16. Ἐπιμίγνυται δ’, ὡς ἔφην, ἀλλήλοις τὰ
17. κάτω τῆς κεφαλῆς φερόμενα νεῦρα, τό τε ἀπὸ τῆς γ΄ συζυγίας
1. καὶ τῶν νῦν εἰρημένων ἐσχάτων δυοῖν. καὶ μέντοι
2. καὶ τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων ἥ τε πρώτη καὶ ἡ δευτέρα
3. συζυγία πολλὴν ἐπιμιξίαν ποιεῖται πρὸς ταῦτα τὰ νεῦρα.
4. καὶ πολλάκις μέν σοι δόξει τὸ διῆκον ἐκ τοῦ ἑτέρου
5. πρὸς τὸ ἕτερον οἷον δεσμός τις εἶναι μόνον ἀμφοῖν
6. κοινός· ἐνίοτε δὲ τὸ μὲν ἕτερον τῶν νεύρων αὐξάνει, ὡς
7. προστιθὲν ἀναμιγνύμενον, ἔλαττον δὲ ἐργάζεται θάτερον, ὡς
8. ἂν ἀποχωρισθὲν αὐτοῦ. διὸ καὶ τεταραγμένοι τε πάντες
9. εἰσὶν οἱ ἀνατομικοὶ περὶ τὴν τούτων τῶν νεύρων γνῶσιν,
10. ἀλλήλοις τε διαπεφωνήκασιν ἐπὶ πλεῖστον, ἠγνοήκασι δὲ τὸ
11. πλεῖστον ἐν ἑκάστῳ. τινὰ μὲν γὰρ, οὐδὲ διὰ παντὸς οὐ
12. μόνον ἐπὶ πάντων φερόμενα τῶν ζώων, ἀλλ’ οὐδὲ ἐπὶ μόνων
13. τῶν πιθήκων, ὡς μηδέποτε ἄλλως ἔχοντα γεγράφασιν·
14. ἔνια δ’ οὐ μόνον ἐπὶ τῶν πιθήκων, ἀλλὰ καὶ τῶν ἄλλων
15. ζώων, ὧν ἓξ ὑπάρχειν γένη δείκνυμι κατὰ τὰς ἀνατομικὰς
16. ἐγχειρήσεις, ὡσαύτως ἔχειν διαπαντὸς, ἠγνόηται τελέως
1. αὐτοῖς. αὐτίκα γέ τοι, ὅπως τοῖς ἰδίοις τοῦ λάρυγγος μυσὶ
2. ἐκ τῆς ἕκτης συζυγίας ἀπονενέμηται νεῦρα κατὰ τρεῖς ἐκφύσεις
3. ἑκατέρωθεν, ὡς εἶναι τὰς πάσας ἓξ. ἔγνωσαν δ’
4. ἔνιοι μὲν τὰς δύο μόνας αὐτῶν, ἔνιοι δ’ οὐδὲ ταύτας.
⟨
(De nerv. dissect.) [n° 014 Fichtner] [GalLat]
De nervorum dissectione
Περὶ νευρῶν ἀνατομῆς
Anatomie des nerfs
The Anatomy of the Nerves (Nerv. Diss.)
Garofalo, Debru, 2008.
De nervorum dissectione, 1821, vol. 2, p. 831-856. urn:cts:greekLit:tlg0057.tlg014.verbatim-lat1
Von Töply, 1904 (deu); Mayo Goss, 1966 (eng); Garofalo, Debru, 2008 (fra).
De nervorum dissectione, 9, ed. Kühn, 1821, vol. 2, p. 839-841. urn:cts:greekLit:tlg0057.tlg014.1st1K-grc1:9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩