Galenus. De instrumento odoratus (De instr. odor.) [n° 015 Fichtner] [GalLat]

Περὶ ὀσφρήσεως ὀργάνου
Organe de l’olfaction
The Organ of Smell (Inst. Od.)
De instrumento odoratus, 1821, vol. 2, p. 857-886. urn:cts:greekLit:tlg0057.tlg015.verbatim-lat1
Wright, 1924 (eng).

De instrumento odoratus, 2, ed. Kühn, 1821, vol. 2, p. 858-862. urn:cts:greekLit:tlg0057.tlg015.1st1K-grc1:2

17. Καὶ τοίνυν τῆς ῥινὸς ἐχούσης μέσον διάφραγμα
18. καὶ πόρους ἀξιολόγους δύο, τούτους δὴ τοὺς φαινομένους,
1. ἕνα καθ’ ἑκάτερον μυκτῆρα, χρὴ γινώσκειν ἀνωτέρω τῶν
2. μέσων τῆς ῥινὸς ἑκάτερον αὐτῶν δίχα σχιζόμενον. ἥκει δὲ
3. τῶν μερῶν τὸ μὲν ἕτερον εἰς τὸ τοῦ στόματος ἔνδον, τὸ
4. δ’ ἕτερον ὄρθιον, ὡς ἐξ ἀρχῆς ἐφέρετο, πρὸς αὐτὸν ἀναβαίνει
5. τὸν ἐγκέφαλον. εἰσὶ γὰρ αὐτῶν καὶ δύο κατὰ τοῦτο
6. ἀποφύσεις προμήκεις τε καὶ κοῖλαι, τὴν ἀρχὴν μὲν ἐκ τῶν
7. προσθίων ἔχουσαι κοιλιῶν, καθήκουσαι δὲ ἐπ’ ἐκεῖνο τοῦ
8. κρανίου τὸ μέρος, ὅθεν ἡ ῥὶς ἄρχεται. κατὰ τοῦτο καὶ ἡ
9. τῶν ἠθμοειδῶν ὀστῶν ἐστι θέσις, ὧν τὴν χρείαν ἱκανὸν
10. ἐνδείξασθαι τοὔνομα, καὶ ἥ γε μήνιγξ ἡ παχεῖα, καθ’ ὃ
11. ψαύει τῶνδε τῶν ὀστῶν, ὀπαῖς λεπταῖς τέτρηται. διὰ ταύτης
12. γέ τοι πρώτης διηθεῖται τὰ παχύτερα τῶν τοῦ ἐγκεφάλου
13. περιττῶν· (ἔθος δ’ ἐστὶν ἀπ’ Ἀριστοτέλους ἀρξάμενον
14. ὀνομάζεσθαι τὰ τοιαῦτα πάντα περιττώματα·) τὰ μὲν γὰρ
15. ἀτμοειδέστερα κατὰ τὰς ῥαφὰς ἀναθεῖ, καὶ ταύτην κένωσιν.
16. ὅσα δὲ τούτων παχέα, καθάπερ ἡ βλέννα καὶ ἡ κόρυζα, κατάντη
17. φέρεται, πρώτην μὲν τὴν παχεῖαν μήνιγγα διεξερχόμενα,
1. μετ’ ἐκείνην δὲ διὰ τῶν ἠθμοειδῶν ὀστῶν ἠθούμενα,
2. κᾄπειθ’ οὕτως ἐμπίπτοντα τοῖς πόροις τῆς ῥινός. ἐν
3. δὲ τῇ διὰ τούτων πορείᾳ μέρος ἔστιν ὅτε καταῤῥεῖ τῶν
4. καταφερομένων εἰς τὸ στόμα διὰ τῶν εἰρημένων ἐκ τῆς
5. ῥινὸς εἰς αὐτὸ συντρήσεων. καὶ τάς γε παχυτέρας βλέννας,
6. καὶ μάλισθ’ ὅσαι γλίσχραι, κατὰ μὲν τὸ ἕτερον αὐτῶν ἐνίοτε
7. πέρας ἐμπεπτωκυίας ταῖς εἰς τὸ στόμα συντρήσεσιν, κατὰ
8. δὲ τὸ ἕτερον ἐν τοῖς τῆς ῥινὸς οὖσι πόροις ἑκατέρων ἐκκενούμενον,
9. ἐκφυσήσει μὲν βιαιοτέρᾳ χρησάμενον διὰ
10. μυκτήρων, ἀναχρέμψει δὲ διὰ τοῦ στόματος. ὑπαλείφει
11. δ’ ἄναιμος χιτὼν, ὑμένος παχύτερος, αὐτούς τε τῆς ῥινὸς
12. τοὺς εὐθεῖς πόρους, ἀναφερομένους ἄχρι τῶν ἠθμοειδῶν,
13. καὶ πρὸς τούτοις τοὺς ἄλλους τοὺς λοξοὺς, οὓς εἰς τὸ
14. στόμα τελευτᾷν ἔφην. ἔστι δὲ συνεχὴς ὁ χιτὼν οὗτος καὶ
15. αὐτῷ τῷ τὴν τοῦ στόματος ὅλου περιγραφὴν ἔνδοθεν ὑπαλείφοντι
16. καὶ γλῶτταν ἀμφιεννύντι, καὶ πρός γε τούτοις
17. φάρυγγά τε καὶ λάρυγγα καὶ τραχεῖαν ἀρτηρίαν καὶ στόμαχον.
18. εἰς δὲ δὴ τὸν χιτῶνα τοῦτον, ἕνα μὲν ὑπάρχοντα
19. καὶ συνεχῆ, καὶ τῷ τῆς οὐσίας εἴδει τὸν αὐτὸν ἐν ἅπασι
1. τοῖς εἰρημένοις φαινόμενον, οὐ μὴν ἴσον γε τὸ πάχος ἐν
2. ἅπασιν αὐτοῖς ἔχοντα, διασπείρεταί τινα τῶν ἐξ ἐγκεφάλου
3. νεύρων μικρὰ, πλὴν τῶν εἰς τὴν γλῶτταν ἰόντων. ἱκανὸν
4. ὡς γὰρ ἐκεῖνα πάχος, διότι περιττοτέρας αἰσθήσεως δεῖ τῳ
5. μορίῳ τῷδε, γεύσεως αἰσθητικῷ γεγενημένῳ. ταῦτ’ ἄρα καὶ
6. τοῖς ὀφθαλμοῖς ἔτι παχύτερα τῶν εἰς τὴν γλῶτταν ἰόντων
7. ἡ φύσις ἔνειμεν νεῦρα, καὶ μετ’ αὐτοὺς ὠσὶ καὶ στόματι
8. κοιλίας, ἐπειδὴ καὶ τοῦτο αἰσθητικώτατον ὑπάρχειν ἐχρῆν,
9. ὡς ἐν τοῖς ὑπὲρ αὐτοῦ δέδεικται λόγοις. ὀφθαλμὸς μὲν
10. οὖν ὄργανον ὀπτικὸν, καὶ οὖς ἀκουστικὸν, καὶ γλῶττα γευστικὸν,
11. ὀρέξεως δὲ σιτίων καὶ πομάτων ἡ γαστήρ ἐστιν ὄργανον,
12. καὶ ταύτης μάλιστα τὸ στόμα. παχυμερεστάτην δὲ
13. εἰς διάγνωσιν ἡ φύσις ἐποίησεν τὴν ἁπτικὴν δύναμιν, οὐκ
14. ἔτι μὴν ταύτην γε καθ’ ἓν ἀποκεκριμένην χωρίον, ὡς ἑκάστην
15. τῶν εἰρημένων, ἀλλ’ εἰς ὅλον ἐκτεταμένην τὸ σῶμα.
16. καὶ διὰ τοῦτο καὶ νεύρων αὐτῇ μικροτέρων ἔνειμεν πλῆθος, καὶ
17. τούτων σκληρῶν, ἐκ νωτιαίου μυελοῦ τῶν πλείστων ἀρχομένων. 
1. εἰς δὲ τὰ προειρημένα μόρια, περιττοτέρας αἰσθήσεως
2. δεόμενα, καὶ μείζω καὶ μαλακώτερα νεῦρα κατέφυσεν,
3. ἐξ ἐγκεφάλου πάντα βλαστάνοντα. φωτοειδέστατον μὲν οὖν
4. ἐποίησεν τὸ τῆς ὄψεως ὄργανον, ὡς ἂν καὶ μόνον αὐγῆς καὶ
5. φωτὸς αἰσθανόμενον, ἀερῶδες τὸ τῆς ἀκοῆς, αἰσθητικὸν ἐσόμενον
6. καὶ τοῦτο τῶν κατὰ τὸν ἀέρα ψόφων. οὕτω δὲ καὶ τὸ
7. τῶν χυμῶν διαγνωστικὸν ὄργανον, τὴν γλῶτταν, ἐκ τῆς ὑγροτέρας
8. ἰδέας τοῦ σώματος ἡ φύσις εἰργάσατο. μεταξὺ δὲ
9. ἀέρος τε καὶ ὑγροῦ καὶ πυρὸς τὸ τῆς ὀσφρήσεώς ἐστιν αἰσθητικὸν,
10. οὔθ’ οὕτω λεπτομερὲς ὑπάρχον, ὡς ὁ ἀὴρ, οὔθ’ οὕτω
11. παχυμερὲς, ὡς τὸ ὑγρόν. ὅσον γὰρ ἀποῤῥεῖ τῶν σωμάτων
12. ἑκάστου, τοῦτ’ ἔστι τῶν ὀσφρητῶν ἡ οὐσία. μαθεῖν δ’ ἐστὶ
13. μάλιστα ἐπὶ ῥόδων αὐτῶν καὶ τῶν οὕτως ἁπλῶν, ἃ διὰ
14. ταχέων ἑαυτῶν ἐλάττω τε ἅμα καὶ ξηρότερα γίνεται, φανερῶς
15. ἐνδεικνύμενα, τὴν ὑγροτέραν μοῖραν ἐκ τῆς οὐσίας αὐτῶν
16. διαφορεῖσθαι.

Cliquer un n° de page pour en afficher l’image