6. Τὸ δὲ σχῆμα αὐτῆς, τὸ μὲν ἄλλο πᾶν
7. σῶμα καὶ μάλιστα ὁ πυθμὴν κύστει ἔοικε· καθ’ ὅσον δὲ
8. ἐπὶ τῶν πλαγίων ἀποφύσεις ἔχει μαστοειδεῖς πρὸς τὰς λαγόνας
9. ἀνανευούσας, ταύτῃ οὐκ ἔτι ἔοικεν. αὐτῶν δὲ τούτων
10. τὸ σχῆμα ὁ μὲν Ἡρόφιλος ἡμιτόμου κύκλου ἕλικι
11. εἰκάζει· Διοκλῆς δὲ κέρασι φυομένοις. διὰ ταῦτα καὶ
12. ὠνόμασε κεραίας παρωνύμως ἀπὸ τοῦ κέρατος. Εὔδημος
13. δὲ πλεκτάνας καλεῖ, οὐκ ἔχων φάναι, πότερον ὅτι πέπλεκται
14. ταύτῃ ἀγγεῖα ἑλικοειδῶς, ἀλλ’ αὐτὰς τὰς ἀποφύσεις
15. παρείκασε πλεκτάναις. οἱ δὲ περὶ Πραξαγόραν τε καὶ Φιλότιμον
16. κόλπους αὐτὰς καλοῦσι, ὅθεν καὶ δίκολπον μὲν
17. τὴν μήτραν τῆς γυναικὸς λέγουσι, πολύκολπον δὲ τὴν τῶν
18. πολυτόκων ζώων. καὶ ὅτι μὲν ἡ τῆς ὑὸς μήτρα, καὶ
1. εἴ τι ἄλλο ὁμοῦ κυΐσκει πολλὰ, πολύκολπός ἐστι, τοῦτο
2. μὲν καὶ πάνυ ἀληθές· οὐ μὴν ἐπί γε γυναικῶν τοὔνομα
3. πρέπειν ἡγοῦμαι. πρῶτον μὲν γὰρ ἑλικοειδής ἐστιν ἡ τῆς
4. ὑὸς μήτρα, ἔπειτα ἐν τοῖς κόλποις τὰ ἔμβρυα κυΐσκεται·
5. γυναικὶ δὲ καὶ τοῖς ἄλλοις ζώοις, ὅσα γυναικὶ κατὰ τὴν
6. μήτραν ἔοικεν, οἷον αἰγί τε καὶ βοῒ, οὐκ ἐν ταῖς κεραίαις
7. εὑρίσκεται τὰ ἔμβρυα, (παρὰ πολὺ γὰρ αὗται ἐλάττους
8. ἢ κατὰ μέγεθος ἐμβρύου,) ἀλλ’ ἐν τῷ ἄλλῳ κύτει παντὶ
9. τῆς ὑστέρας. ἀλλ’ οἶμαι τούτους, οὐκ ἔχοντας οὔτε χρείαν
10. οὔτε ἐνέργειαν εἰπεῖν τῶν κεραιῶν, τοιαῦτα ἄτοπα λέγειν
11. ὑπομένειν. ἐπεὶ δὲ μακρός τε ὁ λόγος καὶ ἄλλως οὐ δίκαιον,
12. περὶ μὲν κεραιῶν χρείας τε καὶ ἐνεργείας εἰπεῖν τι,
13. καὶ μὴ περὶ τῶν ἄλλων τῶν κατὰ τὴν μήτραν ἑκάστου,
14. διὰ τοῦτο καὶ ἡμῖν εἰσαῦθις ἀναβεβλήσθω. ἱκανά τε
15. γὰρ καὶ αὐτὰ καθ’ ἑαυτὰ ἐπισκέψασθαι τὰ κατὰ τὴν μήτραν
16. πεφυκότα, τί τε ἔργον ἑκάστου, καὶ τίς ἡ δύναμις,
17. καὶ διὰ τί τοιαῦτα, κατά τε τὸ μέγεθος καὶ τὴν θέσιν
1. καὶ τὴν διάπλασιν καὶ τὴν πλοκὴν καὶ τὴν πρὸς
2. τὰ παρακείμενα κοινωνίαν ἐγένετο. νυνὶ δὲ ἐπὶ τὰ ἑξῆς
3. ἴωμεν. εἴη δ’ ἂν ἑξῆς λέγειν περί τε συμφύσεως καὶ προσαρτήσεως
4. καὶ τῶν ἄλλων, ὅσα τούτοις παράκειται.
⟨
(De uteri dissect.) [n° 016 Fichtner] [GalLat]
De uteri dissectione
Περὶ μήτρας ἀνατομῆς
Anatomie de l’utérus
The Anatomy of the Uterus (Ut. Diss.)
Nickel, 1971.
De uteri dissectione, 1821, vol. 2, p. 887-908. urn:cts:greekLit:tlg0057.tlg016.verbatim-lat1
, 1962 (eng); Nickel, 1971 (deu).
De uteri dissectione, 3, ed. Kühn, 1821, vol. 2, p. 890-892. urn:cts:greekLit:tlg0057.tlg016.1st1K-grc1:3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩