Galenus. De instrumento odoratus (De instr. odor.) [n° 015 Fichtner] [GalLat]

Περὶ ὀσφρήσεως ὀργάνου
Organe de l’olfaction
The Organ of Smell (Inst. Od.)
De instrumento odoratus, 1821, vol. 2, p. 857-886. urn:cts:greekLit:tlg0057.tlg015.verbatim-lat1
Wright, 1924 (eng).

De instrumento odoratus, 5, ed. Kühn, 1821, vol. 2, p. 870-882. urn:cts:greekLit:tlg0057.tlg015.1st1K-grc1:5

10. Ὅπως οὖν ἀκριβεστέρα γένοιτο παντὸς τοῦ
11. δόγματος ἡ βάσανος, ἀρξώμεθα τῶν προειρημένων κεφαλαίων
12. ἀπὸ τοῦ τελευταίου. τί δή ποτε γὰρ εἰσπνεόντων ἡ
13. τῶν ὀσμῶν αἴσθησις γίγνεται, κατ’ ἄλλον δὲ οὐδένα χρόνον,
14. εἴπερ ἐν τοῖς τῆς ῥινὸς πόροις ἡ γένεσις αὐτῆς ἐστιν, ἐπισκεπτομένοις
15. ἡμῖν ἓν τοῦτο μόνον ηὑρίσκετο πιθανὸν, ὡς
16. μὴ κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν τοῦ τῆς ῥινὸς χιτῶνος,
17. ἀλλὰ διὰ βάθους συχνοῦ τὸ τῆς ὀσφρήσεως ὄργανον τετάχθαι,
1. πόρων μέν τινων ἐπ’ αὐτὸ τεινόντων, οὐ μὴν
2. ἀνεῳγμένων γε διὰ παντὸς, ἀλλ’ οἷον ἐπιθήματά τινα
3. ἐχόντων ὑμενώδη λεπτά· τούτων δ’ ἐν ταῖς εἰσπνοαῖς ὑπὸ
4. τῆς ῥύμης τοῦ πνεύματος ἀνοιγομένων, οὕτως ἀφικνεῖσθαι
5. τὸ αἰσθητὸν ἐπὶ τὸ διαγνωστικὸν αὐτοῦ μόριον. ἔοικε δέ
6. τι τοιοῦτον καὶ Ἀριστοτέλης ἔν τε τῷ δευτέρῳ περὶ ψυχῆς
7. κᾀν τῷ περὶ αἰσθήσεως καὶ αἰσθητῶν· ἐπιγράφεται δὲ
8. τοῦτο καὶ δι’ ἕτερον τρόπον ᾧδε, περὶ αἰσθήσεως καὶ
9. αἰσθητηρίων, ἐπειδὴ τὰ τῶν αἰσθήσεων ὄργανα καλεῖν οὕτως
10. ἔθος ἐστὶν καὶ Ἀριστοτέλει. κατὰ μὲν οὖν τὸ δεύτερον
11. περὶ ψυχῆς ταυτὶ γέγραπται· Οὕτως μὲν οὖν καὶ τὸ
12. ὀσφραντικὸν ὄργανον τοῖς μὲν ἀκαλυφὲς, ὥσπερ τὸ ὄμμα·
13. τοῖς δὲ τὸν ἀέρα δεχομένοις ἔχει ἐπικάλυμμα, ὃ ἀναπνεόντων
14. ἀποκαλύπτεσθαι, διευρυνομένων τῶν φλεβῶν καὶ τῶν
15. πόρων. ἐν δὲ τῷ περὶ αἰσθήσεως καὶ αἰσθητηρίων τάδε
16. φησί· Ἀλλὰ τοῖς μὲν ἀναπνέουσι τὸ πνεῦμα ἀφαιρεῖ τὸ
17. ἐπικείμενον, ὥσπερ πῶμά τι, διὸ οὐκ αἰσθάνεται μὴ ἀναπνέοντα· 
1. τοῖς δ’ οὐκ ἀναπνέουσιν ἀφῄρηται τοῦτο· καθάπερ
2. ἐπὶ τῶν ὀφθαλμῶν τὰ μὲν ἔχει βλέφαρα τῶν ζώων, ὧν
3. μὴ ἀνακαλυφθέντων οὐ δύναται ὁρᾷν, τὰ δὲ σκληρόφθαλμα
4. οὐκ ἔχει, διόπερ οὐ προσδεῖται οὐδενὸς τοῦ ἀνακαλύψοντος,
5. ἀλλ’ ὁρᾷ ἐκ τοῦ δυνατοῦ ὁρᾷν αὐτῷ εὐθύς.
6. αὗται μὲν αἱ τοῦ Ἀριστοτέλους ῥήσεις, οὐδ’ ὅλως ἐπιχειρήσαντος
7. ζητῆσαι μόριον, ἐν ᾧ πρώτως τὴν τῶν ὀσμῶν
8. αἴσθησιν ἔχομεν. ἀλλὰ καὶ τὸ λεγόμενον ὑπ’ αὐτοῦ περὶ
9. τῶν ἀνακαλυπτομένων πόρων ἀδύνατον μὲν οὐκ ἔστιν,
10. ὥσπερ ἔνια τῶν λεγομένων ὑπό τινων, οὐ μὴν δυνατόν γε
11. συστῆναι κατὰ τοὺς πόρους τῆς ῥινός. ἐπὶ μέν γε τῶν
12. βλεφάρων ἡ κίνησις κατὰ τὴν ἡμετέραν ἐπιτελεῖται προαίρεσιν,
13. καὶ διὰ τοῦτο ἔξεστιν ἡμῖν, ὁπότε βουλόμεθα, καὶ
14. κλείειν αὐτοῖς καὶ ἀνοίγειν· ἐπὶ δὲ τῆς τῶν ὀσμῶν αἰσθήσεως
15. οὐχ ᾧδ’ ἔχει. συμβεβηκὸς γάρ ἐστι ταῖς εἰσπνοαῖς
16. τὸ κατὰ τὴν ἄνοιξιν τῶν πόρων, οὐχ ἡμέτερον ἔργον. πῶς
17. οὖν συμβήσεται, σκεπτέον ἐφεξῆς. καίτοι γε δίκαιος ἦν ὁ
18. Ἀριστοτέλης, ὁ πατὴρ τοῦ λόγου, κατεσκευακέναι μὲν τὴν
1. ἑαυτοῦ δόξαν, οὐκ ἀποφῃνάμενος ἁπλῶς, ἡμῖν ἐπιτρέψας
2. περὶ τῆς ἐκείνου γνώμης ἀπομαντεύσασθαι, μηδὲν εἰπόντος
3. σαφὲς, ὥστε οὐδὲ κατασκευὴν ἣν λέγει τῶν πόρων ἐδήλωσεν,
4. εἴτ’ ἐν τῷ χιτῶνι τῶν μυκτήρων, εἴτ’ ἐν ἄλλῳ τινὶ
5. μέρει βούλεται τούτους δὴ τοὺς ὀσφρητικοὺς πόρους ὑπάρχειν.
6. ἀλλ’ ὅτι γε μὴ κατὰ τοὺς μυκτῆρας, ἐνθένδε δῆλον.
7. εἰ γὰρ οὕτως ἔχοιεν, ἡ φορὰ τοῦ προσπίπτοντος ἔξωθεν
8. ἀέρος ἀνοίγνυσιν αὐτοὺς, ἐὰν καὶ χωρὶς τῆς εἰσπνοῆς ἐμπίπτῃ
9. τὸ πνεῦμα. ὅτι δὲ οὐκ ἐργάζεται, σαφῶς ἔνεστι
10. θεάσασθαι, πρῶτον μὲν αὑτῷ τεχνησάμενον κίνησιν ἀέρος
11. ἐν οἴκῳ σμικρῷ μεστῷ σφοδροτάτης ὀσμῆς, δεύτερον δὲ καὶ
12. πρὸς ἄνεμον τρέψαντα τοὺς μυκτῆρας ἐν τούτῳ τῷ χωρίῳ,
13. καὶ τρίτον ἐπιθέντα κατὰ τῶν μυκτήρων ἕν τι τῶν ὀργάνων
14. τῶν δυναμένων ὠθεῖν ἀέρα. καλαμίσκοι δ’ εἰσὶ
15. τοιοῦτοι, καὶ κύστεις εὐθύτρητοι, καὶ πρὸς ἑαυτῶν ἔχουσαι
16. κέρατα. ἀλλά τοι, τούτων πάντων κινούντων ἀέρα,
17. διάγνωσις οὐδεμία γίγνεται τῆς ὀσμῆς. οὐ μὴν τοῦτ’ ἔστιν
18. εἰπεῖν, ὡς τοιαύτη κίνησίς ἐστι τῶν κατὰ τὸν χιτῶνα πόρων,
19. οἵα τῶν τῆς καρδίας κοιλιῶν, ὧν διαστελλομένων,
1. ἀνοίγνυσθαι συμβαίνει τὰ στόματα τῶν εἰσαγόντων τὰς
2. ὕλας ἀγγείων. ἤτοι γὰρ κατὰ τὴν ἡμετέραν προαίρεσιν ἔνεστιν
3. ὑποθέσθαι τὴν κίνησιν γίνεσθαι τῶν πόρων, ἢ χωρὶς
4. προαιρέσεως, οἵα καὶ τῆς καρδίας ἐστί. εἰ μὲν οὖν κατὰ
5. τὴν ἡμετέραν προαίρεσιν, δεήσει καὶ χωρὶς τῆς εἰσπνοῆς
6. διασταλεῖσιν αὐτοῖς αἰσθέσθαι τῆς ὀσμῆς· εἰ δὲ φυσικῶς
7. ᾖ, εὔδηλον, ὅτι καὶ οὕτως ἄνευ τῆς εἰσπνοῆς.
8. ἀλλὰ μὴν οὐδέποτε χωρὶς τῆς εἰσπνοῆς αἰσθανόμεθα.
9. φανερὸν οὖν, ὅτι τοῖς αἰσθητικοῖς τῶν ὀσμῶν πόροις
10. οὔτε κατὰ προαίρεσιν οὔτε ἄνευ προαιρέσεώς ἐστιν
11. οἰκεία κίνησις ἡ διοικοῦσα τὸ ὀζόμενον. οὐ μὴν οὐδὲ τῶν
12. ἀναπνευστικῶν πόρων κίνησις διαστεῖλαι δυνήσεται τοὺς
13. ὀσφρητικοὺς πόρους. αὐτὸς μὲν γὰρ ὁ θώραξ ἐν τοῖς
14. περὶ τούτων λόγοις ἐπιδέδεικται διαστελλόμενος ὑπὸ μυῶν·
15. ὁ πνεύμων δ’ αὐτὸς συνεπόμενός τε πάντη καὶ συνδιαστελλόμενος
16. τῇ πρὸς τὸ κινούμενον ἀκολουθίᾳ· τούτῳ δ’
17. ἀκολουθῶν ὁ ἔξωθεν ἀὴρ, οὐκ ἔτι ἐξ ἀνάγκης διαστελλομένων
1. τῶν παραπεμπόντων αὐτὸν σωμάτων, οὔτε τοῦ στόματος,
2. οὔτε τῆς ῥινὸς, οὔτε τοῦ φάρυγγος· ἀναπετομένων
3. γὰρ αὐτῶν μόνον διὰ μείζονος ἧς ἔμπροσθεν εἶχον εὐρύτητος,
4. ἐπικτωμένων οὐ δεῖ. δῆλον οὖν ἐστιν ἐκ τῶν εἰρημένων,
5. ὡς ἡ τῶν ἀναπνευστικῶν ὀργάνων κίνησις οὐ δύναται
6. τοὺς λεπτοὺς ἐκείνους πόρους τῶν κατὰ τοὺς μυκτῆρας
7. χιτώνων ἀνοιγνύναι. ὥστ’ ἐκ τῆς φορᾶς τοῦ ἀέρος
8. ἀνοιχθήσονται μόνης, ἣν, ὡς ἔφην, ἐγχωρεῖ καὶ χωρὶς τῆς
9. εἰσπνοῆς ἐπιτεχνήσασθαι. εἰ δέ τις φαίη, τῶν δι’ ἀναισθησίαν
10. εἰκῆ πολλὰ φθεγγομένων ἐν τῷ τῆς εἰσπνοῆς χρόνῳ
11. τοὺς πόρους ἀνοίγνυσθαι μόνον, καὶ ἡμεῖς ἀναμνήσομεν
12. αὖθις αὐτὸν, ὡς ἐν τοῖς ἔμπροσθεν εἰρημένοις ἐξελήλεγκται
13. τοῦτο, κατ’ ἐκεῖνο τοῦ λόγου τὸ μέρος, ἡνίκα ἤτοι καθ’
14. ὁρμὴν τοῦ ζώου τὴν ἄνοιξιν αὐτῶν ἔφαμεν ἢ φυσικήν τινα
15. εἶναι. κατὰ προαίρεσιν μὲν οὖν οὐκ ἔστιν· ἐφ’ ἡμῖν γὰρ
16. ἂν ἦν, ὁπόταν βουληθείημεν ἀνοίγειν αὐτοὺς, καὶ χωρὶς τῆς
17. εἰσπνοῆς. οὐ μὴν οὐδὲ φυσικὴ, καθάπερ ἡ τῆς καρδίας·
1. οὖ γὰρ ἂν οὐδ’ οὕτω κατὰ τὸν τῆς εἰσπνοῆς χρόνον ἐγίνετο
2. διὰ παντὸς, ἀλλ’ ἰδίαν εἶχε τάξιν κινήσεως, ἐνίοτε μὲν εἰς
3. ταὐτὸν τῷ τῆς εἰσπνοῆς ἀφικνουμένῳ χρόνῳ, πολλάκις δὲ
4. τῷ τῆς ἐκπνοῆς ἢ ἐπισχέσεως ὅλης τῆς ἀναπνοῆς. εἰ τοίνυν
5. οὔτε ἐξ αὐτῶν, οὔθ’ ὑπὸ τῆς τῶν ἀναπνευστικῶν ὀργάνων
6. κινήσεως οἱ πόροι τοῦ κατὰ τὴν ῥῖνα χιτῶνος ἀνοίγνυνται,
7. λείπεται πρὸς τῆς τοῦ πνεύματος ῥύμης εἰς τοῦθ’
8. ἥκειν αὐτοὺς, ἣν, ὡς ἔφην, οἷόν τ’ ἐστὶν τεχνήσασθαι
9. καὶ χωρὶς τῆς εἰσπνοῆς. εἰ δέ τις ἀπορεῖ, διὰ τίνα αἰτίαν
10. ὑπὸ τῆς τοιαύτης κινήσεως, εἰ σφοδροτάτη γένοιτο, μηδὲν
11. ὀσμῆς μέρος εἰς τὸν ἐγκέφαλον συνελαύνεται, καίτοι τρημάτων
12. ὄντων εἰς τοσοῦτον εὐρέων, ὡς καὶ τὰς παχυτάτας
13. βλέννας ἐγκεφάλου δι’ αὐτῶν φέρεσθαι, διδάξομεν αὐτὸν,
14. ὡς οὐδὲ εἰς τὸν λάρυγγα καὶ τὸν πνεύμονα φέρεταί τι
15. κατὰ τὰς εἰρημένας κινήσεις τοῦ κατὰ τοὺς μυκτῆρας
16. ἀέρος, ἐπειδὴ φθάνουσιν οἰκείου πεπληρῶσθαι πνεύματος.
17. ὁπότ’ οὖν οὐδ’ εἰς τοὺς μεγάλους πόρους οὐδὲν ἔξωθεν
18. ἐμπίπτει πνεῦμα χωρὶς τῆς τῶν ὀργάνων διαστολῆς, εἰκὸς 
1. δή που μηδ’ εἰς τοσοῦτον λεπτοὺς εἶναι, ὥς τισι τῶν ἀμελῶς
2. ἀνατεμνόντων μήτ’ εἶναι δοκεῖν. ἀμέλει κᾂν εἰς τὸν
3. μυκτῆρα καθεὶς αὐλίσκον ἀκριβῶς στεγνώσῃς τὸν πόρον, οὐ
4. δυνήσεται πνεῦμά τι ἐνεῖναι, πρὶν ἀνοῖξαι τὸ στόμα· διανοιχθέντος
5. δ’ αὐτοῦ, τὸ κατὰ τὴν ὑπερῴαν ἐμπίπτον πνεῦμα
6. πρὸς τοὐκτὸς ἀποχωρεῖν ἀκολουθοῦν ἐπιτρέπει τῷ συνεχεῖ.
7. μὴ τοίνυν ἀξίου μηδ’ εἰς τὸν ἐγκέφαλον ἀνέρχεσθαί
8. τι κατὰ τὰς εἰρημένας ἐμπτώσεις εἰς τὴν ῥῖνα τοῦ πνεύματος.
9. ἄχρι γὰρ ἂν ἡ κατ’ αὐτὸν εὐρυχωρία φθάνῃ πεπληρωμένη
10. πρὸς ἑτέρου πνεύματος, οὐχ οἷόν τ’ ἐστὶν ἐπεισελθεῖν
11. ἄλλο, πρὶν διαστῆναι τὸν ἐγκέφαλον, ὅπερ εἰσπνεόντων
12. μὲν οἷόν τ’ ἐστὶ γενέσθαι· διαστέλλεται γὰρ
13. πρῶτον, ἵν’ ἕλξῃ, κᾄπειθ’ οὕτω εἰσδέχεται τὸν ἔξωθεν
14. ἀέρα· χωρὶς δὲ τῆς ἐξ ἑαυτοῦ διαστολῆς οὐκ ἐνδέχεται
15. παραδέξασθαι πνεῦμά τι αὐτὸν, οὐδ’ εἰ βιαίως ὠθοῖτο·
16. εἰ δ’, ὥσπερ καὶ βούλοιτό τις, βιαίως ὠθούμενον ἐμπίπτει,
17. ἀλλ’ οὐδὲ τοῦτο δυνατὸν εἶναι πολύ. θλίβεται μὲν
18. γὰρ βιαίως, ὡς ἴσμεν, ὁ ἀὴρ, καὶ πάλιν τείνεται πανταχόθεν,
1.
2. παρὰ τὴν ἑαυτοῦ φύσιν ἑκάτερον τούτων ἀναγκαζόμενος
3. πάσχειν, ὡς μηδεμιᾶς γε τοιαύτης αὐτῶν αἰτίας βιαζομένης,
4. ἢ τῆς ἣν κατείληφε χώρας. οὐ μὴν οὐδ’ ὅτε πιλούμενος
5. εἰς ἐλάττω συνέρχεται τόπον, ἢ χεόμενος ἐπιπλέον ἐκτείνεται,
6. μεγάλην ἐργάζεται τὴν ἐφ’ ἑκάτερα μεταβολὴν,
7. ἀλλὰ καὶ συστέλλεται καὶ χεῖται βραχὺ παραχωρῶν ἐφ’
8. ἑκάτερα. διὰ τοῦτο γοῦν οὐδὲν εἰς αὐτὸν ἐμπίπτει, κᾂν
9. σφοδρῶς ἐκθλίβῃ τις, ἀνεῳγμένων τῶν μυκτήρων. ὁ δὲ κατ’
10. αὐτοὺς χιτὼν, ἐν ᾧ τοὺς αἰσθητικοὺς πόρους ὑποτιθέμεθα,
11. φανερῶς αἰσθάνεται πληττόμενος ὑπὸ τοῦ προσπίπτοντος
12. ἔξωθεν ἀέρος βιαίως. ὥστε ἀνοίγνυσθαι τοὺς πόρους ἐχρῆν
13. ἐν ταῖς τοσαύταις ἐμπτώσεσιν εἰς τὴν ῥῖνα τοῦ πέριξ ἀέρος,
14. ἀνοιχθέντων δὲ ἕπεσθαι τὴν αἴσθησιν τῶν ὀσμῶν. εἴπερ
15. οὖν οὐχ ἕπεται, τοὺς εἰρημένους πόρους ἀδύνατον ὑπάρχειν.
16. οὐ μὴν οὐδὲ πιθανὸν, τὴν φύσιν ἐπιτεχνήσασθαί τι τοιοῦτον
17. μηδενὸς ἕνεκα. εἰ γὰρ ἐπεποιήκει τινὰς αἰσθητικοὺς
18. πόρους ὀσμῶν, οὐκ ἂν ἐπέφραξεν αὐτοὺς, ὥσπερ οὐδὲ τοὺς
1. κατὰ τὰ ὦτα. βέλτιον γάρ ἐστι διὰ παντὸς ἑκάστην αἴσθησιν
2. διαγνωστικὴν εἶναι τῶν ἰδίων αἰσθητῶν, οὐκ ἐν
3. χρόνῳ μόνῳ τῷ τῆς εἰσπνοῆς. οὐδὲ διὰ τοῦτο τοῖς ὀφθαλμοῖς
4. ἐποίησεν ἡ φύσις ἐπιθέματα, διότι βέλτιον ἦν αὐτοὺς
5. μὴ διὰ παντὸς ἐνεργεῖν, ἀλλὰ διὰ τὸ αὐτοὺς εἶναι μαλακοὺς,
6. καὶ διὰ τοῦτο ὑπὸ τῶν προσπιπτόντων ῥᾳδίως βλάπτεσθαι,
7. ἀφ’ ὦν ἵνα φρουρῶνται, ἡ φύσις αὐτοὺς τοῖς
8. βλεφάροις ὠχύρωσεν οἷόν τισι προβλήμασι. ἀμέλει καὶ
9. αὐτὸς ὁ Ἀριστοτέλης εἴρηκεν, ὡς ἐν τοῖς σκληρὸν ἔχουσι
10. ζώοις τὸν ἔξωθεν χιτῶνα τῶν ὀφθαλμῶν ἡ φύσις οὐκ
11. ἐποίησε βλέφαρα, διότι δυσπαθεῖς εἰσιν, καὶ αὐτὸ καθ’
12. ἑαυτὸ οὐδὲν οὔτε προβλημάτων οὔτε στεγασμάτων οὔτε
13. καλυμμάτων ἐπὶ τούτων χρῄζουσι τῶν ζώων, ἀλλ’ ἡμεῖς γε
14. χρῄζομεν δεόντως, ἕνεκά τε τῶν εἰρημένων, κᾀπειδὰν ὕπνου
15. καιρὸς ἥκῃ. ἀδύνατον γὰρ ἐν ἀέρι φῶς ἔχοντι καθυπνῶσαί
16. τινα χωρὶς τοῦ σκεπασθῆναι τοὺς ὀφθαλμούς. οὕτω
17. γοῦν καὶ αὐτοῖς ἐκείνοις τοῖς ζώοις, οἷς οὐκ ἔστι βλέφαρα,
18. καράβοις, καὶ ἀστακοῖς, καὶ παγούροις, καὶ καρκίνοις,
1. ἡ φύσις ἐποίησεν κοιλότητάς τινας, οἷον θαλάμους ὑποδεχομένους
2. ὅλους τοὺς ὀφθαλμοὺς, ἐπειδὰν ὑπνοῦν ἐθέλωσιν·
3. ὡς, ὅταν γε χρῆσθαι βουληθῶσιν αὐτοῖς, ἐξαίρουσιν ὅλους
4. ὀρθίους ἅμα τοῖς αὐχέσιν, ἐφ’ ὧν βεβήκασιν, εἰς τὴν οἰκείαν
5. ὀφθαλμοῖς καθιστῶντες χώραν, ἥπερ ἐστὶν ἐπὶ τῶν
6. ὑψηλοτάτων ἐν τοῖς ζώοις μορίων. εἴρηται δὲ περὶ τῶν
7. τοιούτων ἁπάντων αὐτάρκως ἐν τοῖς περὶ χρείας μορίων,
8. ἅπερ εἴ τις ἀναλέξεται, γνώσεται μὲν καὶ τῶν βλεφάρων
9. τὴν χρῆσιν, γνώσεται δὲ καὶ ὡς ἀεὶ τῇ φύσει πρόκειται
10. ταῖς αἰσθήσεσιν ἐνεργεῖν. εἰ δέ ποτ’ ἄλλου τινὸς ἕνεκα
11. χρησιμωτέρου κατά τινα καιρὸν ἡσυχάζειν ἀναγκαῖον αὐταῖς
12. ἐστιν, οὐδὲν τοῦτό γε ἀπόρημα τῷ λόγῳ. τὰ γὰρ μὴ
13. δυνάμενα μετ’ ἀλλήλων ὑπάρχειν, οὐδ’ ἂν οἱ πάντες θεοὶ
14. ζεῦξαι βουληθῶσιν, οἷόν τε αὐτοῖς ἐργάσασθαι τοῦτο. ὅσα
15. γοῦν ἀδύνατα τῇ σφῶν αὐτῶν φύσει, καὶ θεοῖς ἐστιν ἀδύνατα.
16. μὴ τοίνυν θαύμαζε τὸ πῶς ἡ φύσις, ἀεὶ βουλομένη
17. τὰς αἰσθήσεις ἐνεργεῖν, ἡσυχάζειν ἐπιτρέπει κατὰ τοὺς
18. ὕπνους, βούλεται γὰρ ἐν τῷδε τὸν ὕπνον, ἀλλ’ ὅτι μᾶλλον.
1. οὐ μὴν οὐδ’ ἐν καιρῷ μοι νῦν ἐστιν ἐξηγεῖσθαι φύσεως
2. ὕπνου· λέλεκται γὰρ ἐν ἑτέροις ὑπὲρ ἑκάστου τῶν φυσικῶν
3. ἐν ἡμῖν ἔργων τε καὶ παθημάτων. εἴτ’ οὖν ἔργον ἐστὶ
4. φυσικὸν, εἴτε πάθος ὁ ὕπνος, οὐδὲ γὰρ οὐδὲ τοῦτο εὐδιαίτητον,
5. ἀδύνατον αὐτῷ τὰς αἰσθήσεις ἀκριβῶς αἰσθανομένας
6. φυλάττειν. οὔτ’ οὖν, ὅτι κατὰ τοὺς ὕπνους ἐνεργεῖν
7. ὁμοίως οὐ δυνάμεθα ταῖς αἰσθήσεσιν, διὰ τοῦθ’
8. ὁ λόγος ἐστὶ ψευδὴς, ἄμεινον εἶναι φάσκων διὰ παντὸς
9. ἑκάστην αἴσθησιν ἐνεργεῖν τοῦ διαλείπειν· οὔθ’, ὅτι
10. φυλαττόμενοί τινα τῶν ἐμπιπτόντων τε καὶ προσπιπτόντων
11. ἔξωθεν ἀναγκαζόμεθα κλείειν τὰ βλέφαρα, διὰ τοῦτ’ ἔστι
12. μὴ ὁρᾷν τηνικαῦτα. βέλτιον γὰρ, εἴπερ οἷόν τε ἦν ἀβλαβεῖς
13. αὐτοὺς φυλάττεσθαι, καὶ τοῦθ’ ἡμᾶς ὁρᾷν. ἐπειδὴ
14. δ’ οὐχ οἷόν τε ἐνεργαζομένην, ἀναγκαζόμεθα κλείειν τὰ βλέφαρα.
15. ταυτὶ μὲν οὖν εἰρήσθω μοι περὶ βλεφάρων χρείας·
16. ἀπὸ γὰρ πολλῶν ὀλίγα, μηκύνειν γὰρ οὐ καιρός. μεταφέρωμεν
17. ἤδη τὸν λόγον ἐπὶ τοὺς ὀσφρητικοὺς πόρους, οὓς 
1. Ἀριστοτέλης φησὶν ἐπιθέματα γεγονέναι πρὸς τῆς φύσεως,
2. οὔτε χρείαν τινὰ εἰπὼν τῆς τοιαύτης κατασκευῆς, οὔτ’
3. ἀποδείξεις ὑπάρχειν. οὐ μόνον γὰρ οὐδενὸς ἕνεκα χρηστοῦ
4. τοιοῦτοι γεγόνασιν, οἵους Ἀριστοτέλης αὐτοὺς εἶναι λέγει,
5. ἀλλὰ καὶ βλάβην ἐργάζονται μεγάλην ἐν τῷ πλείονι χρόνῳ
6. τῆς ζωῆς πηροῦντες ἡμῶν τὴν ὀσφρητικὴν αἴσθησιν, ὅπερ
7. οὐδὲ κατὰ μίαν τῶν ἄλλων ὁρᾶται γεγονός. ἐγρηγορότων
8. γὰρ ἐνεργοῦσιν ἅπασαι διὰ παντὸς, ὅταν γε εὐπορῶσι τῶν
9. οἰκείων αἰσθητῶν. ὅτι μὲν οὖν τὰ καλύμματα τῶν ὀσφρητικῶν
10. πόρων ἄδηλός ἐστι καὶ ἀναπόδεικτος ὑπόθεσις,
11. οὐδ’ ὑφ’ ἑνὸς τῶν ἐναργῶν μαρτυρουμένη, δεδειχέναι μοι
12. δοκῶ.

Cliquer un n° de page pour en afficher l’image