6. Καθ’ ὃ δ’ αἱ κλεῖς ἐπίκεινται τοῖς τῆς
7. κοίλης τμήμασιν, ὑπόκεινται ῥίζαι μεγίστης φλεβὸς, ἑκατέρωθεν
8. μία· ἥτις εὐθὺς ἀνίσχουσα δίχα σχίζεται, δύο
9. φλέβας ἐργαζομένη μεγάλας, ὧν ἡ μὲν ἑτέρα φέρεται διὰ
10. τοῦ τραχήλου, διὰ βάθους ἀποχωροῦσα πρὸς τοὐπίσω τε
11. καὶ πρόσω, ἡ δ’ ἑτέρα πρός τε τὸ πρόσω καὶ κάτω βραχὺ
12. προσελθοῦσα κᾄπειτα αὖθις ἄνω φερομένη περιλαμβάνει
13. τὴν κλεῖν, ἔξωθεν ἐπὶ τὴν προειρημένην ἀναφερομένη. καὶ
14. μιχθεισῶν αὐτῶν, ἡ ἐπιπολῆς γεννᾶται σφαγῖτις, ἑκατέρωθεν
15. μία. μίγνυνται δὲ οὐ διὰ παντὸς ὡσαύτως, ἀλλ’ ἐνίοτε
16. μὲν οὐ μετὰ πολὺ τῆς κλειδὸς, ἐνίοτε δὲ ἐν τῇ τρίτῃ μοίρᾳ
17. τοῦ μήκους ὅλου τοῦ τραχήλου. θεάσῃ δ’ αὐτάς ποτε κᾂν
1. τῆς μέσης χώρας ἢ ἐγγὺς ἀφικνουμένας, ἔστι δ’ ὅτε οὐδ’
2. ὅλως μίαν ἐργαζομένας φλέβα, ἀναφερομένας δὲ ὀρθίας ἀλλήλων
3. πλησίον, ἐκ δὲ τῶν ἔνδον μερῶν τοῦ τραχήλου, τῆς
4. τραχείας ἀρτηρίας οὐ πόῤῥω τὴν ἑτέραν, ἐκ δὲ τῶν ἔξω τὴν
5. ὑπόλοιπον, ἣν περὶ τὴν κλεῖν ἔφην ἑλίττεσθαι. συνάπτονται
6. μέντοι διὰ παντὸς ἀλλήλαις κοινῇ φλεβὶ καὶ οὕτως
7. ἀναφέρονται, θέσιν ἐγκαρσίαν ἐχούσῃ πρὸς ἀμφοτέρας. ἣν
8. δὲ ἔφην· ἑλίττεσθαι περὶ τὴν κλεῖν, ἀποφύσεις ποιεῖται,
9. τινὰς μὲν ἀραχνοειδεῖς, οὐκ ἐπὶ πάντων ὁρατὰς (κοινὸν γὰρ
10. ἁπασῶν τοῦτο τῶν τοιούτων φλεβῶν), ἐνίας δὲ τριχοειδεῖς,
11. ἐπὶ τούτων ὁρατὰς, ἂν εὐθέως ἀνατέμνηται τὸ ζῶον· ὥστ’
12. ἐκθλίβοντας ἡμᾶς εἰς αὐτὰς αἷμα σαφεῖς οὕτως ἐργάζεσθαι.
13. δύο δέ εἰσι τῶν τοιούτων φλεβῶν ἐνταῦθα συζυγίαι, μία
14. μὲν ἐγκαρσία, συναπτομένων ἀλλήλαις αὐτῶν κατὰ τὸ κοῖλον
15. τῆς σφαγῆς, μία δὲ ἄλλη μὴ συναπτομένων· ἀποκλίνουσι
16. γὰρ ὡς πρὸς τὴν ἔξω χώραν τοῦ τραχήλου λοξαί.
17. τῶν δ’ ἀραχνοειδῶν, ὅσαι πρὸς τὴν ἔξω χώραν ἐπιστρέφονται,
1. συνάπτεται πρὸς ἀλλήλας τὰ πέρατα. αὗται μὲν
2. οὖν, ὡς ἔφην, οὐκ ἐπὶ πάντων εἰσὶν ὁραταί. τῶν δ’ ἐναργῶς
3. ὁρωμένων ἀεὶ τρεῖς εἰσι φλέβες ἀπὸ τῆς περὶ τὴν
4. κλεῖν ἑλιττομένης ἀρχόμεναι, μία μὲν ἱκανῶς ἀξιόλογος,
5. ἴσου πολλάκις τοῦ εὔρους αὐτῇ τῇ πρὸς τὸν τράχηλον ἀναφερομένῃ·
6. καλοῦσι δ’ αὐτὴν ὠμιαίαν, ἐπειδήπερ
7. ἐπὶ τὸν ὦμον ἐκτείνεται κατὰ βραχὺ τῆς κλειδὸς ἀποχωροῦσα
8. λοξή· δύο δὲ ἄλλαι μικροτέρας ῥίζας ἑκατέρωθεν
9. ἔχουσαι τῆς ὠμιαίας. ἡ μὲν οὖν ὑψηλοτέραν ἔχουσα τὴν
10. ῥίζαν ἄχρι τῆς ἐπὶ τὸ ἀκρώμιον ἀναφέρεται χώρας, εἰς τὰ
11. πλησιάζοντα σώματα διασπειρομένη. ἡ ταπεινοτέρα δὲ, διὰ
12. βάθους μᾶλλον κειμένη κατὰ τὸν ἀπὸ τοῦ στέρνου μέγαν
13. μῦν, ἄχρι τῆς κεφαλῆς ἀφικνεῖται τοῦ βραχίονος. ἧς ἐνίοτε
14. τὰ πέρατα σαφῶς φαίνεται συνάπτοντα τοῖς πέρασιν τῆς
15. φλεβὸς, ἥτις ἀποφυομένη τῆς διὰ μασχάλης ἐπὶ χεῖρα φερομένης
16. ἀναφέρεται λοξὴ πρὸς τὸν ὦμον, εἰς τὰ ταύτῃ
17. χωρία διανεμομένη. καὶ ἄλλαι δέ τινες σποράδες, οὔτε τὴν
1. αὐτὴν ἀκριβῶς ἔχουσαι θέσιν ἐπὶ πάντων τῶν πιθήκων,
2. οὔτε τὸ μέγεθος, ἀποφύονται τῶν ἐπὶ τὰς χεῖρας ἀφικνουμένων
3. φλεβῶν. αἱ δ’ ἀξιόλογοι μικρὸν ἔμπροσθεν εἴρηνται
4. κατὰ τὴν τῆς διὰ μασχάλης φερομένης ἀνατομήν. ἔστι γὰρ
5. ἐκείνη καὶ μία μείζων πολλῷ τῆς ὠμιαίας, καὶ ἄλλας ἐν τῷ
6. βραχίονι φλέβας ἀποφυομένας ἔχουσα· τῆς δὲ ὠμιαίας ὀλίγαι
7. τε καὶ αὗται τριχοειδεῖς τε καὶ ἀραχνοειδεῖς ἀποφύονται,
8. τοῖς ἐπιπολῆς χωρίοις διασπειρόμεναι.
⟨
(De ven. arter. dissect.) [n° 013 Fichtner] [GalLat]
De venarum arteriarumque dissectione
Περὶ φλεβῶν καὶ ἀρτηριῶν ἀνατομῆς
Anatomie des veines et des artères
The Anatomy of Veins and Arteries (Ven. Art. Diss.)
Garofalo, Debru, 2008.
De venarum arteriarumque dissectione, 1821, vol. 2, p. 779-830. urn:cts:greekLit:tlg0057.tlg013.verbatim-lat1
Mayo Goss, 1961 (eng); Garofalo, Debru, 2008 (fra).
De venarum arteriarumque dissectione, 6, ed. Kühn, 1821, vol. 2, p. 798-801. urn:cts:greekLit:tlg0057.tlg013.1st1K-grc1:6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩