15. Ὅσα δὲ καθ’ ἑκάστην εἰσὶν ἴδια,
16. ταῦτα μὲν ἀκριβῶς καὶ ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι
17. προείρηται, νῦν δὲ καὶ κεφαλαιωδῶς ἐμὲ λέγειν, ὡς κατὰ
18. δύναμιν μικροτάτῳ τῷ λόγῳ συλλαμβάνοντα, ἀναγκαῖόν
1. ἐστιν. Οἱ μὲν πάντες ἐν τοῖς ἐμπροσθίοις τε καὶ πλαγίοις
2. τοῦ τραχήλου μέρεσιν ὑπάρχουσι μύες, οἳ ἀπ’ αὐτῶν συζυγιῶν
3. τὰ νεῦρα λαμβάνουσι, πλὴν τούτων μυῶν, εἰς οὓς
4. ἀπὸ συζυγιῶν ἐξ ἐγκεφάλου ἐκφυομένων τι διανέμεσθαι
5. προειρήκαμεν. Καὶ προεγνωσμένων τούτων, εὔδηλον ἤδη
6. τὸ καθ’ ἑκάστην τῶν ἐφεξῆς συζυγιῶν ἴδιον, ᾧ πρόσεχε τὸν
7. νοῦν. Ἀπὸ μὲν τῆς τετάρτης, ἥτις ἐκφύεται μεταξὺ τοῦ τρίτου
8. καὶ τετάρτου σπονδύλου, βραχὺ πάντη νεύριον ἐν πιθήκοις
9. ἐπὶ τὴν ἑξῆς ἀφικνεῖται συζυγίαν, ἀναμιγνύμενον αὐτῇ,
10. καθ’ ὃ πρῶτον ἀνίσχει ἐν τοῖς δ’ ἄλλοις ζώοις μὴ πολλάκις
11. δὴ ταύτην ἀνάμιξιν γίνεσθαι συνορῶμεν. ἀπὸ δὲ ταύτης
12. ἐφεξῆς ἡ πέμπτη συζυγία μετὰ τὸν τέταρτον σπόνδυλον
13. ἐκφύεται· καὶ αὐτῆς ἓν μέν τι μόριον σμικρὸν εἰς τὸ
14. κάταντες φέρεται, μελλῆσον, εἰ προσλάβοι τινὰ παρὰ τῶν
15. ἑξῆς μόρια σμικρὰ, τὸ τοῦ διαφράγματος ἔσεσθαι νεῦρον.
16. ἐκ μὲν γὰρ τῆς τετάρτης συζυγίας ἀραχνοειδῆ τινα μοῖραν
17. τῷ διαφράγματι κατέπεμψεν ἡ φύσις· ἐκ δὲ τῆς πέμπτης
1. ἀξιόλογον· εἶτα ἐκ τῆς ϛ΄ ἑτέραν, ἐλάττω μὲν ταύτης, μείζω
2. δὲ τῆς πρώτης. ἕτερον δὲ μεῖζον τούτου ἐπὶ τὸ τῆς
3. ὠμοπλάτης ὑψηλὸν ἀναφέρεται, τὸ δὲ λοιπὸν ἅπαν ἐν τῷ
4. κοινῷ λόγῳ τῆς κατασχίσεως εἴρηται. τῶν δ’ ἐφεξῆς συζυγιῶν
5. ἡ μὲν ἕκτη μετὰ τὸν πέμπτον, ἡ δὲ ἑβδόμη μετὰ
6. τὸν ἕκτον, ἡ δὲ ὀγδόη μετὰ τὸν ἕβδομον ἀνίσχει σπόνδυλον,
7. ἐκ τῶν κοινῶν, ὡς εἴρηται, τρημάτων, ἐπιμιγνύμεναι δ’ ἀλλήλαις
8. ἐπί τε τὰ σιμὰ τῶν ὠμοπλατῶν φέρονται καὶ τὸν
9. βραχίονα διὰ τῆς μασχάλης.
⟨
(De nerv. dissect.) [n° 014 Fichtner] [GalLat]
De nervorum dissectione
Περὶ νευρῶν ἀνατομῆς
Anatomie des nerfs
The Anatomy of the Nerves (Nerv. Diss.)
Garofalo, Debru, 2008.
De nervorum dissectione, 1821, vol. 2, p. 831-856. urn:cts:greekLit:tlg0057.tlg014.verbatim-lat1
Von Töply, 1904 (deu); Mayo Goss, 1966 (eng); Garofalo, Debru, 2008 (fra).
De nervorum dissectione, 15, ed. Kühn, 1821, vol. 2, p. 849-851. urn:cts:greekLit:tlg0057.tlg014.1st1K-grc1:15
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩