17. Τὸ δὲ νῦν εἶναι, ὅπερ ἐστὶν ἕν τι τῶν
1. προτεθέντων ὑπόλοιπον, τοῦτο λεγέσθω, τίνα, κυούσης τῆς
2. γυναικὸς, ἐντὸς τῆς μήτρας φύεται. ἔστι δὲ τάδε. πρῶτον
3. μὲν τὸ χορίον, τῇ μήτρᾳ προσφυές· μετὰ δὲ τόδε ὑμένες
4. οἱ τὸ ἔμβρυον συνέχοντες, καὶ αὐτὸ τὸ ἔμβρυον. εἶδος δὲ
5. ἑκάστου τῇ φύσει τοιόνδε ἐστί. τὸ μὲν χορίον ἀγγεῖα πολλά
6. ἐστι, φλέβες τε καὶ ἀρτηρίαι ἐγγὺς ἀλλήλων κείμεναι,
7. καὶ τὰ μεταξὺ διαστήματα ὑμέσιν ἀναπληρούμενα. οἱ δὲ
8. ὑμένες, ὁ μὲν ὅλῳ περίκειται τῷ ἐμβρύῳ, ὁ δὲ ἕτερος ἐπίκειται,
9. διπλοῦς κατὰ τὰ ὑπερέχοντα αὐτοῦ, κεφαλήν τε καὶ
10. γλουτοὺς καὶ πόδας. καὶ ἔστιν ὀνόματα αὐτῶν, τῷ μὲν
11. ἀμνειὸς, τῷ δὲ ἀλλαντοειδὴς, ἀλλᾶντι γὰρ ἔοικεν, ὥστε
12. ἀπὸ τῆς κατὰ τὸ σχῆμα ὁμοιότητος τοὔνομα αὐτῷ· ἄμφω δὲ
13. λευκοὶ καὶ λεπτοὶ, ἐγγὺς ἀράχνης τὸ εἶδος. ἔστι δὲ τοῦ
14. μὲν χορίου ἡ πρὸς τὴν μήτραν πρόσφυσις τοιάδε. τῶν τῆς
15. μήτρας ἀγγείων εἰς τὰ ἐντὸς αὐτῆς ἡκόντων, δι’ ὧν καὶ τὰ
16. καταμήνια ἡ γυνὴ καθαίρεται, τὰ στόματα ἀνέῳκται, ὁπόταν
17. ἡ γυνὴ συλλήψεσθαι μέλλῃ. ἔστι δ’ οὗτος ὁ χρόνος
1. ἀρχομένων τῶν ἐπιμηνίων ἢ παυομένων. ἀνεστόμωνται γὰρ
2. καὶ ἐν τῷ ἄλλῳ παντὶ χρόνῳ τῆς καθάρσεως τὰ ἀγγεῖα ταῦτα,
3. ἀλλ’ οὐκ ἂν λάβοι πρὸς ἑαυτὴν ἡ γυνὴ τηνικαῦτα, οὐδὲ
4. γὰρ δύναται μένειν ἐν τῇ μήτρᾳ τὸ σπέρμα, ἐκκλυζόμενον
5. τῷ πλήθει τοῦ ἐπιῤῥέοντος αἵματος. παυομένων δὲ τῶν ἐπιμηνίων
6. καὶ ἀρχομένων ἀνεστόμωται τὰ ἀγγεῖα, καὶ τὸ ἐπιμήνιον
7. οὔτε πολὺ οὔτε ἀθρόον ἐκχεῖται, ἀλλ’ ὀλίγον τε
8. καὶ κατὰ βραχὺ, οἷον ἀπὸ νοτίδος αἱματηρᾶς διϊδρουμένης·
9. ὥστε προσφύεται μὲν διὰ τὴν τραχύτητα τῇ μήτρᾳ τὸ σπέρμα,
10. αὐτάρκη δὲ ἔχει τροφὴν τὴν ὀλιγότητα τοῦ συῤῥέοντος
11. εἰς αὐτὴν αἵματος. πρὶν γὰρ ἰέναι τὰ ἐπιμήνια, οὐκ ἂν συλλάβοι
12. ἡ γυνὴ, ὅτι καὶ τοῦ τρέφοντος ἐστέρηται τὸ σπέρμα, καὶ
13. προσίζησιν οὐκ ἔχει· λεία γὰρ ἡ μήτρα τηνικαῦτά ἐστι,
14. μεμυκότων τῶν ἀγγείων, ὥστε ἀποῤῥεῖ τὸ σπέρμα καὶ οὐχ
15. ἑνοῦται τῷ χιτῶνι αὐτῆς, ἐπιτηδειότερον γὰρ πρὸς σύμφυσιν
16. τὸ τραχὺ τοῦ λείου. ταῦτα γοῦν καὶ τῶν ἀψύχων τὰ πολλὰ,
17. φησὶν ὁ Διοκλῆς, οἷον ξύλα τε καὶ λίθους, ἑνῶσαι πρὸς ἄλληλα
18. βουλόμενοι, ἢν τυγχάνῃ λεῖα ὄντα, τραχύνουσι πρότερον
1. κατακνίζοντες. καὶ γὰρ τὰ χείλη, καὶ τὰ βλέφαρα, καὶ τῶν
2. δακτύλων τὰ μεταξὺ πολλάκις ἑλκωθέντα συνέφυ· κατὰ
3. φύσιν δὲ ἔχοντα, καίτοι ἀεὶ ὁμιλοῦντα, οὐ συμφύεται διὰ
4. λειότητα. τὰ μὲν γὰρ τραχέα κατὰ τὰς ἀνωμαλίας ἀλλήλοις
5. ἐμπλεκόμενα ἑνοῦται· τὰ δὲ λεῖα, οὐκ ἔχοντα λαβὴν
6. ἀσφαλῆ, κᾂν ὑπό τινος εἰς τὸ αὐτὸ ἀχθέντα καὶ βίᾳ συμπιληθῇ,
7. ῥᾳδίως ἀπολύεται. ταῦτα μὲν εἴρηται, καὶ γέγονεν
8. ἤδη δῆλον, ὅτι τὸ χορίον τῇ μήτρᾳ προσφύεται κατὰ
9. τὰ στόματα τῶν ἀγγείων μόνα, κατ’ ἄλλο δὲ οὐδέν. ἡ δὲ
10. πρόσφυσις γίνεται τόνδε τὸν τρόπον. τὸ ἐν τῷ χορίῳ φυόμενον
11. ἀγγεῖον ἀρχὴν ἔχει τὸ πέρας τοῦ εἰς τὴν μήτραν ἐμβάλλοντος,
12. ὥστε ἄν τινα φάναι ἓν εἶναι τὰ δύο. ἥνωται
13. γὰρ κατὰ τὰ στόματα, καὶ μεταλαμβάνει θάτερον παρὰ
14. θατέρου. ἡ μὲν γὰρ φλὲψ τὸ αἷμα παρὰ τῆς φλεβός·
15. ἡ δὲ ἀρτηρία τὸ πνεῦμα παρὰ τῆς ἀρτηρίας. ὥστε τηλικαῦται
16. τῶν τοῦ χορίου ἀγγείων αἱ διαστάσεις εἰσὶν, ἃς ὑμὴν
17. διυφαίνει, ἡλίκον καὶ τὸ ἐν μέσῳ τῶν ἀναστομουμένων εἰς
1. τὴν μήτραν ἀγγείων. κατὰ ταῦτα καὶ αἱ κοτυληδόνες εἰσὶ,
2. δεσμὸς ἀσφαλὴς τῷ χορίῳ πρὸς τὴν μήτραν γεγενημέναι,
3. καίτοι τὴν τῆς ἀνθρώπου μήτραν οὔ φασιν ἔχειν κοτυληδόνας·
4. γίνεσθαι γὰρ αὐτὰς ἐπί τε βοῶν καὶ αἰγῶν καὶ ἐλάφων
5. καὶ τοιούτων ἑτέρων ζώων, σώματα πλαδαρὰ, ὑπόμυξα,
6. τῷ σχήματι ἐοικότα κοτυληδόνι τῇ πόᾳ, τῇ κυμβαλίτιδι,
7. ὅθεν περ καὶ τοὔνομα αὐταῖς. ἀλλ’ Ἱπποκράτης γέ φησιν·
8. Ὁκόσαι μετρίως ἔχουσαι τὰ σώματα ἐκτιτρώσκουσι τετράμηνα
9. καὶ τρίμηνα ἄτερ φανερῆς προφάσιος, ταύτῃσι αἱ
10. κοτυληδόνες μύξης μεσταί εἰσι, καὶ οὐ δύνανται κρατέειν
11. ὑπὸ τοῦ βάρεος τὸ ἔμβρυον, ἀλλὰ ἀποῤῥήγνυνται. καὶ μὴν
12. Διοκλῆς ὁ Καρύστιος καὶ Πραξαγόρας ὁ Κῶος ὁ Νικάρχου,
13. μικρὸν ὕστερον Ἱπποκράτους γεγονότες, ταὐτὰ λέγουσι,
14. πολλοὶ δὲ καὶ ἄλλοι. ἆρ’ οὖν πάντες ἠγνοήκασι; ἀλλ’ οὐ
15. θέμις ὑπὲρ ἀνδρῶν τηλικούτων οὕτω φρονεῖν. τί ποτε οὖν
16. ἐστιν, ὃ λέγουσι; τὰ στόματα τῶν ἐν τῇ μήτρᾳ ἀγγείων
17. οὕτω καλοῦσι. καὶ γὰρ καὶ ταῦτα κοτυληδονώδεις ἐξοχὰς
18. ἐπιφυομένας ἴσχει παρὰ τὸν τῆς κυήσεως χρόνον, οἷα καὶ ἐν
1. τῷ ἀπευθυσμένῳ γίνονται ἐπὶ αἱμοῤῥοΐσι. λέγω δὲ ταῦτα
2. οὐ μαντευσάμενος, ἀλλὰ παρὰ Πραξαγόρου μαθών. ὁ γάρ
3. τοι Πραξαγόρας ᾧδέ πώς φησιν αὐταῖς λέξεσι· Κοτυληδόνες
4. δέ εἰσι τὰ στόματα τῶν φλεβῶν τῶν εἰς τὴν μήτραν
5. ἡκουσῶν. ὥστε ἔχοι ἂν ἡ γυναικεία μήτρα κοτυληδόνας·
6. καὶ ᾗ διαφέρουσιν αὗταί τε καὶ αἱ ἐπὶ τῶν ἀλόγων ζώων,
7. σαφὲς ἤδη οἶμαι ἐκ τῶν εἰρημένων γεγονέναι. ἀρχόμενα οὖν
8. τὰ τοῦ χορίου ἀγγεῖα ἐντεῦθεν, ὅθεν περ εἴρηται, διαπλέκει
9. τε τὸ χορίον, ἀλλήλοις τε μίγνυται καὶ συμφύεται.
10. ὁ δὲ τρόπος αὐτῆς τῆς συνόδου τοιόσδε τίς ἐστιν. ἐννόησον
11. ῥίζας δένδρου πολλάς τε καὶ λεπτὰς, κατὰ δύο καὶ
12. τρεῖς ἀλλήλαις ἑνουμένας, ὥστε ἐξ αὐτῶν ἑτέρας ῥίζας γίνεσθαι,
13. μείζους μὲν τῷ μεγέθει, ἐλάττους δὲ τῷ ἀριθμῷ,
14. κᾀκείνας πάλιν συνιούσας ἀλλήλαις ἑτέρας ὡσαύτως ποιεῖν,
15. εἶτα ἐκ τῶν γενομένων κατὰ τὸν αὐτὸν τρόπον ἄλλας, καὶ
16. τοῦτο ἀεὶ γινόμενον, ἕως ἐς ταὐτὸ ἐλθοῦσαι σύμπασαι τελευτήσωσιν
17. ὑπ’ ἄκραν τῆς γῆς τὴν ἐπιφάνειαν εἰς τὸ τοῦ
18. δένδρου μέρος ἐκεῖνο, ὃ καλεῖται στέλεχος. καὶ γάρ τοι
1. τὰ ἀγγεῖα ταῦτα, οἷον ῥίζαι τινὲς οὖσαι πολλαὶ καὶ μικραὶ,
2. συμφύονται, καὶ συμφυόμενα γίνεται μείζονα τῶν προτέρων·
3. εἶτα ἐφεξῆς μείζονα γινόμενα περατοῦνται σύμπαντα
4. εἰς δύο οἷον στελέχη, φλέβας μὲν τὰ φλεβώδη, ἀρτηρίας δὲ
5. τὰ ἀρτηριώδη, ἑκάτερον ἐξ ἑκατέρου μέρους, δεξιοῦ τε καὶ
6. ἀριστεροῦ, ἐμβαλλούσας εἰς τὸ ἔμβρυον κατὰ τὸν ὀμφαλόν.
7. οὐδὲ γὰρ οὐδὲ ἄλλο τί ἐστιν ὁ ὀμφαλὸς, ἀλλ’ ἢ τὰ τέτταρα
8. ἀγγεῖα, μέσον αὑτῶν ἔχοντα τὸν οὐραχόν. οὗτος δέ
9. ἐστιν ἀρχὴ τοῦ ἀλλαντοειδοῦς χιτῶνος, ὃν ἐξικνεῖσθαι κατὰ
10. τὰ ἐξέχοντα τοῦ ἐμβρύου ἐλέγομεν· συντέτρηταί τε εἰς τὸν
11. πυθμένα τῆς κύστεως τοῦ ἐμβρύου εὐρεῖ καὶ ἀξιολόγῳ
12. πόρῳ, ὥστε εἶναι ἕνωσιν τῇ κύστει πρὸς τὸν ἀλλαντοειδῆ
13. χιτῶνα διὰ τοῦ οὐραχοῦ, μεταξὺ ἀμφοῖν κειμένου. καθ’ ὃ
14. δὲ πρῶτον ἀνευρυνομένου τοῦ οὐραχοῦ ἀποφύεται ὁ ὑμὴν,
15. τραχύτης ἱκανὴ καὶ οἷον ψωρώδης φαίνεται. καὶ μὴν καὶ
16. ὑγρὸν οὐκ ὀλίγον ἐν ἑκατέρῳ τῶν ὑμένων περιέχεται, διαφέρον
17. τοῦ ἑτέρου τὸ ἕτερον καὶ τῇ χροιᾷ καὶ τῷ πλήθει.
18. ξανθὸν μὲν γὰρ τὸ ἐν τῷ ἀλλαντοειδεῖ, λευκότερον δέ πως
1. τὸ ἐν τῷ ἀμνειῷ. τοῦτο δὲ καὶ πλέον ἐστὶ τοῦ ἑτέρου· καὶ
2. γὰρ καὶ ὁ χιτὼν τοῦ χιτῶνος μείζων, εἴ γε ὁ μὲν ὅλον τὸ ἔμβρυον
3. ἀμφιέννυσιν, ὁ δὲ κατά τινα μέρη ἐπίκειται αὐτῷ. ὅθεν
4. δὲ καὶ τοῖς ὑγροῖς τούτοις ἡ γένεσις, καὶ τίς ἡ ἀπ’ αὐτῶν
5. χρεία, ἐν τῷ ἐφεξῆς λόγῳ πάντα εἰρήσεται· καὶ τὰ περὶ τῶν
6. ἀγγείων τῶν εἰς τὸ ἔμβρυον διὰ τοῦ ὀμφαλοῦ καθηκόντων
7. αὐτὰ καθ’ αὑτὰ εἰρήσεται ἐν ἑτέρῳ λόγῳ τῷ περὶ τῆς
8. τοῦ ἐμβρύου ἀνατομῆς.
⟨
(De uteri dissect.) [n° 016 Fichtner] [GalLat]
De uteri dissectione
Περὶ μήτρας ἀνατομῆς
Anatomie de l’utérus
The Anatomy of the Uterus (Ut. Diss.)
Nickel, 1971.
De uteri dissectione, 1821, vol. 2, p. 887-908. urn:cts:greekLit:tlg0057.tlg016.verbatim-lat1
, 1962 (eng); Nickel, 1971 (deu).
De uteri dissectione, 10, ed. Kühn, 1821, vol. 2, p. 901-908. urn:cts:greekLit:tlg0057.tlg016.1st1K-grc1:10
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩