Galenus. De venarum arteriarumque dissectione (De ven. arter. dissect.) [n° 013 Fichtner] [GalLat]

Περὶ φλεβῶν καὶ ἀρτηριῶν ἀνατομῆς
Anatomie des veines et des artères
The Anatomy of Veins and Arteries (Ven. Art. Diss.)
Garofalo, Debru, 2008.
De venarum arteriarumque dissectione, 1821, vol. 2, p. 779-830. urn:cts:greekLit:tlg0057.tlg013.verbatim-lat1
Mayo Goss, 1961 (eng); Garofalo, Debru, 2008 (fra).

De venarum arteriarumque dissectione, 7, ed. Kühn, 1821, vol. 2, p. 801-807. urn:cts:greekLit:tlg0057.tlg013.1st1K-grc1:7

9. Λοιπὸν οὖν διηγήσασθαι χρὴ τῶν ἐπιπολῆς
10. τε καὶ διὰ βάθους σφαγιτίδων τὴν νομήν. ὀνομάζονται
11. δὲ διὰ βάθους σφαγίτιδες ὑπ’ ἐνίων μὲν αἱ μετὰ
12. τὴν σχίσιν τῆς κοίλης εὐθέως γιγνόμεναι· τινὲς δὲ οὐχ ὅλας
13. αὐτὰς, ἀλλ’ ὅσον ἐν τραχήλῳ τέτακται τῶν κλειδῶν ὑψηλότερον,
14. οὕτως ὀνομάζουσιν· ἔνιοι δὲ οὐδ’, ὅτι κατωτέρω
15. σχίζονται τῶν κλειδῶν, ἐπίστανται. ἀλλ’ ἡμεῖς ἐπὶ πάντων
16. εὕρομεν ἀεὶ πρὸ τῶν κλειδῶν σχιζομένην τὴν κοίλην,
17. ἀποφυομένας τε τῶν μορίων αὐτῆς ἑκατέρας φλέβας ἐπί τε
18. τὸ στέρνον καὶ τὰ πρῶτα μεσοπλεύρια καὶ τοὺς ἓξ σπονδύλους
1. τοῦ τραχήλου καὶ τὰς ὠμοπλάτας, ὅσα τε τούτοις
2. ἐφεξῆς ἐπὶ τὰς χεῖρας ὅλας, ἃς διὰ τῶν μασχαλῶν ἔφην ἐπ’
3. αὐτὰς ἰέναι. ὅταν δὲ ὑπὸ ταῖς κλεισὶ γενηθῶσιν αἱ μεγάλαι
4. φλέβες, ἃς ἐκ τοῦ τμηθῆναι δίχα τὴν κοίλην ἔφην
5. γεννᾶσθαι, ῥίζαν ἐργάζονται φλεβὸς ἀξιόλογον, ἀφ’ ἧς, ὡς
6. εἴρηται, τήν τε ὠμιαίαν γεννᾶσθαι συμβέβηκεν, ἄλλας τέ
7. τινας, ἃς ὀλίγον ἔμπροσθεν διῆλθον. ὅσον δὲ ὑπόλοιπόν
8. ἐστι τῶν μεγάλων φλεβῶν, εἰς ἃς ἔφην ἐσχίσθαι τὴν κοίλην,
9. ὄρθιον ἀναφέρεται διὰ τοῦ τραχήλου, ἔμπροσθεν ἔχον
10. ἑαυτοῦ τὸν στόμαχον. ὑπὲρ ὧν τῆς νομῆς πρόκειται λέγειν
11. ἅμα ταῖς ἐπιπολῆς σφαγίτισιν, ἃς ἔφην ἄλλοτε ἄλλως εἰς
12. ταὐτὸν ἀλλήλαις ἰέναι. ὥσπερ δὲ τούτου διαφοραὶ πάμπολλαι
13. τῆς ἑνώσεως αὐταῖς εἰσιν, οὕτως αὖ πάλιν ἕτεραι
14. διαφοραὶ τοσαῦται ἀπὸ τῆς σχίσεως ὁρῶνται γιγνόμεναι.
15. προσελθοῦσα γὰρ ἡ ἐπιπολῆς αὐτῇ σφαγῖτις, ἔστιν ὅτε μὲν
16. αὐτίκα σχίζεται, καὶ τῶν μορίων αὐτῆς ἑκάτερον ἤτοι γε
1. ἴσον ἢ ἄνισον φαίνεται· ποτὲ δὲ ἐπὶ πλεῖον ἀποχωρεῖ, καί
2. ποθ’ οὕτως ἐπὶ πλεῖστον, ὡς ἐγγὺς τῆς γένυος σχισθῆναι.
3. ταῦτα δ’ ὁρᾶται κᾀπὶ τῶν ἀνθρώπων ἐναργῶς ὁσημέραι,
4. κατά τε τὰς χειρουργίας, καὶ πρὸς τούτοις ἐπειδὰν ἤτοι
5. μέγιστον φωνῶσιν, ἢ κατέχωσιν ἔνδον τὸ πνεῦμα, συστέλλοντες
6. τὸν θώρακα, καθάπερ οἱ ἀθληταὶ ποιοῦσιν ἐν ταῖς
7. καλουμέναις καταλήψεσι πνεύματος. ἀλλὰ καὶ διαθέσεις
8. σηπεδονώδεις ἐψίλωσαν ἐνίοτε τοῦ περικειμένου δέρματος
9. ἅπαν τὸ κάτω χωρίον, ὡς ἐναργῶς ὁρᾶσθαι τὰς φλέβας
10. γυμνάς. καὶ μάλιστα τοῦτο συνεχῶς ἐγένετο περὶ
11. πάντα τὰ τοῦ σώματος μόρια κατ’ ἐκεῖνον τὸν χρόνον, ἐν
12. ᾧ τοὺς ἄνθρακας ἐπιδημῆσαι συνέβη κατὰ τὴν Ἀσίαν, οἳ
13. καὶ τοὺς θεασαμένους αὐτὰς ἔπεισαν, ἀκριβῶς ὁμοιότητα
14. τοῖς πιθήκοις εἶναι πρὸς τοὺς ἀνθρώπους. ἰατρῶν μὲν οὖν
15. ὅστις χειρουργεῖν μέλλει κατὰ τὸν τράχηλον, ἀναγκαῖόν
16. ἐστιν ἐπίστασθαί τε τὴν εἰρημένην ποικιλίαν τῶν κατ’ αὐτὸν
17. φλεβῶν, ἐπισκέπτεσθαί τε, κατὰ τίνα μάλιστα αὐτῶν
18. ἰδέαν ὁ χειρουργούμενος διαπέπλασται, καὶ γινώσκειν γε 
1. ἀκριβῶς τὰς ἀποφύσεις ἑκάστης τῶν τεσσάρων φλεβῶν.
2. λέγω δὲ τέσσαρας, πρῶτον μὲν τὰς κάτω, πρὶν ἐς ταὐτὸν
3. ἀλλήλαις ἐλθούσας τὴν ἐπιπολῆς γεννῆσαι σφαγῖτιν,
4. ἔπειτα τὰς μετὰ τὴν σχίσιν ἄνω φερομένας. οὐ μὴν οὔτε
5. τοῖς ἄλλοις ἰατροῖς, οὔτε τοῖς εἰσαγομένοις, οὔτε πολὺ μᾶλλον
6. ὑμῖν τοῖς φιλοσόφοις, Ἀντίσθενες ἄριστε, τὴν ἀκριβεστάτην
7. ἐπιστήμην ἀναγκαῖον ἔχειν τῶν τοιούτων θεωρημάτων.
8. διὸ κᾀγὼ κατ’ ἀρχὰς εὐθὺς ἔφην ἐν τῷδε τῷ
9. πράγματι σύνοψίν τινα ποιήσεσθαι τῆς τῶν ἀγγείων ἀνατομῆς.
10. ἐν γὰρ ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν, ὅπως εἰς
11. ἕκαστον μῦν ἀρτηρία καὶ φλὲψ ἐμβάλλει, δηλοῦται· νυνὶ δὲ
12. οὔτε ἀναγκαῖον, ὡς ἔφην, ἀσαφής τε ἂν ὁ λόγος γένοιτό
13. μοι τοὺς μύας ἑρμηνεύοντι. διὸ κᾀν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν
14. ἡ τῶν μυῶν ἀνατομὴ προηγεῖται τῆς τῶν ἀγγείων,
15. ὥστε ἐν τῷ παρόντι λόγῳ τοσοῦτον εἰπεῖν ἀρκέσει. τῶν
16. ἐπιπολῆς σφαγιτίδων αἱ πλεῖσται τῶν ἀποφύσεων μικραί
1. τέ εἰσιν καὶ τοῖς ὑπὸ τὸ δέρμα μάλιστα διασπείρονται
2. μυσίν. ἐν οἷς εἰσι καὶ οἱ δύο μύες οἱ κινοῦντες τὰς γνάθους,
3. λεπτοὶ μὲν ἱκανῶς ὄντες, ὑποπεφυκότες δὲ παντὶ τοῦ
4. τραχήλου δέρματι. μετὰ μέντοι τὸ σχισθῆναι πάλιν ἄνω
5. φερομένας ὧν ἀξιόλογοι τῶν φλεβῶν τούτων εἰσὶν αἱ ἀποφύσεις,
6. καθ’ ἃς εἴς τε τὸ πρόσωπον ὅλον διασπείρονται,
7. καὶ τοῖς ἀμφὶ τὰ ὦτα χωρίοις διανέμονται, καὶ πρὸς τὴν
8. κεφαλὴν ἀναφέρονται. διχῇ γὰρ ἑκατέρας σχισθείσης, τὸ
9. μὲν ἕτερον μέρος εἴς τε τὰ κατὰ τὴν κάτω γένυν ἅπαντα
10. μεγάλοις ἀγγείοις διασπείρεται, καὶ μικροῖς ἄλλοις εἰς τὰ
11. κατὰ τὴν ἄνω· τὸ δ’ ἕτερον εἴς τε τὰ περὶ τὰ ὦτα χωρία
12. καὶ τὴν κεφαλήν. ἐπιμίγνυται δὲ τούτων ἁπασῶν τῶν
13. φλεβῶν τὰ πέρατα καὶ πρὸς τὰς παρακειμένας μὲν, οὐδὲν
14. δὲ ἧττον αὐτῶν καὶ πρὸς τὰς ἀντικειμένας· ἐς ταὐτὸ γὰρ
15. ἥκουσιν αἱ τελευταὶ τῶν ἐν τοῖς ἀριστεροῖς μέρεσι κειμένων
16. φλεβῶν πρὸς τὰς ἐν τοῖς δεξιοῖς. ἡνίκα γὰρ ἐπιπολῆς αἱ
17. τέτταρες γενηθῶσιν σφαγίτιδες, ἡ μὲν ἔξωθεν αὐτῶν ἐπὶ
18. τὴν κεφαλὴν ἀναφέρεται· μέμνησο δ’, ὅτι ταύτην ἑλίττεσθαι
1. περὶ τὴν κλεῖν ἔφην· ἡ δὲ ἔσωθεν εἰς τὰ περὶ τὴν
2. κάτω γένυν, ἐπιμιγνυμένη πολλαχόθι τοῖς διὰ βάθους
3. σφαγίτιδος ἀποβλαστήμασιν, ἀφ’ ὧν εἴς τε τὸν λάρυγγα
4. καὶ τὸν στόμαχον, ὅσα τε κατὰ βάθος τοῦ τραχήλου τέτακται
5. μυῶν μόρια, πολλαὶ τῶν ἀπονεμήσεων ἐμφύονται,
6. καθάπερ, ὅσα τοῦ βάθους ἀποκεχώρηκε μόρια μυῶν, ὑπὸ
7. τῶν ἐπιπολῆς τρέφεται σφαγιτίδων. λαμβάνει δὲ καὶ ἡ
8. γλῶττα μεγάλας φλέβας ἀπὸ τῶν διὰ βάθους σφαγιτίδων,
9. ὅταν ταῖς ἐπιπολῆς διὰ τῶν ἀποφύσεων συμπλακῶσιν. ὅσα
10. μέντοι τῇ γλώττῃ περίκειται σώματα, καὶ τῶν μυῶν ὅσοι
11. μὴ διὰ βάθους εἰσὶν, ἀπὸ τῶν ἐπιπολῆς τρέφεται σφαγιτίδων.
12. τό γε μὴν ὑπόλοιπον ἅπαν τῶν διὰ βάθους σφαγιτίδων
13. εἰς τὸν ἐγκέφαλον ἀναφερόμενον ἐκπίπτει μὲν τῷ
14. κρανίῳ κατὰ τὸ πέρας τῆς λαμβδοειδοῦς ῥαφῆς, πρὶν δὲ
15. ἐκπίπτειν, ἀποβλάστημα μικρὸν τῇ μεταξὺ χώρᾳ τοῦ πρώτου
16. καὶ δευτέρου ποιεῖται σπονδύλου, καὶ μετὰ ταῦτα ἄλλο
17. χοειδὲς ἐν τῇ μεταξὺ τοῦ πρώτου καὶ τῆς κεφαλῆς, ἀναμίγνυται
1. δὲ ταῖς ἄνωθεν κάτω φερομέναις κατὰ τὸν ἐγκέφαλον
2. φλεψὶ καί τισι τῶν ἔξωθέν τε καὶ τῶν πλαγίων.
3. πασῶν γὰρ ἑνοῦνται τὰ πέρατα τῶν φλεβῶν ἐν τοῖς περὶ
4. τὴν κεφαλήν τε καὶ τὴν διάρθρωσιν αὐτῆς χωρίοις. ἀλλὰ
5. καὶ τῶν περικειμένων φλεβῶν τῷ κρανίῳ φέρονταί τινες
6. ἔσω λεπταὶ, καὶ μάλιστα περὶ τὴν διάρθρωσιν τῆς
7. γνάθου. ὅπως δὲ αὗται πᾶσαι μετὰ τὸ διελθεῖν ἔσω τοῦ
8. κρανίου κατασχίζονταί τε καὶ κοινωνοῦσιν ἀλλήλαις, αὖθίς
9. τε πάλιν αὐτῶν ἔξω τινὰ φέρεται μόρια μετὰ νεύρων τινῶν,
10. ἐν ταῖς κατὰ τὸν ἐγκέφαλον ἀνατομικαῖς ἐγχειρήσεσιν
11. ἐλέγομεν, ὥσπερ κᾀν ταῖς κατὰ τὸν πνεύμονα καὶ καρδίαν
12. ἕκαστόν τε τῶν ἄλλων σπλάγχνων ἡ καθ’ ἕκαστον ἔκφυσις
13. ἀπὸ πάντων τῶν ἀγγείων ἐν ταῖς ἰδίαις αὐτῶν ἀνατομικαῖς
14. ἀκριβοῦται. νυνὶ δὲ, ὡς εἴρηται, σύνοψίν τινα τῆς τῶν
15. ἀγγείων ἀνατομῆς ποιούμεθα.

Cliquer un n° de page pour en afficher l’image