Galenus. De instrumento odoratus (De instr. odor.) [n° 015 Fichtner] [GalLat]

Περὶ ὀσφρήσεως ὀργάνου
Organe de l’olfaction
The Organ of Smell (Inst. Od.)
De instrumento odoratus, 1821, vol. 2, p. 857-886. urn:cts:greekLit:tlg0057.tlg015.verbatim-lat1
Wright, 1924 (eng).

De instrumento odoratus, 3, ed. Kühn, 1821, vol. 2, p. 862-867. urn:cts:greekLit:tlg0057.tlg015.1st1K-grc1:3

17. Ζητήσωμεν οὖν ἤδη τὸ τῆς ὀσφρήσεως ὄργανον,
1. ἀρξάμενοι μὲν ἀπὸ τῆς τῶν συνεχῶν κατασκευῆς τοῖς
2. μυκτῆρσι μορίων, ἑξῆς δὲ τούτοις ἐπισκεψάμενοι τὰ τῆς
3. ἐνεργείας ἴδια συμβεβηκότα. ἐπεὶ τοίνυν ἐν τοῖς κατὰ τὴν
4. ῥῖνα πόροις ὑποτέταται τοῖς ὀστοῖς ὁ χιτὼν ἐκεῖνος, ὃν
5. καὶ τῇ φύσει καὶ τῇ συνεχείᾳ τὸν αὐτὸν ἔφην εἶναι τῷ
6. κατά τε τὸ στόμα καὶ τὴν γλῶτταν καὶ τὴν φάρυγγα,
7. πλήν γε ὅτι λεπτομερής ἐστιν, ἢ τοῦτο αἰσθητήριον εἶναι
8. χρὴ νομίζειν ὀσμῶν, ἢ τὸ τῆς ῥινὸς ὀστοῦν· οὐδὲν γὰρ
9. ἄλλο τρίτον ἐνταῦθα μόριόν ἐστιν. ἀλλὰ τῷ μὲν τῆς ῥινὸς
10. ὀστῷ μὴ ὅτι τῆς ὀσφρητικῆς, ἀλλ’ οὐδὲ τῆς ἁπτικῆς
11. αἰσθήσεως μέτεστιν. ὁ δ’ ὑποτεταμένος ἔνδον χιτὼν
12. ὁμοιότατος μὲν ὑπάρχει τῷ κατὰ τὸν οὐρανίσκον τε καὶ
13. τὴν ὑπερῴαν, καὶ ταύτῃ γε ἀδύνατον αὐτῷ πλεονεκτεῖν
14. ἐκείνων εἰς ἀκρίβειαν αἰσθήσεως, ἠδύνατο μέντοι μεγέθει
15. μόνῳ νεύρων πλεονεκτῆσαι, καθάπερ ἡ γλῶττα. φαίνεταί
16. γε μὴν οὐδὲ ταῦτα, οὐ τὸ πλέον ἔχων, ἀλλ’ ὅσον ἀναγκαῖον
17. εἰς αἴσθησιν ἁπτικὴν, τοσοῦτον νεύρων μετειληφώς. καὶ
18. μὲν δὴ καὶ αὐτοῦ τοῦ χιτῶνος ἡ φύοις οὐ κατὰ τὴν τῶν
19. αἰσθητηρίων οὐσίαν ἐστὶν, ὥσπερ αἱ λοιπαί. τὸ μὲν γὰρ
1. τῆς ὄψεως ὄργανον φωτοειδές· τὸ δὲ τῆς ἀκοῆς ἀερῶδες·
2. ὥσπερ τὸ τῆς γεύσεως ὑγρὸν καὶ σπογγοειδές· τὸ δὲ τῆς
3. ἁφῆς σκληρὸν καὶ γεῶδες· προπαρασκευασθέντος ἑκάστου
4. τῶν ὀργάνων ὑπὸ τῆς φύσεως εἰς ὁμοιότητα τῶν αἰσθητῶν.
5. ἐχρῆν οὖν καὶ τὸ τῶν ὀσμῶν αἰσθητήριον ἀτμοειδὲς ὑπάρχειν,
6. οὐ σκληρὸν καὶ γεῶδες, ὁποῖόν ἐστιν ὁ κατὰ τοὺς
7. μυκτῆρας χιτὼν, πρὸς τῷ τοιοῦτος εἶναι μηδὲ νεύρων
8. ἀξιολόγων τυχὼν, ἃ πάντα ἂν ἔτυχε καὶ πρὸ τῆς γλώττης,
9. ὡς ἂν καὶ τρίτην ἔχων τάξιν ἐν τοῖς αἰσθητικοῖς ὀργάνοις
10. εἰς διάγνωσιν οὐσίας λεπτομεροῦς. τὸ μέν γε τῆς ὄψεως
11. νεῦρον εἰς τοσοῦτον ἥκει μεγέθους, ὥστε τοῦ κατιόντος
12. εἰς τὸ στόμα τῆς γαστρὸς μεῖζον εἶναι πολὺ, καίτοι οὐκ
13. εἰς ὅλον διανεμόμενον τὸν ὀφθαλμὸν, ἀλλ’ ἐπὶ μόνον ἧκον
14. τὸ κρυσταλλοειδὲς σῶμα· τοῦτο γὰρ ἐδείχθη τὸ κυριώτατον
15. ὄργανον τῆς ὄψεως. ὅ γε μὴν ἀκουστικὸς πόρος, βραχύτατον
16. ἔχων τὸ ἔνδον πέρας, ὃ τοῦ νεύρου ψαύει, παχὺ καὶ
17. οὗτος κατὰ τὴν τοῦ μεγέθους ἀναλογίαν εἴληφε νεῦρον.
1. οὐ μὴν οὐδὲ ἡ γλῶττα μικρῶν μετέσχεν τῶν ἐξ ἐγκεφάλου
2. νεύρων. οὐκοῦν οὐδὲ τὸ τῶν ὀσμῶν αἰσθητήριον
3. ἔσχεν ἄν ποτε ἰσχνὸν, ὁποῖόν ἐστι τὸ κατὰ τὸν τῆς ῥινὸς
4. χιτῶνα. καὶ μὲν δὴ καὶ ἀτμοειδὲς ἀναγκαῖον ὑπάρχειν αὐτό·
5. τοιαύτη γὰρ ἡ τῶν ὀσμῶν οὐσία. ταύτῃ μὲν οὖν καὶ ἡμᾶς
6. ἀπάγει τῶν κατὰ τοὺς μυκτῆρας χωρίων, ἀπὸ τῆς κατασκευῆς
7. τὴν ἔνδειξιν τοῦ ζητουμένου λαμβάνοντας. ἐφεξῆς ἀπὸ
8. τῶν ἰδίων τῆς ἐνεργείας ἐπισκεπτομένοις φαίνεται οὐδεμία
9. γιγνομένη διάγνωσις ὀσμῶν ἄνευ τῆς εἰσπνοῆς, καίτοι γ’
10. ἐνίοτε πεπληρωμένων τῶν πόρων τῆς ῥινὸς ἀτμοῦ σφοδροτάτην
11. ἔχοντος δύναμιν. ἐὰν οὖν τις ἐν οἴκῳ σμικροτάτῳ θυμιάσας
12. ἄσφαλτον, ἢ κασίαν, ἢ σμύρναν, ἢ λιβανωτὸν, ἢ
13. στύρακα, καὶ πληρώσας ὀσμῆς ἰσχυροτάτης αὐτὸν, εἰσελθὼν
14. ἀποπειρῷτο διὰ πολλοῦ χρόνου ποιούμενος τὴν εἰσπνοὴν,
15. εἴσεται τοῦ λεγομένου τὴν ἀλήθειαν, ἐν μὲν τῷ τῆς εἰσπνοῆς
16. χρόνῳ μόνῳ τῆς ὀσμῆς αἰσθανόμενος, ἐν δὲ τῷ λοιπῷ
1. παντὶ μηδεμίαν ἔχων αὐτοῦ διάγνωσιν, καίτοι γε πληρωμένων
2. τῶν πόρων τῆς ῥινός. οὕτω δὲ, κᾂν ἐνστάξῃς εἰς
3. τοὺς μυκτῆρας ὁτιοῦν ἔχον ἰσχυρὰν ὀδμὴν, ἐν ἐκείνῳ μόνῳ
4. τὴν διάγνωσιν αὐτοῦ λήψῃ, καθ’ ὃν εἰσπνέομεν. ἔοικεν οὖν
5. ἕτερόν τι μόριον εἶναι τὸ τῶν ὀδμῶν διαγνωστικὸν, ἔνδον
6. που τεταγμένον ἐν βαθυτέρῳ τοῦ σώματος, οὐ πρόχειρον
7. οὕτως, οὐδ’ ἐκτὸς, ὡς ὁ κατὰ τὴν ῥῖνα χιτών· ἀλλ’ ὡς ἐν
8. τοῖς περὶ τῆς εἰσπνοῆς λόγοις ἐμάθομεν, ὡς ὁ μὲν θώραξ
9. ὑπό τινων μυῶν διαστέλλοιτο, συνέποιτο δὲ ὁ πνεύμων
10. αὐτῷ, κᾄπειτα ἐξ ἀνάγκης τῷδε κατὰ τὸ συνεχὲς ὁ ἔξωθεν
11. ἀὴρ διά τε τῆς τραχείας ἀρτηρίας καὶ τῆς φάρυγγος
12. καὶ τοῦ στόματος καὶ τῆς ῥινός. εἴπερ οὖν ὁ
13. κατὰ τὴν ῥῖνα χιτὼν οὐκ ἔστι τῆς ὀσφρήσεως ὄργανον, ἑξῆς
14. ἐπισκεπτέον ἡμῖν περὶ τοῦ κατὰ τὸν οὐρανίσκον, εἶθ’ ἑξῆς
15. φάρυγγός τε καὶ τραχείας ἀρτηρίας. ὁ μὲν δὴ κατὰ τὸν
16. οὐρανίσκον χιτὼν οὐκ ἂν εἴη τὸ τῆς ὀσφρήσεως ὄργανον,
17. εἴ γε τοῖς ἐμφράξασι μὲν τοὺς μυκτῆρας ἢ καὶ σφίγξασι 
1. διὰ τῶν δακτύλων τὰ τῆς ῥινὸς πτερύγια καὶ κλείσασιν
2. ἀμφοτέρους τοὺς πόρους, ἀναπνέουσι δὲ ἐν τῷδε διὰ τοι
3. στόματος οὐδεμία τῶν ὀσμῶν αἴσθησις γίνεται. διὰ δὲ
4. ταῦτα καὶ τὴν φάρυγγα καὶ τὴν τραχεῖαν ἀρτηρίαν οὐχ
5. ὑποληπτέον ὑπάρχειν αὐτό.

Cliquer un n° de page pour en afficher l’image