Galenus. De nervorum dissectione (De nerv. dissect.) [n° 014 Fichtner] [GalLat]

Περὶ νευρῶν ἀνατομῆς
Anatomie des nerfs
The Anatomy of the Nerves (Nerv. Diss.)
Garofalo, Debru, 2008.
De nervorum dissectione, 1821, vol. 2, p. 831-856. urn:cts:greekLit:tlg0057.tlg014.verbatim-lat1
Von Töply, 1904 (deu); Mayo Goss, 1966 (eng); Garofalo, Debru, 2008 (fra).

De nervorum dissectione, 13, ed. Kühn, 1821, vol. 2, p. 846-848. urn:cts:greekLit:tlg0057.tlg014.1st1K-grc1:13

18. Ἡ δὲ τρίτη συζυγία τῶν ἀπὸ τοῦ νωτιαίου
1. νεύρων ἐκ μὲν τῶν πλαγίων μερῶν φύεται, καθ’ ὃ συμβάλλοντες
2. ἀλλήλοις ὁ δεύτερός τε καὶ τρίτος σπόνδυλος
3. ἐργάζονται τρῆμα κοινὸν στρογγύλον, ἴσον εὖρος τῷ
4. πάχει τοῦ νεύρου. σχιζομένη δ’ αὐτίκα τῷ μὲν ἑτέρῳ
5. τῶν μερῶν ὀπίσω φέρεται διὰ βάθους τῶν ἐνταῦθα μυῶν,
6. ἀπονεμήσεις αὐτοῖς διδοῦσά τινας· ἔπειτα ἀνίσχει παρ’ αὐτὴν
7. τὴν ἄκανθαν τῆς ῥάχεως. ἐντεῦθέν τε πάλιν ἐπὶ τὰ πρόσω
8. φέρεται τὸ νεῦρον τοῦτο λοξὸν, εἰς τοὺς ὀπίσω τοῦ ὠτὸς
9. μῦς διασπειρόμενον, ἓν ἑκατέρωθεν· τοῦτο γὰρ ἀεὶ, κᾂν
10. μὴ λέγω, ὑπό σου ἐνθυμούμενον βούλομαι. τῷ δὲ ἑτέρῳ
11. τῶν μερῶν πρόσω φερομένῳ αὐτὴ τρίτη ἡ συζυγία, καθ’.
12. ἣν ὁ λόγος ἐστὶ, προσχώροις ἐκφύσεσιν ἐπιμίγνυται, ἀπονεμήσεις
13. τέ τινας ἄλλοις τε τοῖς ἐκεῖ οὖσι σώμασι, καὶ τοῖς
14. πλατέσι μυσὶ, τοῖς δὲ καὶ τούτοις πρόσω τοῦ ὠτὸς πέμπει,
15. καὶ τοῖς τὰς γνάθους κινοῦσι, καὶ τοῖς ἀνανεύουσιν ὅλον
16. τὸν τράχηλον ὀπίσω κατὰ τῆς συμπάσης κεφαλῆς διανέμεται.
17. ἐπιμίγνυται δ’ αὐταῖς τὸ πρόσω φερόμενον ἀμφοτέραις ταῖς
1. συζυγίαις, τῇ τε πρόσθεν εἰρημένῃ τῇ δευτέρᾳ καὶ τῇ
2. μετὰ ταῦτα ῥηθησομένῃ τῇ τετάρτῃ. καὶ τήν γ’ ἀκριβῆ
3. νομὴν, ἣν ἐν τοῖς πρόσω τοῦ τραχήλου μέρεσιν ἡ σύζευξις
4. αὐτῶν ἴσχει, καθ’ ἕτερον εἰρήσεται λόγον. ἐν δὲ τῷ παρόντι
5. χρὴ γινώσκειν τοσοῦτον, ὡς ἡ τρίτη καὶ τετάρτη συζυγία
6. τοῖς τε κοινοῖς τοῦ τραχήλου καὶ τῆς κεφαλῆς μυσὶν
7. αὐτὴ χορηγεῖ τὰ νεῦρα, καὶ τοῖς τὰς γνάθους κινοῦσιν, ὥσπερ
8. γε καὶ τοῖς ὀπίσω τῶν ὤτων ἅπασι μέρεσι.

Cliquer un n° de page pour en afficher l’image