Galenus. De instrumento odoratus (De instr. odor.) [n° 015 Fichtner] [GalLat]

Περὶ ὀσφρήσεως ὀργάνου
Organe de l’olfaction
The Organ of Smell (Inst. Od.)
De instrumento odoratus, 1821, vol. 2, p. 857-886. urn:cts:greekLit:tlg0057.tlg015.verbatim-lat1
Wright, 1924 (eng).

De instrumento odoratus, 6, ed. Kühn, 1821, vol. 2, p. 882-886. urn:cts:greekLit:tlg0057.tlg015.1st1K-grc1:6

 

13. Σκεψώμεθα δ’ ἐφεξῆς, ὅπως οἱ πταρμοὶ
14. τὰ τῆς κεφαλῆς ἰῶνται βάρη. γίνονται μὲν γὰρ, ἐπὶ προηγησαμέναις
15. μεγίσταις εἰσπνοαῖς ἐκφυσήσεως ἑπομένης τάχιστα.
1. ὀνομάζω δὲ ἐκφύσησιν τὴν ἀθρόαν ἐκπνοήν. εἰ δέ
2. γε μηδὲν ἐξ ἐγκεφάλου δι’ αὐτῶν ἐκενοῦτο, πρὸς τῷ μὴ
3. παύσασθαι τὰ βάρη τῆς κεφαλῆς ὑπὸ τῶν πταρμῶν πολλάκις
4. ἔτι καὶ συνεπληροῦτο ἂν μᾶλλον ὑπὸ τῆς ἀθρόας
5. ἔξω τοῦ πνεύματος φορᾶς καὶ προσέτι τῆς ὑπ’ αὐτοῦ γενομένης
6. πληγῆς. οὕτως οὖν φαίνεται καὶ ἐπὶ ταῖς μεγάλαις
7. φωναῖς διατιθεμένη. καὶ μὲν δὴ καὶ πάθη τινὰ τῶν
8. κατὰ τὸν ἐγκέφαλον συνισταμένων, οἷα μάλιστά ἐστι τὰ
9. ληθαργικὰ καὶ καρώδη, καὶ διὰ τῶν πταρμικῶν οὐχ ἥκιστα
10. θεραπεύεται φαρμάκων. ἅμα γε καὶ πρὸς τὸν ἥλιον ἀποβλέποντες,
11. ἐρεθιζομένων ἡμῶν πρὸς πταρμὸν, ὡς ἂν, οἶμαι,
12. χεομένων ὑπ’ αὐτῶν τῶν ἀτμοειδῶν κατὰ τὸν ἐγκέφαλον
13. πνευμάτων. καθαρίζουσι δὲ καὶ βλέννας ἀθρόας ἐξ ἐγκεφάλου
14. παχείας καὶ γλίσχρας οἱ πταρμοὶ τῇ τοῦ πνεύματος
15. ἔξω φορᾷ συνεκβάλλοντες. οὐ μὴν εἰκὸς φέρεσθαι μὲν ἔξω
16. τι πνεῦμα κατὰ τοὺς πταρμοὺς ἐξ ἐγκεφάλου, μηδὲν δὲ
17. εἴσω μηδέποτε, καὶ ταῦτα μὲν τῶν πόρων ὑπαρχόντων
18. πολλῶν κατὰ τε τὸ καλούμενον ἠθμοειδὲς ὀστοῦν καὶ
1. τὴν ὑπαλείφουσαν ἐκ τῶν ἄνω μερῶν αὐτοῦ μήνιγγα. καὶ
2. μὴν καὶ τὸ βλάπτεσθαι παραχρῆμα καὶ πληροῦσθαι καὶ
3. βαρύνεσθαι τὴν κεφαλὴν ὑπὸ τῶν ἰσχυρῶν ὀσμῶν καὶ ἐνίοτε
4. παραφροσύναις ἁλίσκεσθαι σημεῖόν ἐστι τοῦ φέρεσθαί τι
5. τῆς οὐσίας αὐτῶν εἰς τὸν ἐγκέφαλον· οὐ γὰρ δὴ κατὰ γε
6. τὴν τῆς ποιότητος κοινωνίαν μόνην ἀθρόως ἂν οὕτως καὶ
7. σφοδρῶς ἐλυπεῖτο. κατὰ τὸν αὐτὸν γοῦν τρόπον
8. εἰκός ἐστι καὶ τὸν ὑπ’ ἐκκαύσεως πονούμενον ἐγκέφαλον
9. ὀνίνασθαι πρὸς τῆς τῶν ῥόδων ὀσμῆς. οὐδὲν δὲ αὐτὸν
10. ἧττον ῥόδων ὀνίνησιν τηνικαῦτα καὶ ὁ ψυχρὸς ἀὴρ εἰσπνεόμενος,
11. ὥσπερ καὶ ὁ πάνυ θερμὸς ἱκανὸς φαίνεται
12. βλάπτειν. καὶ μέντοι τῆς ἀναπνοῆς ὅλης ὑπ’ ἐγκεφάλου
13. γινομένης ἕνεκα τοῦ φυλάττεσθαι τῆς ἐν τῇ καρδίᾳ θερμασίας
14. τὴν συμμετρίαν, εὔλογον δὴ που πρώτην ταύτην
15. πορίζειν αὑτῷ, ἑτοιμότατον βλάπτεσθαι πεφυκότι πρὸς τῶν
16. ἀμετροτέρων, ἤτοι θερμαινόντων, ἢ ψυχόντων. πῶς οὔ
17. τινα πρὸς τοῦτο κίνησιν ἡ φύσις ἔδωκεν αὐτῷ σύμφυτον,
1. ἐν μὲν ταῖς εἰσπνοαῖς ῥιπίζουσάν τε καὶ σφύζουσαν, ἐν
2. δὲ ταῖς ἐκπνοαῖς ἀποχέουσαν μὲν ἐνίοτε τὸ φλεγματῶδες
3. καὶ βλένναν καὶ κόρυζαν; ἐδείχθη δὲ ἡμῖν κᾀν τοῖς τῶν
4. φυτῶν δυνάμεων ὑπομνήμασιν ἅπαντα τὰ τοῦ σώματος
5. μόρια τήν τε τῶν ἀλλοτρίων ἐκκριτικὴν ἔχοντα δύναμιν,
6. καὶ τὴν τῶν οἰκείων ἑλκτικήν. καὶ φαίνεται δ’ ἐναργῶς
7. ἐπί τε γαστρὸς τοῦτο καὶ μητρῶν. ἆρ’ οὖν ἡ φύσις τῇ
8. μὲν γαστρὶ δυνάμεις ἔδωκεν, ἕλκουσαν μὲν ἑτέραν τὸ χρηστὸν,
9. ἐκκρίνουσαν δὲ ἄλλην τὸ μοχθηρὸν, ἐγκέφαλος δὲ
10. μόνος οὐκ ἔχει ταύτας; ἀλλὰ μένει τὰ κατὰ τῆς κοιλίας
11. αὐτοῦ περιττώματα, τῷ βάρει μόνῳ κάτω φερόμενα, κατὰ
12. βραχὺ δ’ ἐκπίπτει ποτὲ εἰς τὰς ῥῖνας; οὔκουν οἴεσθαι
13. χρὴ, καὶ μάλισθ’ ὅταν ὕπτιοι τύχωμεν ὅλης νυκτὸς κατακείμενοι.
14. φθάσει γὰρ ἀποπληξία τις ἢ κάρος ἢ ἐπιληψία
15. συνιστᾶσα, τῶν κοιλιῶν αὐτοῦ πληρωθεισῶν. ἀνατιτραμένοις
16. γοῦν πολλάκις παραχρῆμα καρώσεις γίνονται,
1. τῶν ὑπηρετουμένων τοῖς χειρουργοῦσιν ἀμετρότερον ἐνίοτε
2. θλιψάντων τὰς κατὰ τὸν ἐγκέφαλον κοιλίας, καίτοι
3. τί λέγω κοιλίας;

Cliquer un n° de page pour en afficher l’image