπαν, ὅσον πλεῖστόν ἐστιν, ἐπὶ τὰς μασχάλας ἀνατείνεται.
7. περὶ τῆς φλεβὸς, ἑκατέρωθεν οὔσης δηλονότι
8. μιᾶς, ὥσπερ καὶ περὶ τῶν ἄλλων, ἡ μὲν ἀκριβεστέρα διήγησις
9. ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν λέγεται· συνόψεως
10. δὲ ἕνεκεν χρησίμης τοῖς εἰσαγομένοις εἰρήσεταί τι καὶ νῦν.
11. μία μὲν ἀπόφυσις καθ’ ἑκατέραν αὐτῶν μικρὰ, τοῖς ἀπὸ
12. στέρνου φερομένοις ἐπὶ τὸν ὦμον μυσὶ διανεμομένη. δευτέρα
13. δ’ εἰς αὐτὰ τὰ κατὰ τὴν μασχάλην ἀδενώδη τε καὶ
14. ὑμενώδη σώματα μικρὰ πάνυ. τρίτη δὲ ἀξιόλογος, εἰς μὲν
15. τὰ κάτω φερομένη διὰ τῶν αὐτῶν μερῶν παρατεταμένη· ἡ
16. δ’ ἑκατέρα τῇ παρ’ αὐτῶν πλευρᾷ τοῦ θώρακος ἄνωθεν
17. κάτω μέχρι τῶν ὑποχονδρίων ὑπὸ τῷ δέρματι τεταμένη μετὰ
18. νεύρου λεπτοῦ. τετάρτη δὲ ἐπὶ ταῖσδε φλὲψ ἀποφύεται 
1. τῆς διὰ μασχάλης ἐπὶ χεῖρα φερομένης, εἴς τε τοὺς ἐν τοῖς
2. σιμοῖς τῆς ὠμοπλάτης μῦς διανεμομένη καὶ τὸν κατ’ αὐτὴν
3. τὴν μασχάλην τὸν μέγιστον.

Cliquer un n° de page pour en afficher l’image