Galenus. De uteri dissectione (De uteri dissect.) [n° 016 Fichtner] [GalLat]

Περὶ μήτρας ἀνατομῆς
Anatomie de l’utérus
The Anatomy of the Uterus (Ut. Diss.)
Nickel, 1971.
De uteri dissectione, 1821, vol. 2, p. 887-908. urn:cts:greekLit:tlg0057.tlg016.verbatim-lat1
, 1962 (eng); Nickel, 1971 (deu).

De uteri dissectione, 4, ed. Kühn, 1821, vol. 2, p. 892-894. urn:cts:greekLit:tlg0057.tlg016.1st1K-grc1:4

5. Τῶν γὰρ τῇ μήτρᾳ σωμάτων ὁμιλούντων
6. τὰ μὲν ἐπιψαύει μόνον αὐτῆς, οὐκέτι δὲ καὶ συμφύεται, πολλὰ
7. δὲ ἑνοῦται, καὶ οὐκ ἂν αὐτὰ χωρίσαις ἄνευ τομῆς· ἔστι
8. δὲ καὶ ἃ δερόντων ἀπολύεται, καὶ μὴν δὴ καὶ προσήρτηται
9. πολλοῖς, καὶ πολλὰ εἰς αὐτὴν ἐμπέφυκεν. ψαύει μὲν
10. οὖν τῶν λεπτῶν ἐντέρων ἥ γε μετρίως ἔχουσα μεγέθους·
11. ἄλλως δὲ ἡ μὲν ὑπερβαλλόντως μικρὰ τούτων ψαύει μόνων,
12. οἷς καὶ προσπέφυκεν· ἡ δ’ αὖ μεγίστη (τοιαύτη δέ
13. ἐστι μάλιστα, ὅταν κύῃ) τάς τε λαγόνας ἐκπεπλήρωκε καὶ
14. τὸ ὑπογάστριον, καὶ πολλῶν ἐντέρων ψαύει. προσήρτηται
15. δὲ κατά τινας ἰνώδεις καὶ λεπτὰς διαστάσεις ἀπευθυσμένῳ
16. τε καὶ κύστει, (πλείω δέ ἐστι τὰ τῆς κύστεως ἀρτήματα,)
17. καὶ ἱερῷ ὀστέῳ προσήρτηται διά τινων εὐτόνων δεσμῶν,
1. ἐπιδέσεις ἐχόντων νεύρων μυωδῶν. τοσούτοις δὲ σώμασι
2. κᾀκ τῶν κατὰ τὴν ὀσφὺν σπονδύλων ἤρτηται. ἐξήρτηται
3. δὲ ἐκ τῶν ταύτης μυῶν τῶν μεγάλων, ἀποφύσεις ἑκατέρωθεν
4. ἀξιολόγους ποιουμένων, αἵ δὴ εἴς τε τὰ τῆς μήτρας
5. ἄμφω μέρη καὶ εἰς τὸν αὐχένα τῆς κύστεως καὶ εἰς τὴν
6. ἕδραν μερίζονται. χαλαροὶ δὲ οὗτοι πάντες οἱ δεσμοὶ, καὶ
7. διὰ τοῦτο ἐπὶ πλεῖστον ἡ μήτρα κινεῖσθαί τε καὶ μετασχηματίζεσθαι
8. δύναται. ἀρτήματα δὲ οὐδὲν ἧττόν ἐστι καὶ
9. ὅσα εἰς αὐτὴν ἐμφύεται, τὰ μὲν δὴ ὑφαίνοντά τε καὶ διαπλέκοντα
10. αὐτὸ τὸ σῶμα τῆς ὑστέρας, ὧν οὐκ ὀλίγη μοῖρά
11. ἐστι τὰ ἀπὸ τοῦ νωτιαίου μυελοῦ νεῦρα, τὰ δ’ αὐξήσεώς
12. τε καὶ τροφῆς αὐτῆς τῆς μήτρας καὶ τοῦ ἐμβρύου ἕνεκα,
13. αἵ τε φλέβες καὶ ἀρτηρίαι. κύστει δὲ καὶ ἀρχῷ συμφύεται
14. μόνον κατὰ τὸν αὐχένα ὑμενώδεσί τε καὶ ἀρτηριώδεσι σώμασιν
15. ἐπὶ ποσῇ πιμελῇ, καὶ ἀποδέρεσθαι μὲν αὐτῶν δύναται,
16. οὕτω δὲ καὶ ἀκριβῶς συμπέφυκεν, ὡς μίαν τε καὶ
17. τὴν αὐτὴν εἶναι σάρκα. προσπεφύκασι δὲ αὐτῇ καὶ δίδυμοι
18. καὶ σπερματικὰ ἀγγεῖα. συμπέφυκε δὲ τῷ αἰδοίῳ κατὰ
1. τὸ πέρας τοῦ αὐχένος· ὥστε, τῆς μήτρας τοῖς μὲν συμφυομένης,
2. τοῖς δὲ προσηρτημένης, τοῖς δὲ ἐξαρτωμένης, καὶ
3. τινῶν μὲν αὐτὴν πλεκόντων, τινῶν δὲ τρεφόντων, πρὸς μὲν
4. τράχηλον κύστεως καὶ ἀπευθυσμένου κατὰ τὸ αἰδοῖον,
5. ὁμοίως δὲ καὶ πρὸς ὄρχεις καὶ τὰ ἀγγεῖα τὰ σπερματικὰ
6. συμφύεσθαι λέγοιτ’ ἂν, τοῖς δὲ ἄλλοις μέρεσι κύστεως καὶ
7. ἀπευθυσμένου προσηρτῆσθαι, ἱερῷ δὲ ὀστέῳ καὶ προσηρτῆσθαι
8. καὶ ἐξηρτῆσθαι λέγοιτο, μυελοῦ δὲ νωτιαίου καὶ
9. τῶν κατ’ ὀσφὺν μυῶν ἐξηρτῆσθαι μόνον, νεύροις δὲ καὶ
10. ἐξηρτῆσθαι καὶ συμπεφυκέναι καὶ συμπεπλέχθαι, ἀρτηρίαις
11. δὲ καὶ φλεψὶ ἐξηρτῆσθαι καὶ συμπεφυκέναι καὶ συμπεπλέχθαι
12. καὶ τρέφεσθαι. πῶς οὖν ἔχουσι μεγέθους τε
13. καὶ θέσεως, καὶ πόσαι τὸν ἀριθμόν εἰσι, καὶ πόθεν πεφύκασιν
14. αἵ τε φλέβες καὶ αἱ ἀρτηρίαι, ἑπόμενον ἂν εἴη
15. λέγειν.

Cliquer un n° de page pour en afficher l’image