Galenus. De venarum arteriarumque dissectione (De ven. arter. dissect.) [n° 013 Fichtner] [GalLat]

Περὶ φλεβῶν καὶ ἀρτηριῶν ἀνατομῆς
Anatomie des veines et des artères
The Anatomy of Veins and Arteries (Ven. Art. Diss.)
Garofalo, Debru, 2008.
De venarum arteriarumque dissectione, 1821, vol. 2, p. 779-830. urn:cts:greekLit:tlg0057.tlg013.verbatim-lat1
Mayo Goss, 1961 (eng); Garofalo, Debru, 2008 (fra).

De venarum arteriarumque dissectione, 8, ed. Kühn, 1821, vol. 2, p. 807-816. urn:cts:greekLit:tlg0057.tlg013.1st1K-grc1:8

16. Συμπεπληρωμένης ἤδη τῆς ἐξηγήσεως ἁπασῶν
17. τῶν ἄνω τοῦ διαφράγματος φλεβῶν, ἐπὶ τὰς ὑπολοίπους
1. μετέλθωμεν, ὅσαι τὰ κάτω τῶν φρενῶν τρέφουσιν ἀπὸ τῆς
2. ἐπ’ ὀσφύϊ κοίλης γεννώμεναι. αὕτη γὰρ ἡ φλὲψ, ἐπειδὰν
3. πρῶτον ἔξω τοῦ ἥπατος γένηται, πρὶν μὲν ἐπιβῆναι τῆς
4. ὀσφύος, ἔτι μετέωρος οὖσα, κατὰ μὲν τὸ δεξιὸν ἑαυτῆς μέρος
5. εἰς τὸν τοῦ δεξιοῦ νεφροῦ χιτῶνα καὶ τὰ περὶ τοῦτον
6. σώματα ποτὲ μὲν ἀραχνοειδεῖς, ποτὲ δὲ τριχοειδεῖς, ποτὲ
7. δὲ ἁδροτέρας τὰς ἐπινεμήσεις πέμπει, κατὰ δὲ τὸ ἀριστερὸν
8. ἀξιόλογον φλέβα διασχιζομένην εἰς τὰ ταύτῃ σώματα.
9. πολλάκις δ’, αὐτῆς ἐπὶ τὸν νεφρὸν ἀφικνουμένης,
10. ἀποφύονται φλέβες ἀπ’ αὐτῆς, καὶ τοῦ αὐτοῦ περὶ τὸν
11. νεφρὸν χιτῶνος ἅμα τοῖς πέριξ χωρίοις, ἔνιαι μὲν
12. ἀραχνοειδεῖς, ἔνιαι δὲ μικραὶ, τριχοειδεῖς ἔνιαι. ὀνομάζω
13. δὲ ἰδίως φλέβας μικρὰς, ὅσαι φαίνονται, καίτοι
14. μικρὸν εὖρος ἔχουσαι. τοῦτο δὲ οὐχ ὑπάρχει ταῖς ἀραχνοειδέσι
15. καὶ τριχοειδέσιν, ἀλλ’ αἱ μὲν λεπτοτάταις ἐοίκασι
16. γραμμαῖς μόγις ὁρωμέναις, ἃς ἀπανθισμοὺς ἐκάλεσαν ἔνιοι
17. τῶν παλαιῶν, αἱ δὲ, ὡς ἂν εἴποι τις, ἁδροτέραις γραμμαῖς, 
1. ἐχούσαις μὲν δηλονότι πάντως τι πλάτος, ἀλλ’ ὡς πρὸς
2. αἴσθησιν ἀπλατέσι λεγομέναις, ἐπειδὴ σαφὴς ἡ διάκρισις
3. τῶν ὁριζόντων τὸ πλάτος μορίων ἐν αὐταῖς οὐκ ἔστιν.
4. αὗται μὲν οὖν αἱ φλέβες τοιαίδε. αἱ δὲ εἰς τοὺς νεφροὺς
5. ἐμφυόμεναι μέγισται πασῶν εἰσιν τῶν τῆς κοίλης ἀπεσχισμένων.
6. ἐφεξῆς δὲ αὐτῶν ἐπὶ τοὺς ὄρχεις φέρονται φλέβες,
7. τὸ μέν τι κοινὸν ἐπὶ πάντων ἔχουσαι τῶν πιθήκων, τὸ δὲ
8. ἴδιον ἐν ἑκάστοις αὐτῶν. τὸ κοινὸν μὲν οὖν ἐστιν, ἀπὸ
9. τῆς ἐπὶ τὸν ἀριστερὸν νεφρὸν ἀποβλάστημά τι φέρεσθαι
10. ἐπὶ τὸν ἀριστερὸν ὄρχιν· ἴδιον δὲ, διττὰς εἶναί ποτε τὰς
11. ἀρχὰς τῆς εἰς τὸν ὄρχιν ἰούσης φλεβὸς, τῆς μὲν ἀπὸ
12. τῆς ἐπὶ τὸν ἀριστερὸν νεφρὸν ἀφικνουμένης, τῆς δὲ τῆς
13. κοίλης ἀποσχιζομένης, ποτὲ δὲ μίαν μόνην ἀπὸ τῆς ἐπὶ
14. τὸν μηρὸν ἰούσης φλεβός. ἡ δὲ ἐν τοῖς δεξιοῖς μέρεσι φλὲψ,
15. εἰς τὸν δεξιὸν ὄρχιν ἰοῦσα, τῆς κοίλης αὐτῆς ἀποπέφυκεν.
16. ὤφθη δὲ ἅπαξ ποτέ μοι καὶ ἥδε δύο ἀρχὰς ἔχουσα, καθάπερ
17. ἐν τοῖς ἀριστεροῖς πολλάκις. αὗται μὲν οὖν αἱ φλέβες
1. εἰς τοὺς ὄρχεις φέρονται, ἄν τε ἄῤῥεν, ἄν τε θῆλυ τὸ
2. ζῶον ᾖ. καὶ γὰρ καὶ τὸ θῆλυ κατὰ τὰ πλευρὰ τῆς μήτρας
3. ἔχει τοὺς ὄρχεις, πολὺ μικροτέρους τε καὶ πυκνοτέρους ἤπερ
4. ἐπὶ τῶν ἀῤῥένων. ἐφεξῆς δ’ αὐτῶν καθ’ ἕκαστον σπόνδυλον
5. ἐπὶ τὰς λαγόνας φέρονται φλέβες, ὧν τὰ πέρατα πρὸς
6. τοὺς κατ’ ἐπιγάστριον ἀναφέρονται μῦς. οἱ γάρ τοι
7. κατ’ ἐπιγάστριον μῦς ἐκ τούτων τρέφονται τῶν φλεβῶν, καὶ
8. τῶν ἐν τοῖς τῶν νόθων πλευρῶν μεσοπλευρίοις, καὶ τῶν
9. ἄνωθεν ἐπὶ τὸ στέρνον ἐπὶ τοὺς τιτθοὺς φερομένων, καὶ
10. τῶν ταύταις ἑνουμένων τοῖς πέρασιν ἐκ τῶν κάτω μερῶν
11. ἀναφερομένων, ὑπὲρ ὧν ἔμπροσθεν ἐπηγγειλάμην αὖθις
12. ἐρεῖν. οἱ δὲ ὑπερκείμενοι τούτων μύες, οἱ ἔξωθεν τοῦ θώρακος,
13. ἐκ τῶν κατὰ τὰς κλεῖς ἀγγείων τῶν μικρῶν, ὑπὲρ ὧν
14. ἔμπροσθεν εἶπον, κᾀκ τῶν ἐπὶ τὸ στέρνον φερομένων. διεκπίπτει
15. γὰρ αὐτῶν ἀποβλαστήματα πρὸς τοὺς παρὰ τὸ στέρνον
16. μῦς, καὶ προσέτι τῶν κατὰ τὰ μεσοπλεύρια· καὶ γὰρ
17. καὶ τούτων ἐκπίπτει τις ἔξω τοῦ θώρακος μοῖρα. καὶ μὲν
1. δὴ ὅτι τῷ κατ’ ὀσφὺν νωτιαίῳ φλέβες ἀπὸ τῆς ἐπικειμένης
2. ἐνταῦθα τῆς κοίλης ἐμφύονται καθ’ ἕκαστον τρῆμα μία,
3. λέλεκται πρόσθεν. ὥστ’ οὐδὲν ἔτι ὑπόλοιπόν ἐστιν
4. τῆς ἐπ’ ὀσφύϊ κοίλης ἀποβλάστημα διηγήσεως δεόμενον.
5. ἀλλ’ ὅπως δίχα σχίζεται, λεκτέον ἤδη. κατὰ τοίνυν τοὺς
6. ὑστάτους τῆς ὀσφύος σπονδύλους οὐκ ἔθ’ ὑποκειμένην ἐστὶν
7. εὑρεῖν τὴν ἀρτηρίαν τῇ φλεβὶ, τοὐναντίον δ’ ἅπαν γίνεται.
8. μετέωρος μὲν ἡ ἀρτηρία κατὰ τῆς φλεβὸς ὀχεῖται, τῶν
9. σπονδύλων δὲ αὐτῶν ἡ φλέψ. ψαύει τοίνυν καὶ σχίζεται
10. κατὰ τοῦτο τὸ μέρος ἑκάτερον τῶν ἀγγείων δίχα, καὶ γίνεται
11. τὸ σύμπαν αὐτῶν σχῆμα τῷ Λ στοιχείῳ παραπλήσιον.
12. ἕκαστον δὲ τῶν συνθέτων ἀγγείων ἐπὶ τὸ καθ’
13. ἑαυτὸ φέρεται σκέλος λοξόν. ἐν δὲ τῇ φορᾷ ταύτῃ πρῶτον
14. μὲν ἀπόφυσιν τῆς φλεβὸς ἑκατέρας ἰδεῖν ἐστιν, ἐπὶ τὰς
15. ψόας ὀπίσω διανεμομένας, καί τινας ἄλλας τριχοειδεῖς ἀμυδρῶς
16. ἐνίοτε φερομένας εἰς τὸ κατ’ ὀσφὺν περιτόναιον. ἀπὸ
17. γάρ τοι τῶν πλησιαζόντων καθ’ ἕκαστον μόριον ἀγγείων τὸ
1. περιτόναιον τρέφεται τοσαύταις φλεψί· πλείστας δ’ αὐτῶν
2. καὶ μακροτέρας λαμβάνει παρὰ τῶν ἐπ’ ὄρχεις φερομένων.
3. ἐφεξῆς δὲ τούτων εἰσὶν ἀποφύσεις τῶν ἐπὶ τὰ σκέλη φερομένων
4. φλεβῶν εἴς τε τὰ κάτω καὶ πρόσω. πρῶτον μὲν εἰς
5. τοὺς κατὰ τὸ πλατὺ καλούμενον ὀστοῦν μῦς, ὧν οὐ σμικρὸν
6. μέρος ἀναμίγνυται τῇ μετ’ αὐτῶν ἐκφύσει πρὸς τοὺς
7. κατὰ τὴν ἕδραν μῦς φερόμενον. ἀμφοτέρων δὲ τῶν συζυγιῶν
8. τὰ πέρατα διεκπίπτει πρὸς τὰ ἐκτὸς μόρια τοῦ πλατέος
9. ὀστοῦ, τοῖς τοῦ ἐνταῦθα μυσὶ διασπειρόμενα. μετὰ
10. δὲ ταῦτα ἐπὶ τὰ κάτω μέρη τῆς μήτρας φέρονται φλέβες
11. ἀνωτέρω βραχὺ τῆς τοῦ τραχήλου πρώτης ἐκφύσεως, αἵτινες
12. εἴς τε τὸν τράχηλον αὐτὸν διασπείρονται, καὶ εἰς τὴν
13. μήτραν ἑνούμεναι μέρει μὲν ἑαυτῶν τινι τοὺς ὄρχεις, τῷ
14. δὲ ἄλλῳ τὰ μέχρι τοῦ πυθμένος τῆς μήτρας διαπλέκουσιν.
15. ἀπὸ δὲ τῶν ἐπὶ τὰ κάτω τῆς μήτρας φερομένων φλεβῶν
16. καὶ αἱ τῆς κύστεως ἀποσχίζονται φλέβες. ἐφεξῆς δ’ ἐστὶν
17. ἄλλη συζυγία φλεβῶν, δύο ἀρχὰς τοὐπίπαν ἐχουσῶν. προϊοῦσαι
1. δὲ αὗται συνάπτονται πρὸς ἀλλήλας καὶ γεννῶσι φλέβα
2. καθ’ ἑκάτερον μέρος εἰς τοὐκτὸς φερομένην διὰ τοῦ τῆς
3. ἥβης ὀστοῦ σὺν τῷ ταύτης νεύρῳ. καὶ τοίνυν διασπείρεται
4. τοῖς κάτω μυσὶ τοῦ τῆς ἥβης ὀστοῦ τὸ ἀγγεῖον τοῦτο, καθάπερ
5. καὶ τὸ νεῦρον. μετὰ δὲ ταῦτά ἐστιν ἄλλη συζυγία
6. φλεβῶν, ὑπὲρ ὧν ἔμπροσθεν ἀνεβαλόμην ἐρεῖν, τῶν ἀναφερομένων
7. παρὰ τοὺς ὀρθίους μῦς, ἔπειτα εἰς ταὐτὸν ἰουσῶν
8. τοῖς πέρασι τῶν φλεβῶν, ἃς διὰ τοῦ θώρακος εἰς ὑποχόνδρια
9. καταφέρεσθαι πρόσθεν εἶπον. ἀπὸ δὲ τῆς αὐτῆς ῥίζης
10. καὶ ἄλλο φλεβίον ἓν καθ’ ἑκάτερον μέρος εἰς τὴν μήτραν
11. ἀφικνεῖται, δι’ ὧν φλεβῶν ἡ κοινωνία μάλιστά ἐστι
12. τοῖς τιτθοῖς πρὸς τὰς μήτρας. αὗται μὲν οὖν αἱ φλέβες
13. ἐκ τῶν ἔνδον μερῶν κεῖνται τῶν ὀρθίων μυῶν, καὶ
14. αἵ γε ἀναφερόμεναι πρὸς τὰ ὑποχόνδρια συμφυεῖς εἰσιν
15. αὐτοῖς. ἑτέρα δ’ ἔξωθεν τῶν μυῶν ἐστι συζυγία τῶν καθηκουσῶν
16. ἐπὶ τὸ αἰδοῖον, ἄν τε ἄῤῥεν, ἄν τε θῆλυ τὸ
17. ζῶον ᾖ· καταφέρονται δὲ παρὰ τὴν συμβολὴν τῶν τῆς ἥβης
18. ὀστῶν ἑκατέρωθεν. καὶ μετὰ ταύτας εὐθέως ἐστὶν ἑτέρα 
1. φλὲψ ἀφ’ ἑκατέρας τῆς ἐπὶ τὰ σκέλη πρὸς τοὺς ἔνδον μῦς
2. τῶν μηρῶν φερομένη. τούτων δ’ ἑξῆς ἄλλη συζυγία φλεβῶν
3. ἐπιπολῆς ὑπὸ τῷ δέρματι κειμένη, ἃς καὶ θεώμεθα
4. πάνυ σαφῶς ἐπὶ τῶν ἰσχνῶν ἀνθρώπων, ἀπὸ μὲν τῶν βουβώνων
5. ἀρχομένας, ἀναφερομένας δὲ κατὰ τὸν τῶν λαγόνων
6. τόπον. ἀμυδραὶ δὲ ἄλλαι συνάπτουσιν αὐτῶν τοῖς πέρασιν
7. ἄνωθεν κάτω φερόμεναι, τὴν γένεσιν ἔχουσαι μάλιστα ἐκ
8. τῶν παρὰ τοὺς τιτθοὺς φλεβῶν. ἀλλὰ ταύτης τῆς συζυγίας
9. τῆς νῦν ἐν τῷ λόγῳ προκειμένης ἔφην ἀναφέρεσθαι κάτωθεν
10. ἄνω μέρος οὐ σμικρὸν, ἐπὶ τοὺς παρὰ τὰς πυγὰς ἀποχωροῦν
11. μῦς. ἐντεῦθεν δὴ λοιπὸν ἡ μεγάλη φλὲψ εἰς τὸ
12. σκέλος ἀποσχίζεται, πρώτην μὲν ἀπόφυσιν ἑαυτῆς κατὰ τὸν
13. βουβῶνα ποιοῦσα σὺν ἀρτηρίᾳ μικρᾷ τοῖς ἐμπροσθίοις μυσὶν
14. διανεμομένην, δευτέραν ἑκατέρωθεν μίαν κᾀκ τῶν ἔνδον
15. μερῶν ἄχρι τοῦ γόνατος ἐπιπολῆς διασπειρομένην, ἄλλας δ’
16. οὐκ ὀλίγας διὰ βάθους εἰς τοὺς μηρούς. μικρὸν δ’ ἀνωτέρω
17. τῆς κατὰ γόνυ διαρθρώσεως τριχῆ σχισθεῖσα, τῷ μέσῳ
18. μὲν αὑτῆς, ᾗ δὴ μεγίστη ἐστὶ, δι’ αὐτῆς εἰς ἰγνύας φέρεται
1. κάτω, κᾄπειτα ἐντεῦθεν διὰ τοῦ βάθους ἰοῦσα τῆς καλουμένης
2. γαστροκνημίας ἀποφύσεις οὐκ ὀλίγας δίδωσι τοῖς
3. κατὰ ταύτην μυσί· τῷ δ’ ἔξωθεν μορίῳ τῷ δευτέρῳ κατὰ
4. τὸ τῆς περόνης ἐκτὸς ἐπὶ τῆς κατὰ τὸν πόδα διαρθρώσεως
5. ἐπιπολῆς ἀφικνεῖται· τῷ τρίτῳ δὲ μέρει τῶν ἔνδον
6. ἐπ’ αὐτὸ τὸ ἀντικείμενον ἔρχεται, κᾄπειτα ἐντεῦθεν ἐπὶ
7. τὸ σφυρὸν ἀφικνεῖται ἐπ’ αὐτὸ τῆς κνήμης τὸ πέρας, ἐπιτηδειοτάτη
8. πρὸς τὰς φλεβοτομίας οὖσα. καὶ μὲν δὴ καὶ
9. τῆς διὰ βάθους τῆς μεγάλης εἰς τοὺς μῦς σχιζομένης σὺν
10. ἀρτηρίᾳ δύο πέρατα ποιησαμένης, τὸ μὲν ἕτερον τὸ μεῖζον
11. ἀπὸ τῆς κνήμης ἔσω φέρεται, τὸ δ’ ἕτερον διὰ τῆς μέσης
12. χώρας περόνης τε καὶ κνήμης εἰς τὰ πρόσω παραγίγνεται
13. τοῦ ποδὸς, ἐμπηγνύμενον ἀποβλαστήματι φλεβὸς ἑτέρας, ἣν
14. διὰ τῶν ἔξω τῆς κνήμης μερῶν παρὰ τὴν περόνην ἔφην
15. καταφέρεσθαι, ὡς γίγνεσθαι τέτταρας φλέβας εἰς πόδα κατερχομένας,
16. μίαν μὲν ἔξωθεν πασῶν παρὰ τὸ κυρτὸν πέρας
17. τῆς περόνης, ἑτέραν δὲ ἐκ τῶν ἔνδον αὐτοῦ μερῶν,
18. καὶ τρίτην, ὡς εἶπον, πρόσω τοῦ τῆς κνήμης πέρατος,
1. καὶ τετάρτην, ἐκ τῶν ἔνδον περιλαμβάνουσαν τὰς κυρτὰς
2. ἀποφύσεις. ἡ μὲν πρώτη καὶ δευτέρα ῥηθεῖσαι τῆς περόνης,
3. αἱ δὲ ἑξῆς δύο τῆς κνήμης. ἐντεῦθεν δ’ ἡ μὲν τετάρτη
4. κάτω τοῦ ποδὸς ἅπαντα διαπλέκει, συνεπιμιγνυμένων
5. αὐτῇ μορίων τῆς πρώτης. αἱ μέσαι δ’ αὐτῶν αἱ δύο
6. κατὰ τοῦ ποδὸς ἄνω διασπείρονται. καὶ μέντοι καὶ τῆς
7. πρώτης μόριον τὸ ἄνω τοῦ ποδὸς ἔχει, ὃ διαπλέκει τὰ
8. μέρη τῆς κατὰ τὸν μικρὸν μάλιστα δάκτυλον. ἐπιμίγνυται
9. δὲ καὶ ἄλλως πολυειδῶς, ὥσπερ ἐν ταῖς ἄκραις χερσὶν, οὕτω
10. καὶ κατὰ τὸν πόδα μόρια τῶν ἀγγείων. αὕτη μὲν ἡ σύνοψις
11. ἔσται σοι τῆς τῶν φλεβῶν ἀνατομῆς· ἐφεξῆς δὲ περὶ
12. τῶν ἀρτηριῶν ἐροῦμεν.

Cliquer un n° de page pour en afficher l’image