Galenus. De nervorum dissectione (De nerv. dissect.) [n° 014 Fichtner] [GalLat]

Περὶ νευρῶν ἀνατομῆς
Anatomie des nerfs
The Anatomy of the Nerves (Nerv. Diss.)
Garofalo, Debru, 2008.
De nervorum dissectione, 1821, vol. 2, p. 831-856. urn:cts:greekLit:tlg0057.tlg014.verbatim-lat1
Von Töply, 1904 (deu); Mayo Goss, 1966 (eng); Garofalo, Debru, 2008 (fra).

De nervorum dissectione, 10, ed. Kühn, 1821, vol. 2, p. 841-844. urn:cts:greekLit:tlg0057.tlg014.1st1K-grc1:10

5. Οἵ γε μὴν κοινοὶ πρὸς ἄλλα μόρια τοῦ
6. λάρυγγος μύες οὐ διὰ παντὸς ἀπὸ τῆς ϛ΄ συζυγίας λαμβάνουσι
7. νεῦρα, καθάπερ οὐδὲ οἱ τὸ λαμβδοειδές τε καὶ
8. ὑοειδὲς ὀστοῦν ὀνομαζόμενον τῷ στέρνῳ συνάπτοντες· ὑπὲρ
9. ὧν ἀκριβοῦται μὲν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν, ἐν αἷς
10. καὶ περὶ τῶν τριῶν λέγεται νεύρων τῆς νομῆς, τῶν διὰ τοῦ
11. τρήματος, ὃ κατὰ τὸ τέλος ἐστὶ τῆς λαμβδοειδοῦς ῥαφῆς,
12. εἰρημένων ἐκφύεσθαι, καίτοι γε ἑκάτερον ὀλίγου δεῖν
13. ἅπαντες ἓν εἶναι νομίζουσιν, ὃ παραπεφυκὸς ταῖς καρωτίσιν
14. ἀρτηρίαις εἰ βρόχῳ διαλαμβάνομεν, τὸ ζῶον αὐτίκα
15. ἄφωνον γίνεται. παρὰ τούτων μὲν οὖν καὶ οἱ τοῦ λάρυγγος
16. μύες ἀποβλαστήματα λαμβάνουσιν. τῶν δὲ ἄλλων δυοῖν
17. τὸ μὲν εἰς ἑκατέρους τοῦ φάρυγγος μῦς καὶ τῆς γλώττης
1. τὴν ῥίζαν ἀφικνεῖται, τὸ δὲ ἐπί τε τὸν τῆς ὠμοπλάτης
2. μῦν καὶ τὸν πλατὺν καί τινας ἄλλους τῶν τῇδε. λελήθασι
3. δ’ αὐτοὺς καὶ τῶν παραφυομένων ταῖς ἀρτηρίαις οὐκ ὀλίγαι
4. τῶν ἀποφύσεων, ἃς διά τε τοῦ τραχήλου καὶ τοῦ θώρακος
5. φερόμενα ποιεῖται, πρὶν ἐμπίπτειν τῷ σώματι τῆς γαστρὸς,
6. εἰς ὅπερ ἡ πλείστη μοῖρα καταφύεταί τε καὶ διασπείρεται
7. τῶν νεύρων τούτων. ἀλλ’ ἐκεῖνο θαυμαστὸν, ὅτι
8. ταῖς μὲν φρεσὶν ἐξ αὐτῶν τινα λέγουσιν ἀπονέμεσθαι μόρια,
9. μηδ’ ὅλως λαμβανουσῶν τῶν φρενῶν ἐκ ταύτης τῆς συζυγίας
10. μηδὲ τὸ σμικρότατον· ὅτι δ’ ἐκ μέσου τοῦ θώρακος
11. ἀνάπαλιν ἥκει τινὰ μόρια ἐκ τούτων τῶν νεύρων ἐπί τινας
12. τοῦ λάρυγγος μῦς, οὐκ ἔτι λέγουσιν, οὐδ’ ἥντινα δύναμιν
13. ἔχουσιν ταῦτα. καί τοι τοιαῦτα τῆς ἀφωνίας ἐστὶν αἴτια
14. τοῖς ζώοις βλαβέντα, καὶ ἡ μεγάλη συζυγία τῶν παρὰ τῆς
15. ἀρτηρίας νεύρων, ὅτι ταῦτά ἐστιν αὐτῶν μόρια, τὴν φωνὴν
16. ἀναιρεῖν πέφυκεν, εἰ βλαβείη. ποικίλη δὲ καὶ ἡ μετὰ τὰς
1. φρένας νομὴ τῶν νεύρων τούτων. καὶ γὰρ παρὰ τοῦ κατὰ
2. τοῦτο τὸ μέρος νωτιαίου λαμβάνει τινὰ μόρια, καὶ διασπείρει
3. πρὸς τὰ ταύτης σπλάγχνα, καὶ τοῖς εἰρημένοις ἔμπροσθεν
4. ἀπὸ τῆς τρίτης συζυγίας καταφέρεσθαι διά τε τοῦ
5. τραχήλου καὶ τοῦ θώρακος ἀναμίγνυται. καίτοι γε ἅπαντες
6. αὐτὰ πάλιν ταῦτα τὰ παρὰ τὰς ῥίζας τῶν πλευρῶν καταφερόμενα
7. τῆς ἕκτης συζυγίας ἀποβλαστήματα εἶναι δοκοῦσιν.
8. ποικίλη δὲ καὶ ἡ τούτων ἐπιμιξία πρός τε τὰ τῶν
9. μεσοπλευρίων νεῦρα καὶ τὰ κατ’ ὀσφὺν σχεδὸν ἅπαντα τὰ
10. σμικρὰ καὶ τὸ λείψανον τῶν ἐπὶ τὸ στόμα τῆς κοιλίας
11. ἐλθόντων. ποικίλη δὲ νομὴ καὶ κατὰ τὴν ἐκτὸς τοῦ
12. περιτοναίου χώραν, ἣν οὐ πρόκειται νῦν εἰς ἐσχάτην ἀκρίβειαν
13. ἐξηγήσασθαι. ἀλλὰ μὴν ἱκανῶς ἐστιν οὐκ ἀγνοεῖν,
14. ὅτι εἰς τὸ ἧπάρ τε καὶ τὸν σπλῆνα καὶ τοὺς νεφροὺς, ἔτι
15. δὲ πρὸ τούτων εἰς ὅλην τὴν γαστέρα καὶ πάντα τὰ
16. σπλάγχνα τὰ ἐξ ἐγκεφάλου νεῦρα ταύτῃ μὲν ἀπὸ τῆς τρίτης,
17. ὡς εἴρηται, συζυγίας, ταύτῃ δὲ τῆς ἕκτης ἀφικνούμενα
1. φαίνεται. ὅτι δὲ καὶ ὁ πνεύμων τε καὶ ἡ καρδία ἀπὸ τῆς
2. ἕκτης συζυγίας τινὰ τῶν νεύρων μοῖραν ἐν τῷ τραχήλῳ
3. λαμβάνουσιν, ἅπαντες μὲν δὴ ἐγνώρισαν. ἀλλὰ μὴν περὶ
4. νεύρων τῶν ἀπ’ ἐγκεφάλου ἐπιφυομένων ταῦτα τοῖς εἰσαγομένοις
5. ἐξαρκεῖ. περὶ δὲ τῶν ἀπὸ τοῦ νωτιαίου ἀφικνουμένων
6. ἐφεξῆς λεκτέον, ἐν οἷς οἱ πάντες ἀνατομικοὶ ἥμαρτον.
7. τὰς δὲ τῶν σφαλμάτων αἰτίας νῦν μὴ καιρός ἐστι
8. διεξέρχεσθαι, ἐπειδὴ αὐτὰς ἤδη ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν
9. ἐξηγησάμην. ἀλλ’ ὅμως τῶν παλαιῶν μεμνῆσθαι
10. διὰ τοῦτο ἀναγκάζομαι, ὅτι γ’ ἐκείνοις τοῖς αὐτῶν βιβλία
11. μὲν ἀναγιγνώσκουσιν, ἀλλὰ μὴ μετ’ ἐμοῦ τὰ διὰ τῶν ἀνατομῶν
12. φαινόμενα εἰσορῶσιν ἄδηλον εἶναι δόξει, πότερον
13. ἅπαντες ἐκεῖνοι ἢ μόνος ἐγὼ ἥμαρτον.

Cliquer un n° de page pour en afficher l’image