Galenus. De nervorum dissectione (De nerv. dissect.) [n° 014 Fichtner] [GalLat]

Περὶ νευρῶν ἀνατομῆς
Anatomie des nerfs
The Anatomy of the Nerves (Nerv. Diss.)
Garofalo, Debru, 2008.
De nervorum dissectione, 1821, vol. 2, p. 831-856. urn:cts:greekLit:tlg0057.tlg014.verbatim-lat1
Von Töply, 1904 (deu); Mayo Goss, 1966 (eng); Garofalo, Debru, 2008 (fra).

De nervorum dissectione, 17, ed. Kühn, 1821, vol. 2, p. 854-856. urn:cts:greekLit:tlg0057.tlg014.1st1K-grc1:17

 

1. Μετὰ δὲ ταύτας εἰσὶν αἱ κατὰ τὴν ὀσφὺν
2. ἐκφύσεις τῶν νεύρων, οὐκ ἐκ κοινοῦ τρήματος, ὥσπερ αἱ
3. κατὰ τὸν τράχηλον. ὁ γὰρ ὑπερκείμενος σπόνδυλος ἐνταῦθα
4. μόνος διατετρημένος ἔξοδον ἐπιτήδειον παρέχει τῷ
5. νεύρῳ κοινῷ ἐκείνῳ τρήματι τῷ ἐν τραχήλῳ ἐκ τοῖν ἀμφοῖν
6. σπονδύλοιν γινομένῳ κατὰ μικρὸν εἰς ὑπερκείμενον
7. μετατιθεμένῳ· ὡς πρῶτον μὲν ἐκείνου διαγλύφηται πολὺ
8. ἐν αὐτῇ, εἶτα δὲ τὸ πᾶν, ἔπειτα καὶ ἀναφέρηται ἀπὸ τοῦ
9. πέρατος τοῦ σπονδύλου, καὶ ἔκφυσις αὐτὴ γένηται ὑπὲρ
10. τὸ πέρας. κοινὸν δὲ καὶ τούτοις ἅπασι τοῖς νεύροις, εἴς
11. τε τοὺς ῥαχίτας ἰέναι μῦς καὶ τοὺς κατ’ ἐπιγάστριον ἐπί
12. τε τὰς ψόας. ἐκ δὲ τῶν πρώτων κατὰ τὸ διάφραγμα
13. σπονδύλων καὶ τοῖς ἄνωθεν καταφερομένοις ἐξ ἐγκεφάλου
14. νεῦρον ἐπιμίγνυται τὸ μικρὸν ἀφ’ ἑκάστου, κατὰ δὲ τοὺς
15. τελευταίους τῆς ὀσφύος σπονδύλους δύο ἐκφύσεις μέγισται
16. γίγνονται νεύρων ἐπὶ τὰ σκέλη φερομένων· ἀναμίγνυνται
17. δ’ αὐταῖς ἄλλαι μικραὶ, μία μὲν ὑπερκειμένη, μία δὲ ἄλλη
1. κατωτέρω τοῦ πρώτου κατὰ τὸ πλατὺ καλούμενον ὀστοῦν
2. τρήματος ἐκφυομένη. αὗται μὲν οὖν εὐθὺς ἀποχωρισθεῖσαι
3. τοῖς πρώτοις μυσὶ τοῖς κινοῦσι τὴν κατ’ ἰσχίον διάρθρωσιν
4. ἐκφύονται· τὸ δ’ ἄλλο πᾶν εἰς τὰ σκέλη
5. καταφέρεται, διασχιζόμενον ἄχρι τοῦ πέρατος ἐν αὐτοῖς
6. εἰς ἕκαστον μῦν, ἀνάλογον τοῖς ἐν χερσὶν, ὥσπερ ἐν ταῖς
7. ἀνατομικαῖς ἐγχειρήσεσιν ἤδη εἴρηται. νῦν γὰρ καθάπερ
8. τινὰ ὑποτύπωσίν τε καὶ σύνοψιν τούτων τῶν ἀκριβῶς ἐν
9. ἐκείνοις τοῖς βιβλίοις γεγραμμένων χρήσιμον τοῖς εἰσαγομένοις
10. ἐσομένην πεποιήμεθα. οὕτω δὴ καὶ ὅσα τὰ διὰ
11. λοιπῶν ὀστοῦ πλατέος τρημάτων ἔκφυσιν νεῦρα καὶ εἰς
12. τοὺς ἐνταῦθα ὑπάρχοντας μῦς διασπείρονται, ἐν ἑκάστῃ
13. πραγματείᾳ ἀκριβῶς διηγήμεθα. νῦν τοῦτο μόνον εἰρῆσθαι
14. ἱκανῶς ἐστι, τοῖς τῆς ἕδρας τε καὶ τοῦ αἰδοίου καὶ
15. τῆς κύστεως μυσὶν αὐτῷ τῷ αἰδοίῳ, ἔτι καὶ μυσὶ τοῖς ἀπὸ
16. τοῦ πλατέος ὀστοῦ καὶ ἀπὸ τοῦ ἔνδον μέρους τοῦ τῆς
17. ἥβης ὀστοῦ ἐκφυομένοις, καὶ πᾶσι σώμασι τοῖς ἔξωθεν κατ’
18. αὐτὸ ὀστοῦν πλατὺ καὶ ἱερὸν καλούμενον ἐγκειμένοις, ἐκ
1. τούτων ἔνδοθεν καὶ ἔσωθεν αὐτοῦ τοῦ ὀστοῦ ἱεροῦ τρημάτων
2. τὰς νεύρων ἐκφύσεις ἀπὸ νωτιαίου γεννᾶσθαι εἰς τὸ
3. κόκκυγος ὀστοῦν καλούμενον τελευτώσας.

Cliquer un n° de page pour en afficher l’image