6. Λείπει τοίνυν ἐπισκέψασθαι περὶ τοῦ λοὶ
7. ποῦ πέρατος τῶν κατὰ τὴν ῥῖνα πόρων, ὃ διὰ τῶν ἠθμοειδῶν
8. ὀστῶν ἐπὶ τὸν ἐγκέφαλον ἀναφέρεται. ἀλλὰ κᾀνταῦθα
9. τὰ μὲν τῆς κατασκευῆς ὅμοια, χιτὼν ὑπαλείφων
10. τὸν πόρον, ὡσαύτως ἔχων τῷ κάτω κατὰ τὴν οἰκείαν
11. οὐσίαν καὶ τὴν τῶν νεύρων ἰσχνότητα, τὰ δὲ ἀπὸ τῶν
12. συμβεβηκότων ἕτερα. κατὰ γάρ τοι τὴν εἰσπνοὴν ἐγχωρεῖ
13. τὸν ἐγκέφαλον αὐτὸν ἐνεργοῦντα καὶ διαστέλλοντα τὸν θώρακα
14. διὰ τῶν οἰκείων ἀποβλαστημάτων ἐπισπάσαι τι καὶ
15. πρὸς τὰς ἑαυτοῦ κοιλίας. οὐ μὴν ἀδύνατον τοῦτο, ἀλλὰ
16. κινοῦντι βραχυτάτην ἑαυτοῦ παρέχεσθαι κίνησιν εἰς ἑαυτόν
17. τε καὶ ἐξ ἑαυτοῦ, πιλούμενον μὲν, ἡνίκα εἰς ἑαυτὸν
18. συνάγηται, χεόμενον δὲ, ὁπόταν ἀποτείνηται πάντα· συνακολουθεῖν
1. δὲ αὐτῷ κατὰ τὸ συνεχὲς, ἐπειδὰν εἰς ἑαυτὸν
2. συνάγηται τὸν ἔξωθεν ἀέρα, καθάπερ γε καὶ ἀντεκπνεῖσθαι
3. πάλιν, ἐπειδὰν χέηται. τοῦθ’ ἡμῶν σκοπουμένων
4. ποτὲ, κατά τινα τύχην συνέβη βεβλαμμένον ἄνθρωπον ἐκ
5. κορύζης τε καὶ κατάῤῥου πολυχρονίου τὴν αἰσθητικὴν ὄσφρησιν
6. ἐπὶ τὴν τοῦ μελανθίου βοήθειαν ἀφικέσθαι. κόπτεται
7. δὲ ἀκριβῶς τοῦτο χάριν τοῦ χνοῶδες γενέσθαι, καὶ
8. ἔπειτα μιχθὲν ἐλαίῳ παλαιῷ τρίβεται μετ’ ἐκείνου πάλιν
9. ἐπιμελῶς· εἶτα πληρώσας ὁ θεραπευόμενος ὕδατος τὸ στόμα,
10. καὶ τὴν κεφαλὴν ἀνανεύσας, ἐπὶ πλεῖστον ἐγχεόμενον
11. διὰ τῶν μυκτήρων τὸ φάρμακον εἰσπνέων ἕλκει σφοδρότερον.
12. ἐπὶ δὲ τριῶν ἐφεξῆς ἡμερῶν ὁ νεανίσκος χρησάμενος
13. τῷ βοηθήματι, μεγάλως ὤνατο. φιλοτιμότερον δὲ εἰσπνεύσας
14. τῇ τετάρτῃ τῶν ἡμερῶν, ἰσχυρᾶς ᾔσθετο δήξεως
15. ἐν τῷ βάθει τῆς κεφαλῆς, καὶ μάλιστ’ αὐτῆς κατὰ βραχὺ
16. μειουμένης, παντάπασιν ἐπαύσατο κατὰ τὴν ὑστεραίαν.
17. ἐδόκει τοιγαροῦν ἡμῖν ἐνηνέχθαι τι τοῦ μελανθίου κατὰ
1. τὰς τοῦ ἐγκεφάλου κοιλίας, ὃ προσιζῆσαν ἤτοι τοῖς χοροειδέσι
2. πλέγμασιν, ἴσως δὲ καὶ αὐτῷ τῷ ἐγκεφάλῳ, παρασχεῖν
3. τὴν ὀδύνην. ὁμολογεῖν δὲ φαίνεται τοῖσδε καὶ τὸ δεῖν
4. ἀτμοειδές πως εἶναι τὸ τῶν ὀσμῶν ἴδιον ὄργανον. καὶ διὰ
5. τοῦθ’, ἕνεκα τοῦ βεβαίως πεισθῆναι, καὶ ἄλλῳ τινὶ καὶ
6. ἄλλῳ καὶ πολλοῖς ἐφεξῆς οἰκέταις ἐνεχέαμεν τοῦ φαρμάκου,
7. σφοδρῶς ἀναπνεῦσαι κελεύσαντες. ἐξ ὧν ἔνιοι μὲν οὐδ’
8. ὅλως, ἔνιοι δὲ ἀμυδρῶς, εἰσὶ δ’ οἳ καὶ σαφῶς ᾔσθοντο
9. δήξεως ἐν τῷ βάθει τῆς κεφαλῆς. ἡμεῖς μὲν οὖν ἔκ τε
10. τούτων ἀναλογιζόμενοι καὶ τῶν ἄλλων τῶν προειρημένων
11. ἐν ταῖς προσθίαις κοιλίαις τοῦ ἐγκεφάλου τὴν τῶν ὀσφρητῶν
12. αἴσθησιν ἐπιστεύομεν γίγνεσθαι. προσήρχοντο δὲ ἡμῖν
13. ἐξ ἐπιμέτρου πίστεις οὐ σμικραί· πρώτη μὲν ἡ τῶν πταρμῶν,
14. ὠφελούντων ἐναργῶς τῷ βάρει τῆς κεφαλῆς, ὅταν
15. ὑπὸ ἀτμῶν παχέων ὁ ἐγκέφαλος ἐμπλησθῇ· δευτέρα δὲ, ὅτι
16. πληροῦταί τε καὶ θερμαίνεται κατὰ τὰς τῆς ἀναπνοῆς ἐπισχέσεις
17. ὁ ἐγκέφαλος, ὡς ὀλίγον ὕστερον ἐρῶ· εἰκὸς οὖν ἐστι,
1. δεῖσθαι τῆς μὲν ἐκπνοῆς αὐτὸν ἕνεκα τοῦ τὰ λυποῦντα κενῶσαι,
2. τῆς δ’ εἰσπνοῆς ἀναψύξεως χάριν· ἔτι τε τρίτον,
3. τούτοις ἐγκεκαυμένης ἢ καὶ ἄλλως ὁπωσοῦν θερμῆς τῆς
4. κεφαλῆς, αἰσθανόμεθα τήν τε τῶν ῥόδων ὀσμὴν καὶ τινῶν
5. ἄλλων, ὅσα προσηνῶς ἐκψύχει, ἐπιφανῶς ἰᾶσθαι τὴν
6. θέρμην· οὐ μὴν ἀλλὰ καὶ τὸ κατὰ μηδένα τρόπον ἐγχωρεῖν
7. ἐν τῷ ῥινὸς χιτῶνι τὴν αἴσθησιν γίνεσθαι τῶν ὀσμῶν·
8. ὃ γὰρ εἶχε μόνον βραχὺ τὸ πιθανὸν ὑπ’ Ἀριστοτέλους εἰρημένον,
9. ἐξεταζόμενον ηὑρίσκετο ψεῦδος.
⟨
(De instr. odor.) [n° 015 Fichtner] [GalLat]
De instrumento odoratus
Περὶ ὀσφρήσεως ὀργάνου
Organe de l’olfaction
The Organ of Smell (Inst. Od.)
De instrumento odoratus, 1821, vol. 2, p. 857-886. urn:cts:greekLit:tlg0057.tlg015.verbatim-lat1
Wright, 1924 (eng).
De instrumento odoratus, 4, ed. Kühn, 1821, vol. 2, p. 867-870. urn:cts:greekLit:tlg0057.tlg015.1st1K-grc1:4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩