13. Ἀρχὴ μὲν τούτων ἐστὶν ἡ ἀριστερὰ κοιλία
14. τῆς καρδίας. ἐντεῦθεν δὲ μία μὲν εἰς τὸν πνεύμονα κατασχίζεται
15. λεπτὴ καὶ μονοχίτων, καθάπερ αἱ φλέβες·
16. ἑτέρα δὲ δύο χιτῶνας ἔχουσα καὶ παχεῖα, πολὺ μείζων
17. τῆσδε, καθάπερ τι στέλεχος ἁπασῶν οὖσα τῶν ἀρτηριῶν.
18. εἰκάσαις δ’ ἂν, εἰ βούλοιο, καὶ τὴν εἰς τὸν πνεύμονα
1. κατασχιζομένην ἀνάλογον ἔχειν τῇ πρώτῃ πασῶν ῥηθείσῃ
2. φλεβὶ, τῇ κατὰ τὰς πύλας τοῦ ἥπατος, ἣν εἰς τὰ κατὰ
3. τὴν γαστέρα μόρια καθήκειν ἔφην, οἶόν περ ῥίζαις τισὶ
4. τοῖς ἑαυτῆς πέρασιν ἀναλαμβάνουσαν τὴν τροφήν. ὡσαύτως
5. γάρ τοι καὶ ἥδε διὰ τῆς εἰσπνοῆς ὠφέλειαν εἰς τὸν πνεύμονα
6. κατασχίζεται. καὶ μέντοι καὶ δι’ αὐτὸ τὸ τῆς καρδίας
7. σῶμα περιχεομένας ἐν κύκλῳ δύο ἀρτηρίας ἔχει, τὴν
8. μὲν ἑτέραν τὴν μείζω τὸ πλεῖστον αὐτῆς διαπλέκουσαν, τὴν
9. δὲ ἑτέραν εἰς ἐκεῖνα μάλιστα διανεμομένην, ἔνθα τὴν τρίτην
10. ἐνόμιζεν εἶναι κοιλίαν ὁ Ἀριστοτέλης. αὕτη δέ ἐστιν
11. ἡ κατὰ τὸ πλατὺ τῆς καρδίας μόριον οὖσα τῆς δεξιᾶς, οὐκ
12. ἄλλη τρίτη τις. πέφυκε δ’ ἐξ αὐτῆς εἰς τὸν πνεύμονα κατασχιζομένη
13. φλὲψ, ἧς ὁ χιτὼν ὁ αὐτός ἐστι τῷ τῆς ἀρτηρίας.
14. ταύτας μὲν οὖν τὰς ἀρτηρίας ἅμα τῷ πρῶτον
15. ἐκφύεσθαι τῆς καρδίας τὴν μεγίστην ἀποφυομένας αὐτῆς
16. ἰδεῖν ἐστιν, εὐθὺς δὲ κᾳκείνην διασχιζομένην ἀνίσοις τμήμασιν·
17. καὶ μέντοι καὶ τὸ ἔλαττον αὐτῆς μέρος ἄνω
1. φερόμενον, καὶ αὐτὸ πάλιν αὐτίκα σχιζόμενον ἀνίσοις τμήμασι·
2. κᾄπειτα τὸ μὲν μεῖζον αὐτῶν ἐπὶ τὴν σφαγὴν ἀνατεινόμενον
3. λοξὸν ἀπὸ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιὰ τοῦ θώρακος,
4. ἀντίστροφον δὲ τὴν θέσιν ἔχον τὸ ἕτερον. ἀναφέρεται
5. γάρ τοι καὶ τοῦτο λοξὸν ἐπὶ τὴν ἀριστερὰν ὠμοπλάτην τε
6. καὶ μασχάλην ἀποφύσεσιν, ἀποφυόμενον ἐπί τε τὸ στέρνον
7. καὶ τὰς πρώτας τοῦ θώρακος πλευρὰς καὶ τοὺς ἓξ τοῦ
8. τραχήλου σπονδύλους, ἐπί τε τὰ περὶ τὴν κλεῖν χωρία
9. μέχρι τῆς ἀκρωμίας, μεθ’ ἃς ἁπάσας τὸ ὑπόλοιπον ἐπί τε
10. τὴν ὠμοπλάτην καὶ τὴν χεῖρα κατασχίζεται. τὸ δ’ ἐπὶ τὴν
11. σφαγὴν ἀνατεινόμενον μέρος τῆς ἀρτηρίας τὸ μεῖζον, ὅταν
12. τῷ θυμῷ πλησιάσῃ, πρῶτον μὲν ἀπόφυσιν ἑαυτοῦ ποιεῖται
13. παρὰ τὴν ἀριστερὰν σφαγῖτιν, ἐπ’ αὐτῇ δὲ ἑτέραν παρὰ
14. τὴν δεξιάν· εἶθ’ οὕτως τὸ ὑπόλοιπον ἅπαν αὐτῆς ὁμοίως
15. κατασχίζεται τῇ λεγομένῃ πρὸς τὴν ἀριστερὰν ὠμοπλάτην
16. τε καὶ μασχάλην ἀναφέρεσθαι. καὶ γὰρ ἐπὶ τὸ στέρνον
17. ἥκει τις ὡσαύτως τῇ φλεβὶ, τάς τε ἄλλας ἀποφύσεις ποιουμένη,
18. καὶ τὴν ἐπὶ τῶν τιτθῶν, ἥ τε ἐπὶ τὰς πρώτας τοῦ
1. θώρακος πλευρὰς συγκατασχίζεται καὶ συνεκπίπτει τοῦ
2. θώρακος ἐκτὸς ἐπὶ τοὺς ῥαχίτας μῦς, ὥσπερ ἡ φλὲψ, ἥ
3. τε διὰ τῶν κατὰ τοὺς πρώτους ἓξ τοῦ τραχήλου σπονδύλους
4. τρημάτων φερομένη συγκαταβαίνει τε καὶ συγκατασχίζεται
5. τῇ φλεβὶ πρὸς τὰς τοῦ νωτιαίου μήνιγγας,
6. ἥ τ’ ἐπ’ ἀκρώμιον ὠμοπλάτην τε καὶ μασχάλην δεξιάν.
7. αὗται πᾶσαί τε ἄλλαι ταῖς παρακειμέναις φλεψὶ συγκατασχίζονται,
8. καθάπερ αἱ καρωτίδες ὀνομαζόμεναι ταῖς
9. διὰ βάθους σφαγίτισιν. συναναφέρεταί τις ἀρτηρία. ἀλλ’
10. εἴτε δύο γενηθεῖεν, εἴτε τέτταρες αὗται, χωρὶς ἀρτηριῶν
11. εἰσι. τὸ δὲ ὑπόλοιπον ἑκατέρας καρωτίδος ὄρθιον
12. ἀναφερόμενον εἴσω τοῦ κρανίου παραγίνεται, κᾀνταῦθα
13. ποιεῖ τὸ καλούμενον δικτυοειδὲς πλέγμα, καὶ μετὰ ταῦτα
14. πάλιν ἀρτηρίαι δύο γινόμεναι πρὸς τὸν ἐγκέφαλον ἀναφέρονται.
15. περὶ δὲ τῆς ἐκείνων νομῆς καὶ πρὸς τὰ τῶν αἰσθήσεων
16. ὄργανα κοινωνίας ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι
17. λέγεται. τὸ δὲ ἕτερον μέρος τῆς ἐκ καρδίας φυομένης ἀρτηρίας
1. τὸ μεῖζον παρὰ τὴν ῥάχιν κατακάμπτεται, τῷ
2. πέμπτῳ τοῦ θώρακος ἐπιβαῖνον σπονδύλῳ, φέρεταί τε τοὐντεῦθεν
3. δι’ ὅλης ἤδη τῆς ῥάχεως ἄχρι τοῦ πλατέος ὀστοῦ,
4. πρῶτον μέν τινα πέμπον ἀπόφυσιν αὑτοῦ μικρὰν ἀρτηρίαν,
5. κατασχιζομένην εἰς ἐκεῖνα τοῦ θώρακος τὰ μέρη,
6. καθ’ ἃ ὁ πνεύμων ἐπίκειται· τὰ τελευταῖα δὲ αὐτῆς πέρατα
7. μέχρι τῆς τραχείας ἀρτηρίας ἀνήκει, μετὰ δὲ ταῦτα καθ’
8. ἕκαστον σπόνδυλον εἴς τε τὰ μεσοπλεύρια καὶ εἰς τὸν νωτιαῖον
9. ἀπονεμήσεις γίνονται. τὰ δ’ ἄνω τοῦ θώρακος τὰ
10. κατὰ τὰς τέσσαρας πλευρὰς οὐχ ὁμοίως ἀεὶ τὰς ἀρτηρίας
11. ἔχει διατεταμένας· ἐνίοτε μὲν γὰρ ἀπὸ ταύτης πλέον, ἐνίοτε
12. δὲ ἀπὸ τῶν ἄνω φερομένων, ὡς ἔμπροσθεν εἶπον, ἐνίοτε
13. δὲ ἀπ’ ἀμφοῖν ἴσον εἰς αὐτὰς διασπείρεται. ἀλλ’ ἥ γε μεγάλη
14. ἀρτηρία φερομένη μετὰ τὸ ἐξελθεῖν τὸν θώρακα
15. πρῶτον ἐν τῷ διαφράγματι δύο δίδωσιν ἀρτηρίας, ἐφεξῆς
16. δὲ γαστρὶ μὲν καὶ σπληνὶ καὶ ἥπατι μίαν ἀζυγῆ, ταύτῃ
17. δ’ ἐφεξῆς ἑτέραν ἀζυγῆ, κατὰ τὰ πρόσω μέρη τῆς μεγάλης
18. ἀποπεφυκυίας ἀμφοτέρας. ἔστι δ’ ὅτε ἐκ μιᾶς ῥίζης δίχα
1. σχισθεῖσα, γαστρὶ μὲν καὶ σπληνὶ καὶ ἥπατι τὸ ἕτερον
2. τμῆμα, τοῖς δὲ ἐντέροις θάτερον διανέμεται κατὰ τὰ δύο
3. μεσεντέρια, τό τε ἐν τοῖς δεξιοῖς, ὅπερ ἐστὶ τοῦ κώλου
4. τῶν πρώτων μερῶν, καὶ μέσον ἔντερον ἐπὶ τῶν λεπτῶν
5. ἐστι· τὸ γάρ τοι τρίτον μεσεντέριον, ὃ πλησίον ἥκει τῆς
6. ἕδρας, ἐν τοῖς ἀριστεροῖς κείμενον, ἐντεῦθεν μὲν ἀρτηρίαν
7. οὐδεμίαν λαμβάνει, κάτωθεν δὲ ἐμβάλλει τις αὐτῷ
8. μικρὰ, κατὰ τοὺς νεφροὺς φυομένη τῆς μεγάλης ἀρτηρίας
9. ἀζυγής. μεταξὺ δὲ ταύτης καὶ τῶν προειρημένων ἐπὶ τοὺς
10. νεφροὺς ἴασι δύο ἀξιόλογοι τὸ μέγεθος, ἑτέρα τέ τις αὐτῶν
11. ἄνωθεν ἐκ τῶν ἀριστερῶν μερῶν παρατεταμένη τῇ κάτωθεν
12. φλεβί. καὶ μέντοι καὶ αὐτῶν τῶν προειρημένων δυοῖν ἀζυγῶν
13. ἀρτηριῶν ὀλιγάκις ἐθεασάμεθα τὴν μὲν ὑψηλοτέραν
14. εἰς γαστέρα καὶ σπλῆνα, τὴν δὲ ταπεινοτέραν εἰς ἧπάρ τε
15. καὶ μεσεντέρια διανεμομένην. καθήκουσί τε καὶ εἰς τὸν
16. νωτιαῖον ἅμα ταῖς φλεψὶ καθ’ ἕκαστον σπόνδυλον ἀρτηρίας
17. τῆς μεγάλης ἀποσχιζόμεναι. καὶ ταῖς εἰς τὰς λαγόνας
1. εἰρημέναις φέρεσθαι φλεψὶ, καὶ ταύταις ὁμοίως συμπαραφέρονταί
2. τινες ἀρτηρίαι, τῆς ἐπ’ ὀσφύϊ μεγάλης ἀρτηρίας
3. ἀποφυόμεναι. καὶ ταῖς ἐπὶ τοὺς ὄρχεις ὡσαύτως φέρεσθαι
4. φλεψὶν εἰρημέναις ἀρτηρίαι συμπαραφέρονται. κατὰ δὲ τὰ
5. πλάγια τῆς ὀσφύος ὑπερβαίνει τὴν ὑπερκειμένην φλέβα τὸ
6. τῆς μεγάλης ἀρτηρίας ὕστατον, ὡς ἐρηρεῖσθαι μὲν κατὰ τῶν
7. σπονδύλων τὴν φλέβα, κατ’ αὐτῆς δ’ ὀχεῖσθαι τὴν ἀρτηρίαν.
8. ἐπειδὰν δὲ τοῦτο γένηται, τηνικαῦτα, ὥσπερ ἡ φλὲψ,
9. καὶ ἡ μεγάλη ἀρτηρία δίχα σχισθεῖσα τῶν μορίων ἑκάτερον
10. εἰς τὸ κατ’ εὐθὺ πέμπει σκέλος. ἐν δὲ τῇ φορᾷ ταύτῃ
11. μόριον ἓν ἀπεσχισμένον ἑκατέρας αὐτῶν φαίνεται πρῶτον, ὃ
12. τοῖς ἐμβρύοις ἐξ ὀμφαλοῦ προσγίνεται. τελουμένων γὰρ τῶν
13. ζώων, τὸ μὲν ἐν τῷ μεταξὺ πᾶν ὑμενῶδές τε καὶ ξηρὸν
14. καὶ ἄχρηστον γίνεται, τὸ δὲ κατὰ τὴν ἔμφυσιν σώζεται.
15. καὶ τούτου τινὲς ἀποφύσεις, ὥσπερ ἐπὶ τῶν ἐμβρύων, οὕτω
16. καὶ ἐπὶ τῶν τελείων κατασχίζονται ταῖς κατὰ τὸ πλατὺ καλούμενον
17. ὀστοῦν φλεψὶν, ἃς ἔμπροσθεν εἶπον εἰς τοὺς ἐνταῦθα
1. μῦς διασχίζεσθαι. αὐτὴ δὲ ἡ ἑκατέρων τῶν σκελῶν
2. ἀρτηρία μεγάλη διὰ βάθους φέρεται τῇ μεγάλῃ φλεβὶ συμπαραφερομένη.
3. καὶ μέντοι καὶ ὅσαι διὰ βάθους ἐκείνης
4. εἴρηνται πρόσθεν ἀποφύσεις γίνεσθαι, ταύταις συμπαρεκτείνονταί
5. τε καὶ συγκατασχίζονται. ταῖς δ’ ἐπιπολῆς φλεψὶν
6. ταῖς ἐν τοῖς σκέλεσιν οὐκ ἂν εὕροις ἀρτηρίαν παρακειμένην,
7. ὥσπερ οὐδὲ ἐν χερσὶ, κατά τε ἐπιγάστριον καὶ νῶτον καὶ
8. τράχηλον. ἐν κεφαλῇ δὲ μόνῃ πλησίον τοῦ δέρματος εὕροις
9. ἂν ἀρτηρίας ὄπισθεν τοῦ ὠτὸς καὶ τὰς κατὰ ἑκάτερον
10. τῶν κροτάφων. αἱ δὲ κατ’ ἄκρας τὰς χεῖρας
11. τῶν διὰ βάθους ἀρτηριῶν εἰσι πέρατα, διὰ δὲ τὸ τῶν μορίων
12. ἄσαρκον ὑποπίπτουσι τοῖς ἁπτομένοις, ὥσπερ γε
13. καὶ κατὰ τοὺς ταρσοὺς τῶν ποδῶν. κἀν τοῖς παχυτέροις
14. καὶ πιμελωδεστέροις τὸ σῶμα καὶ τούτων μικρόν
15. τι τὸ φανερόν ἐστιν, καὶ τῶν ἄλλων οὐδεμία πρόδηλος·
16. τοῖς τε γὰρ ἰσχνοῖς καὶ προφανῆ ἐπὶ πλεῖστόν εἰσι
17. καὶ πολλῶν ἀρτηριῶν μόρια. τὰ μὲν οὖν εἰρημένα
1. πάντα περὶ φλεβῶν καὶ ἀρτηριῶν ἐπὶ τῶν τελείων φαίνεται
2. ζώων.
⟨
(De ven. arter. dissect.) [n° 013 Fichtner] [GalLat]
De venarum arteriarumque dissectione
Περὶ φλεβῶν καὶ ἀρτηριῶν ἀνατομῆς
Anatomie des veines et des artères
The Anatomy of Veins and Arteries (Ven. Art. Diss.)
Garofalo, Debru, 2008.
De venarum arteriarumque dissectione, 1821, vol. 2, p. 779-830. urn:cts:greekLit:tlg0057.tlg013.verbatim-lat1
Mayo Goss, 1961 (eng); Garofalo, Debru, 2008 (fra).
De venarum arteriarumque dissectione, 9, ed. Kühn, 1821, vol. 2, p. 816-824. urn:cts:greekLit:tlg0057.tlg013.1st1K-grc1:9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩