12. Βραχὺ δὲ αὐτῶν οὖσα σκληροτέρα τῶν ἀπ’
13. ἐγκεφάλου νεύρων ἡ τετάρτη συζυγία μετὰ τὴν ἔκφυσιν
14. εὐθέως ἀναμίγνυται τῇ τρίτῃ, καὶ συνδιεξέρχεται πρώτην
15. μὲν τὴν παχεῖαν μήνιγγα, μετὰ ταῦτα δὲ ἤδη καὶ τὸ κατὰ
16. τὴν κεφαλὴν ὀστοῦν εἶτ’ αὖθις ἀποχωρίζεται πρὸς τὴν
17. ὑπερῴαν τοῦ στόματος. ἥ γε μὴν τρίτη συζυγία, καθάπερ
1. ἐκ πολλῶν φαίνεται τῶν πρώτων συγκειμένη ῥιζῶν, οὕτω καὶ
2. κατασχίζεται πολυειδῶς. οὐδὲν γὰρ διαφέρει λύεσθαι λέγειν
3. ἀπ’ ἀλλήλων τὸ προειρημένον ἄθροισμα τῶν νεύρων, ἢ κατασχίζεσθαι
4. τὸ σύμπαν, ἀποσχιζομένων τῶν μερῶν. οὕτω δὲ
5. εἰ καὶ διακρίνεσθαί τις ἀπ’ ἀλλήλων αὐτὰ λέγει, ἢ τοῦ
6. παντὸς ἀθροίσματος φύεσθαι τῶν μερῶν ἕκαστον, οὐ διοίσει.
7. πρῶτον μὲν οὖν ἕκαστον αὐτῶν ἀποχωρεῖ μόριον εἰς
8. τὸ κάτω τῆς κεφαλῆς φερόμενον, ἀγνοηθὲν τοῖς ἀνατομικοῖς.
9. κοινὸν δ’ ἐστὶ τὸ τρῆμα τοῦ κρανίου, δι’ οὗ τοῦτο
10. φέρεται κάτω, καὶ τῆς καρωτίδος ἀρτηρίας τὸ λείψανον
11. ἀναφέρεταί τε πρὸς τὸν ἐγκέφαλον, ἓν καθ’ ἑκάτερον μέρος.
12. εἰ δὲ καὶ μὴ λέγοιτό ποτε τοῦτο, προσυπακούειν αὐτὸ χρὴ
13. διὰ παντὸς ἅπαξ ἀκηκοότας ἄρτι· μηδὲν μήτε τῶν ἐξ
14. ἐγκεφάλου, μήτε τῶν ἐκ νωτιαίου νεύρων ἀζυγὲς ὑπάρχειν,
15. ἀλλ’ ἀεὶ τὸ μὲν ἐν τοῖς δεξιοῖς, τὸ δὲ ἐν τοῖς
16. ἀριστεροῖς μέρεσιν, ἀκριβῶς. ἀλλήλοις ἴσα τὸ μέγεθος.
1. ὅπως μὲν οὖν ταῦτα τὰ νεῦρα φέρεται διά τε τοῦ τραχήλου
2. καὶ τοῦ θώρακος εἰς τὰ κάτω τῶν φρενῶν χωρία,
3. καὶ τίς αὐτῶν ἡ νομὴ, προϊὼν ὁ λόγος ἐξηγήσεται·
4. νῦν δὲ ἐπὶ τὰ λοιπὰ μόρια τῆς τρίτης συζυγίας ἀνέλθωμεν.
5. ἐκπίπτουσα γὰρ τοῦ κρανίου ψαύει μὲν τῆς δευτέρας, οὐ
6. μὴν ἀναμίγνυται ταύτῃ, καθάπερ ἄλλαι τινὲς μίγνυνται,
7. σχίζεται δὲ πολυειδῶς, ὡς ἔφην. αὐτίκα γοῦν ἐκπίπτει τι
8. μόριον αὐτῆς παρὰ τὴν διάρθρωσιν τῆς γένυος εἰς τὰ
9. πρόσω τῶν ὤτων, ὅσοις ἀπὸ τῆς πέμπτης συζυγίας ἥκουσιν
10. ὅπως ἀναμίγνυται, μικρὸν ὕστερον ἀκούσεις. τοῦτο μὲν
11. οὖν μικρόν τι μόριόν ἐστιν αὐτῆς. τὸ δὲ οἷον πρέμνον
12. ἁπάντων τῶν ἀπ’ αὐτοῦ πεφυκότων μερῶν ἐν λόγῳ κλάδων
13. τε καὶ ἀκρεμόνων δίχα μὲν σχίζεται τὸ πρῶτον, ἑκάτερον
14. δ’ αὖθις ἐκείνων εἰς πολλὰ μόρια, τὸ μὲν ἕτερον εἴς τε
15. τοὺς κροταφίτας μῦς καὶ τοὺς μασσητῆρας ὀνομαζομένους,
16. ὅσοι τε ἄλλοι τῆς ἄνω γένυος ἐκπεφύκασιν, διανεμόμενον·
17. ἔστι δὲ καὶ τοῖς οὔλοις ὀνομαζομένοις καὶ τοῖς ὀδοῦσι καὶ
1. τῷ δέρματι τῷ περὶ τὸ πρόσωπον ἐκ τούτων τῶν νεύρων·
2. τὸ δὲ ἕτερον εἴς τε τὰς ῥίζας τῶν κατὰ τὴν κάτω γένυν
3. ὀδόντων σχίζεται, καὶ κατὰ τὴν αὐτὴν ἀναλογίαν, ἥν ἐσχίσθη
4. τὸ πρότερον εἰς τοὺς ἄνω, καὶ τοῖς οὔλοις δ’ ἀπονεμήσεις
5. ὁμοίως πέμπει, καὶ τοῖς κάτω χείλεσιν, ὥσπερ ἐκεῖνο
6. τοῖς ἄνω. τὸ πλεῖστον δ’ αὐτοῦ μέρος εἰς τὸν τῆς γλώττης
7. διανέμεται χιτῶνα, καὶ καλοῦσί τινες τὸ ζεῦγος τοῦτο
8. τῶν νεύρων γευστικὸν, ἐπειδὴ δι’ αὐτῶν ἡ τῆς γεύσεως αἴσθησις
9. γίγνεται. τοιαύτη μέν τις καὶ ἡ τῆς γ΄ συζυγίας.
10. τομή. λέλεκται δὲ καὶ περὶ τῆς δ΄, ἣν ὀρθῶς ὁ Μαρῖνος
11. εὗρεν ἀποχωριζομένην τῆς τρίτης, ἐπί τε τὴν ὑπερῴαν
12. ἀφικνουμένην, ἣν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν
13. λέγομεν.
⟨
(De nerv. dissect.) [n° 014 Fichtner] [GalLat]
De nervorum dissectione
Περὶ νευρῶν ἀνατομῆς
Anatomie des nerfs
The Anatomy of the Nerves (Nerv. Diss.)
Garofalo, Debru, 2008.
De nervorum dissectione, 1821, vol. 2, p. 831-856. urn:cts:greekLit:tlg0057.tlg014.verbatim-lat1
Von Töply, 1904 (deu); Mayo Goss, 1966 (eng); Garofalo, Debru, 2008 (fra).
De nervorum dissectione, 5, ed. Kühn, 1821, vol. 2, p. 834-837. urn:cts:greekLit:tlg0057.tlg014.1st1K-grc1:5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩