Galenus. De nervorum dissectione (De nerv. dissect.) [n° 014 Fichtner] [GalLat]

Περὶ νευρῶν ἀνατομῆς
Anatomie des nerfs
The Anatomy of the Nerves (Nerv. Diss.)
Garofalo, Debru, 2008.
De nervorum dissectione, 1821, vol. 2, p. 831-856. urn:cts:greekLit:tlg0057.tlg014.verbatim-lat1
Von Töply, 1904 (deu); Mayo Goss, 1966 (eng); Garofalo, Debru, 2008 (fra).

De nervorum dissectione, 2, ed. Kühn, 1821, vol. 2, p. 832-833. urn:cts:greekLit:tlg0057.tlg014.1st1K-grc1:2

1. Αὐταὶ μὲν αἱ ἐμπρόσθιαι κοιλίαι αἱ κατὰ τὸν
2. ἐγκέφαλον εἰς τὸ πρόσω φερόμεναι στενοῦνται κατὰ βραχὺ
3. κώνου σχήματι παραπλησίως, ἄχρι περ ἂν ἐπὶ τὴν ἀρχὴν
4. ἀφίκωνται τῆς ῥινὸς, ἀλλήλαις παρακείμεναί τε καὶ ψαύουσαι
5. διὰ παντὸς, ὡς μηδὲν εἶναι μέσον αὐτῶν, ὅτι μὴ τὴν
6. λεπτὴν μήνιγγα. τούτων δὲ ἑκατέρωθεν ἓν μὲν ἐν τοῖς
7. δεξιοῖς μέρεσιν, ἓν δὲ ἐν τοῖς ἀριστεροῖς ἐστι νεῦρον ἀξιόλογον
8. τῷ πάχει, καὶ σχεδὸν ἁπάντων τῶν ἄλλων νεύρων
9. μαλακώτατον, ἐκφυόμενον μὲν ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου,
10. προερχόμενον δὲ εἰς τοὺς ὀφθαλμοὺς ἔξω τοῦ κρανίου διὰ
11. τρήματος ἴσον ἔχοντος εὖρος ἀκριβῶς τῷ πάχει τοῦ νεύρου.
12. τέτακται δὲ τὸ τρῆμα τοῦτο, καθ’ ἃ πρῶτον ἡ χώρα τῶν
13. ὀφθαλμῶν ἄρχεται γεννᾶσθαι, καὶ δόξουσί σοι θεασαμένῳ
14. καθάπερ τινὲς ῥίζαι τὰ νεῦρα ταῦτα εἶναι τῶν ὀφθαλμῶν.
15. διαλύεταί γε μὴν οὐκ εἰς πολλὰς ἶνας, ὥσπερ τὰ ἄλλα
16. σύμπαντα νεῦρα τὰ διανεμόμενα τοῖς ὑποδεχομένοις
17. ὀργάνοις αὐτὰ, θαυμαστὸν δέ τινα τρόπον ἕτερον, ὃν οὔτε
18. ῥᾴδιον εἰπεῖν, οὔτε ἀκούσας ἴσως πιστεύσεις, πρὶν αὐτόπτης
1. γενέσθαι τοῦ θεάματος. εἰς γὰρ τὸν κατ’ εὐθὺ κείμενον
2. ὀφθαλμὸν ἑκάτερον εἴσω δυόμενον εἰς πλάτος ἐκτείνεται,
3. περιφερόμενον ἐν κύκλῳ σφαιροειδῶς τῷ κατ’ αὐτὸν ὑγρῷ
4. καλουμένῳ ὑελοειδεῖ, μηδέν τι παραλλάττον ἐνταῦθα τῆς ἐγκεφάλου
5. φύσεως. ἀλλὰ καὶ μόνοις τούτοις τοῖς νεύροις, πρὶν εἰς
6. τὸν ὀφθαλμὸν ἐμφύεσθαι, σαφῶς ἔνδον ἐστὶν αἰσθητός τις
7. πόρος, ὅθεν αὐτὰ καὶ πόρους ἔνιοι τῶν ἀνατομικῶν ἐκάλεσαν,
8. οὐ νεῦρα, τινὲς δὲ ὀπτικὰ νεῦρα προσαγορεύουσιν, ἀπὸ
9. τῆς ἐνεργείας τοὔνομα θέμενοι. καὶ πρώτην γε ταύτην συζυγίαν
10. ἀριθμοῦσιν τῶν ἀπ’ ἐγκεφάλου νεύρων, ἁπασῶν τῶν
11. ἄλλων οὖσαν μαλακωτάτην.

Cliquer un n° de page pour en afficher l’image