Galenus. De uteri dissectione (De uteri dissect.) [n° 016 Fichtner] [GalLat]

Περὶ μήτρας ἀνατομῆς
Anatomie de l’utérus
The Anatomy of the Uterus (Ut. Diss.)
Nickel, 1971.
De uteri dissectione, 1821, vol. 2, p. 887-908. urn:cts:greekLit:tlg0057.tlg016.verbatim-lat1
, 1962 (eng); Nickel, 1971 (deu).

De uteri dissectione, 1, ed. Kühn, 1821, vol. 2, p. 887-889. urn:cts:greekLit:tlg0057.tlg016.1st1K-grc1:1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΜΗΤΡΑΣ ΑΝΑΤΟΜΗΣ

ΒΙΒΛΙΟΝ.

1. Περὶ μήτρας ὁ λόγος θέσεώς τε καὶ μεγέθους,
2. καὶ σχήματος αὐτῆς, ὅθεν τε ἤρτηται, καὶ ὅθεν
3. τρέφεται, καὶ ὅσοις συμφύεται, καὶ τίνων ψαύει, καὶ περὶ
4. τῶν πλεκόντων αὐτὴν, καὶ ὅσα κυούσης τῆς γυναικὸς ἐντὸς
5. τῆς μήτρας φύεται κατὰ τὸν χορίον ἢ τοὺς τὸ ἔμβρυον
6. περιέχοντας ὑμένας. κεῖται μὲν δὴ ἐντὸς τοῦ περιτοναίου,
7. μεταξὺ κύστεως τε καὶ ἀπευθυσμένου, τούτῳ μὲν ἐπικειμένη
8. σχεδὸν ὅλῳ, κύστεως δὲ κατὰ μὲν τὸ πρὸς τὸν ὀμφαλὸν,
9. ἔνθα ὁ πυθμήν ἐστιν αὐτῆς, ὑπερέχουσα ὡς τὰ πολλὰ,
1. κατὰ δὲ τὸ πρὸς τὸ αἰδοῖον ἡ κύστις μήτρας ὑπερέχει τῷ
2. αὐχένι. αὐτῶν δὲ γυναικῶν ἡ μὲν κύστις κατὰ τὸ ἐφήβαιον
3. τέτακται, τὸν αὐχένα μικρότερόν τε καὶ εὐρύτερον
4. ἔχουσα τῆς ἀνδρώας κύστεως, μεταξὺ τῶν τῆς ἥβης καλουμένων
5. ὀστῶν καθήκοντα εἰς τὸ γυναικεῖον αἰδοῖον ἐγγὺς
6. τῷ ἔξω τε καὶ ἄνω πέρατι αὐτοῦ. τὸ δὲ ἀπευθυσμένον
7. τῷ τε ἱερῷ καλουμένῳ ὀστῷ καί τισι τῶν τῆς ὀσφύος
8. σπονδύλων ἐφίδρυται. καὶ γάρ πως καὶ σιμοῦται τὰ ἔνδον
9. ἡ ῥάχις κατὰ τοῦτο, διὸ καὶ ἔξωθεν κυρτὴ καταφαίνεται,
10. ὥς που καὶ Ἱπποκράτης περὶ αὐτῆς εἶπεν. αὕτη δὲ ἡ
11. ῥάχις κατὰ μῆκος ἰθυσκολία ἐστὶν, ἀπὸ μὲν τοῦ ἱεροῦ
12. ὀστέου μέχρι τοῦ μεγάλου σπονδύλου, παρ’ οὗ προσήρτηται
13. ἡ τῶν σκελῶν πρόσφυσις, ἄχρι μὲν τούτου κυφή· κύστις τε
14. γὰρ καὶ γονὴ καὶ ἀρχοῦ τὸ χαλαρὸν ἐν τούτῳ ἔγκειται.
15. ἀρχὸν μὲν οὖν λέγω τὸ ὅλον ἀπευθυσμένον, καὶ χαλαρὸν
16. δὲ ἀρχοῦ τὸ κάτω μέρος τοῦ ἀπευθυσμένου, ἔνθα
17. καὶ μάλιστα ἀνευρύνεται. καὶ ἐστιν ἐπὶ τέλει αὐτοῦ ὁ
18. καλούμενος σφιγκτὴρ, πρὸς ὃν, οἶμαι, ἀντιδιαστέλλων
1. χαλαρὸν ἔφη τὸ ἄλλο μέρος τοῦ ἀπευθυσμένου, ἔνθα
2. καὶ μάλιστα ἀνευρύνεται. γονὴν δὲ λέγω ἤτοι τὰ γεννητικὰ
3. μόρια, ἢ καὶ αὐτὴν τὴν μήτραν.

Cliquer un n° de page pour en afficher l’image