16. Ἀπὸ τῆς κοίλης φλεβὸς καὶ τῆς ἐπικειμένης
17. ἀρτηρίας τῆς μεγάλης ἀποφύονται δύο μὲν φλέβες, δύο
18. δὲ ἀρτηρίαι, μία ἑκατέρωθεν, φλὲψ μὲν ἀπὸ τῆς κοίλης φλεβὸς,
1. ἀρτηρία δὲ ἀπὸ τῆς ἀρτηρίας. εἶτα ἡ μὲν ἀπὸ τῶν δεξιῶν εἰς
2. τὰ δεξιὰ, ἡ δὲ ἀπὸ τῶν ἀριστερῶν εἰς τὸ ἀριστερὸν μέρος
3. τῆς μήτρας ἐνεχθεῖσα, πρὸ μὲν τῆς εἰς αὐτὴν ἐμφύσεως
4. ἀποσχίδας εἰς τοὺς διδύμους ἐκτείνει· μετὰ ταῦτα δὲ ἤδη
5. εἰς τὸ σῶμα τῆς μήτρας καταφύεται, καὶ τοῦτο διαπλέκει.
6. ταῦτα μὲν δὴ τὰ τέτταρα ἀγγεῖα μικρὸν ὑποκάτω κεῖται
7. τῶν ὑπὸ τοὺς νεφρούς· πολλῷ δὲ μείζους αἱ φλέβες τῶν
8. ἀρτηριῶν. ἕτερα δὲ τέτταρα οὐκ ἐπὶ πασῶν γυναικῶν,
9. ἀλλ’ ἔστιν ἐφ’ ὧν, φησὶν Ἡρόφιλος, τῶν ἐπὶ τοὺς νεφροὺς
10. ἰόντων ἀποφυόμενα, εἰς τὴν μήτραν ἐμβάλλει, ὅπερ ἐπὶ
11. μὲν τῶν ἄλλων ζώων οὐχ εὗρον πλὴν σπανίως ἐν πιθήκοις.
12. οὐ μὴν ἀπιστῶ τὸ πολλάκις εὑρεῖν αὐτὰ ἐπὶ γυναικῶν
13. τὸν Ἡρόφιλον· ἱκανὸς γὰρ ἦν τά τε ἄλλα τῆς τέχνης, καὶ
14. τῶν δι’ ἀνατομῆς γινωσκομένων ἐπὶ τὸ ἀκριβέστατον ἥκων,
15. καὶ τὴν πλείστην ἐπίγνωσιν οὐκ ἐπὶ ἀλόγων ζώων, καθάπερ
16. οἱ πολλοὶ, ἀλλ’ ἐπ’ αὐτῶν τῶν ἀνθρώπων πεποιημένος.
17. οὗτος δὲ καὶ ὑμέσιν ἐμφύεσθαι τὰ τρέφοντα τὴν μήτραν
18. ἀγγεῖά φησι, ὧν λέγομεν ἐξηρτῆσθαι κύστιν, καὶ γίγνεσθαι
1. τοὺς ὑμένας ἀεὶ παχυτέρους τε καὶ σκληροτέρους καὶ τυλωδεστέρους
2. ταῖς πλείω κυησάσαις. ταῦτα δὲ καὶ ἐπὶ τῶν
3. ἄλλων φαίνεται ζώων. καὶ μὴν ἕτεραί τινες ἀρτηρίαι καὶ
4. φλέβες ἑκατέρωθεν τῆς μήτρας ἐμφύονται παρὰ τὸν αὐχένα,
5. ἀπὸ τῆς εἰς τὸ αἰδοῖόν τε καὶ τὴν ἕδραν ἡκούσης μεμερισμέναι.
6. τοιοῦτος μὲν δὴ καὶ ὁ περὶ τῶν τρεφόντων
7. καὶ πλεκόντων τὴν μήτραν ἀγγείων λόγος.
⟨
(De uteri dissect.) [n° 016 Fichtner] [GalLat]
De uteri dissectione
Περὶ μήτρας ἀνατομῆς
Anatomie de l’utérus
The Anatomy of the Uterus (Ut. Diss.)
Nickel, 1971.
De uteri dissectione, 1821, vol. 2, p. 887-908. urn:cts:greekLit:tlg0057.tlg016.verbatim-lat1
, 1962 (eng); Nickel, 1971 (deu).
De uteri dissectione, 5, ed. Kühn, 1821, vol. 2, p. 894-896. urn:cts:greekLit:tlg0057.tlg016.1st1K-grc1:5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩