4. Τὸ δὲ λοιπὸν τῆς φλεβὸς ταύτης εἰς ὅλην
5. τὴν χεῖρα κατασχίζεται τρόπῳ τοιῷδε. διὰ μὲν τοῦ βραχίονος
6. ἄνωθεν κάτω φέρεται, τοῖς ἔνδον μέρεσι παρατεταμένη
7. τοῦ μεγάλου μυός. λαμβάνει δὲ ταύτης τῆς φλεβὸς
8. οὐχ οὗτος μόνον ὁ μῦς, ἀλλὰ καὶ οἱ λοιποὶ σχεδὸν ἅπαντες
9. οἱ κατὰ τὸν βραχίονα. τῶν δὲ ἀποβλαστημάτων αὐτῆς
10. ἕν τι καὶ αὐτὸ διὰ βάθους φερόμενον ἑλίττεταί πως ἐν
11. κύκλῳ περὶ τὸν βραχίονα, τὴν ὀπίσω χώραν ἐκπεριερχόμενον
12. αὐτοῦ. μετὰ δὲ ταῦτα κατὰ τὴν ἕξω τε καὶ πρόσω
13. χώραν ἀναφέρεται πρὸς τὸ δέρμα. τοὐντεῦθεν δὲ φέρεται
14. κάτω, μέχρι τῆς διαρθρώσεως κατασχιζόμενον. τὸ πέρας
15. δ’ αὐτοῦ ποτὲ μὲν ὀλίγον ὑπερβαίνει τὸν ἔξω τοῦ βραχίονος
16. κόνδυλον, ἔστιν ὅτε δὲ ἐπὶ πλέον ἐκτείνεται, παρά τε
17. τοῦ πήχεως ὀστοῦν κάτω φερόμενον ὑπὸ τῷ δέρματι. τὸ
1. δὲ ἄλλο πᾶν τῆς μεγάλης φλεβὸς ἐπὶ μέσην ἀφικνεῖται τὴν
2. κατ’ ἀγκῶνα διάρθρωσιν ἅμα τῷ νεύρῳ τῷ πλησιάζοντι,
3. τοῖς τε ἔνδον μέρεσι τοῖς τῶν ἐνταῦθα μυῶν ἄχρι τῆς ἔνδον
4. κεφαλῆς τοῦ βραχίονος ἀποφύσεις ἐκτεῖνον, οὐδὲν ἧττόν
5. τε διὰ βάθους τοῖς ὀπίσω τε καὶ πρόσω. πρὶν δὲ
6. ἐπιβαίνειν τῆς διαρθρώσεως, εἰς πλείους σχίζεται φλέβας,
7. ὧν ἐπιπολῆς μέν εἰσιν αἱ πολλαὶ, διὰ βάθους δὲ ἡ
8. μεγίστη πασῶν. αὐτῶν δὲ τῶν ἐπιπολῆς οὔτε τὸ μέγεθος
9. ἴσον, οὔθ’ ὁ ἀριθμός. ἐναργῶς γὰρ ὁρῶνται καὶ πρὸ τῆς
10. ἀνατομῆς ἐπὶ τῶν ἰσχνῶν ἀνθρώπων, διαληφθέντος δὲ σιμοῦ
11. τοῦ βραχίονος, ἄλλως ἐπ’ ἄλλων ἔχουσαι· μάλιστα δὲ
12. ἐπισκέπτεσθαι χρὴ τὸ φαινόμενον ἐπὶ τῶν εὐρείας ἐχόντων
13. φλέβας. καὶ μέντοι κᾀπὶ τῶν πιθήκων ἀνατεμνομένων ἀκριβὴς
14. ὁμοιότης ἐστὶ τῶν ἐν τοῖς ἀνθρώποις φαινομένων. ἀλλ’
15. ὡς τὸ πολύ γε μία μὲν φλὲψ ἀποσχίζεται τῆς μεγάλης
16. φλεβὸς, ἐπὶ τὰ κάτω μᾶλλον ἀποκλίνουσα λοξὴ, κᾄπειτα
17. ἐκ τῶν κάτω μερῶν τοῦ πήχεως ἄχρι τοῦ καρποῦ κατασχιζομένη,
1. μία δὲ ταύτης ἀνωτέρω, κατὰ τὸν αὐτὸν τρόπον
2. κατασχιζομένη· κᾄπειτα ἄλλη τρίτη κατὰ μέσον μάλιστα
3. τὸν πῆχυν. ἐπιμίγνυται δὲ αὐτῶν τὰ πέρατα πλησίον
4. τοῦ καρποῦ. ὑψηλοτάτη δ’ ἅμα καὶ μεγίστη τὰς προκειμένης
5. φλεβὸς ἀπόφυσίς ἐστιν ἡ ἐπὶ τὸ μέσον ἀφικνουμένη
6. τῆς κατ’ ἀγκῶνος καμπῆς, εἰς ὅπερ ἥκει καὶ ἄλλης φλεβὸς
7. οὐ μικρὰ μοῖρα κατὰ τὰ πρόσω τοῦ βραχίονος ὑπὸ τῷ δέρματι
8. κειμένης, ἣν ἐπὶ τῶν εὐρείας ἐχόντων τὰς φλέβας
9. ἐναργῶς ὁρῶμεν, ἀπὸ μὲν τῆς κλειδὸς λοξὴν τὰ πρῶτα παρὰ
10. τὸν τῆς ἐπωμίδος μῦν φερομένην, μετὰ δὲ ταῦτα εὐθεῖαν
11. ἐκτεταμένην ἄνωθεν κάτω. ταύτης τῆς φλεβὸς ἥτις μέν
12. ἐστιν ἡ πρώτη γένεσις, ὕστερον εἰρήσεται· νυνὶ δὲ ἐκεῖνο
13. χρὴ γινώσκειν ἐπ’ αὐτῆς, ὡς ἐπιπολῆς ὑπὸ τῷ δέρματι κειμένη
14. παντάπασιν ἀμυδρὰς ἀποφύει φλέβας ἐκείνοις τοῖς
15. μέρεσιν, ἃ διεξέρχεται. πλησίον δὲ ἤδη τῆς κατ’ ἀγκῶνα
16. διαρθρώσεως γιγνομένη οὐ μικρὸν μόριον ἑαυτῆς ἐκτείνει
17. λοξὸν ἐπὶ τὴν καμπὴν, εἰς ταὐτὸν ἐρχόμενον τῷ προειρημένῳ
18. μέρει τῆς μεγάλης φλεβὸς, ἣν ἐξηγούμενοι μόνην
1. ἄχρι τοῦδε διὰ τὴν κοινωνίαν ἠναγκάσθημεν ἐπὶ τὴν ἑτέραν
2. φλέβα μεταβῆναι. δύο γὰρ αὗται τῆς ὅλης χειρός εἰσι
3. φλέβες, ἥ τε διὰ τῆς μασχάλης εἰς αὐτὴν φερομένη καὶ ἡ
4. παρὰ τὴν κλεῖν, ἣν ὠμιαίαν ὀνομάζουσιν. ἀλλ’ ἐκεῖνό γε
5. περὶ ἀμφοῖν ἀναγκαῖον γινώσκειν, ὡς ἀεὶ μὲν ἑκατέρας αὐτῶν
6. οὐ σμικρὰ μοῖρα πρὸς τὴν καμπὴν ἀφικνεῖται τῆς κατ’
7. ἀγκῶνα διαρθρώσεως, οὐκ ἀεὶ δὲ οὔτε ἡ θέσις ὁμοία ταῖς
8. φλεψὶν, οὔτε τὸ μέγεθος ἴσον. εἰς τρεῖς δέ πως ἀνήκει
9. μάλιστα διαφορὰς, ὧν ἡ μὲν μία τοῖς πλείστοις ὑπάρχει·
10. διὸ καὶ πρώτην αὐτὴν διηγήσομαι, τὰς δὲ ἄλλας ἐφεξῆς
11. τῇδε λέξω. κατὰ φύσιν δὴ μάλιστά ἐστι καὶ τοῖς πλείστοις
12. ὑπάρχει τὸ μόριον ἑκατέρας τῆς φλεβὸς εἰς τὴν κατ’ ἀγκῶνα
13. καμπὴν φερόμενον ἴσον πως εἶναι· καὶ δὴ μιχθέντων
14. αὐτῶν τὴν γενομένην φλέβα μεγίστην φέρεσθαι τῶν ἐπιπολῆς
15. ἁπασῶν κατὰ τὸν πῆχυν φλεβῶν· δευτέραν δὲ ἐπ’ αὐτῇ
16. τὸ μέγεθος εἶναι τὴν ὠμιαίαν, ἀπὸ μὲν τῆς κατ’ ἀγκῶνα
17. διαρθρώσεως ἀποτεταμένην τῇ κερκίδι, μετὰ δὲ ταῦτα
1. πρὸς τοὐκτὸς ὑποχωροῦσαν ἀφικνουμένην τε πρὸς τὸ κυρτὸν
2. πέρας τοῦ κατὰ τὸν πῆχυν ὀστοῦ πρὸς τῷ καρπῷ, κᾄπειτα
3. ἐντεῦθεν εἰς τὰ κάτω τῆς ἐκτὸς χώρας τοῦ καρποῦ διανεμομένην.
4. αὕτη δὲ, ἣν εἶπον μεγίστην γενέσθαι τῶν ἐπιπολῆς,
5. ἐξ ἀμφοῖν τῶν φλεβῶν γεννηθεῖσαν, ἐκ τῶν ἔνδον μερῶν τοῦ
6. πήχεως ἀρχομένη ἀναβαίνει μὲν πρῶτον ἐπὶ τὴν κερκίδα,
7. μετὰ ταῦτα δὲ ὑπεκβαίνει ἐκτὸς, ἔνθα διασχισθεῖσα, ἓν μὲν
8. τῶν μορίων ἐπὶ τὸ τῆς κερκίδος ἔρχεται πέρας πρὸς τῷ
9. καρπῷ, θάτερον δὲ πρὸ τοῦ πήχεως ἀφικνεῖται, ψαῦον ἐνταῦθα
10. τῆς προειρημένης φλεβὸς, ἣν ἀπὸ τῆς ὠμιαίας σχιζομένην
11. γίγνεσθαι εἰρήκαμεν. κατὰ φύσιν μὲν οὕτω μάλιστα
12. ἔχουσιν αἱ δύο φλέβες· εὑρίσκονται μὴν ἐνίοις οὐχ
13. οὕτως, ἀλλ’ ἢ τὸ τῆς ὠμιαίας μόριον αὐξάνει τὴν ἀπὸ τῆς
14. μασχάλης φερομένην, ἢ τοὐναντίον ἐκείνης τὸ μόριον αὔξει
15. τὴν ὠμιαίαν. ἀλλὰ καὶ τῇ θέσει πολλάκις ὑπεσταλμένης
16. τῷ μυῒ τῆς ἑτέρας, ἡ λοιπὴ μόνη φαίνεται. καὶ τοίνυν
17. κᾀν τῷ φλεβοτομεῖν ἤτοι τὰς τρεῖς ἴσας ἰδεῖν ἐστιν, ἢ
1. δύο μόνας, ἢ πάσας ἀνίσους. ἔστι δ’ ὅτε καὶ κατακέκρυπται
2. μία τις ἐξ αὐτῶν, ἢ δύο. καὶ μέντοι καὶ τὰς ἐφεξῆς
3. αὐτῶν τρεῖς τὰς ταπεινοτέρας οὐ μόνον ἴσας τε καὶ ἀνίσους
4. ἐστὶν ἰδεῖν, ἀλλὰ μηδὲ ὅλως φαινομένας ἐνίας ἐξ αὐτῶν,
5. ἤτοι τῷ μικρὰς εἶναι παντάπασιν, ἢ τῷ διὰ βάθους
6. φέρεσθαι, καὶ μάλιστα ὅταν ᾖ παχύτερόν πως τὸ σῶμα.
7. σχίζονται δὲ, ὥσπερ αἱ ἔνδον τοῦ πήχεως φλέβες, ἐν
8. τοῖς κατὰ καρπὸν χωρίοις εἰς πολλὰς μικρὰς ἐπιμιγνυμένας
9. ἀλλήλαις. οὕτω καὶ πολὺ μᾶλλον ἔτι τούτων ἐναργῶς
10. ἀνατέμνουσί τε καὶ πρὸ τῆς ἀνατομῆς φαίνονται αἱ ἐκτός.
11. εἰς ταὐτὸν γὰρ ἴασιν ἑνούμεναι πολλαχόθι πρὸς ἀλλήλας
12. τε καὶ τὰς ἔνδον, ἐκτείνονταί τε κατὰ τὴν τοιαύτην ἐπιμιξίαν
13. ὑπὸ τὸ δέρμα τὸ κατὰ τὸν καρπὸν καὶ τὸ μετακάρπιον
14. καὶ τοὺς δακτύλους. αἱ μὲν οὖν ἐπιπολῆς φλέβες
15. οὕτως ἔχουσιν.
⟨
(De ven. arter. dissect.) [n° 013 Fichtner] [GalLat]
De venarum arteriarumque dissectione
Περὶ φλεβῶν καὶ ἀρτηριῶν ἀνατομῆς
Anatomie des veines et des artères
The Anatomy of Veins and Arteries (Ven. Art. Diss.)
Garofalo, Debru, 2008.
De venarum arteriarumque dissectione, 1821, vol. 2, p. 779-830. urn:cts:greekLit:tlg0057.tlg013.verbatim-lat1
Mayo Goss, 1961 (eng); Garofalo, Debru, 2008 (fra).
De venarum arteriarumque dissectione, 3, ed. Kühn, 1821, vol. 2, p. 789-794. urn:cts:greekLit:tlg0057.tlg013.1st1K-grc1:3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩