Galenus. De uteri dissectione (De uteri dissect.) [n° 016 Fichtner] [GalLat]

Περὶ μήτρας ἀνατομῆς
Anatomie de l’utérus
The Anatomy of the Uterus (Ut. Diss.)
Nickel, 1971.
De uteri dissectione, 1821, vol. 2, p. 887-908. urn:cts:greekLit:tlg0057.tlg016.verbatim-lat1
, 1962 (eng); Nickel, 1971 (deu).

De uteri dissectione, 7, ed. Kühn, 1821, vol. 2, p. 897-898. urn:cts:greekLit:tlg0057.tlg016.1st1K-grc1:7

5. Ὁ δὲ αὐχὴν τῆς μήτρας, μυώδης ὢν, ἐκ σαρκὸς
6. γέγονε σκληρᾶς τε καὶ χονδρώδους, καὶ ἀεὶ σκληρότερος
7. ἑαυτοῦ γίνεται καὶ χονδρώδης τῷ χρόνῳ, ὥστε, ὅσαι
8. πολλά γε ἐκύησαν, ἢ πρεσβύτιδες ἤδη εἰσὶν, ἱκανῶς ταύταις
9. ὁ αὐχὴν σκληρός τε καὶ χονδρώδης. εἰκάζει δὲ αὐτοῦ
10. τὴν φύσιν ὁ Ἡρόφιλος βρόγχου τῷ ἄκρῳ. τρῆμα
11. δὲ ἔχει ὁ αὐχὴν οὗτος, δι’ οὗ κενοῦται μὲν τὸ θῆλυ τὰ
12. ἐπιμήνια, λαμβάνει δὲ πρὸς ἑαυτὴν ἡ γυνὴ τοῦ ἄῤῥενος
13. τὴν γονὴν, ἔξεισί τε τῆς μήτρας δι’ αὐτοῦ τὸ ἔμβρυον.
14. ἄπιστον γὰρ ὁ πόρος οὗτος εὐρύτητος κατὰ καιρὸν παραλλάττει,
15. ὃς πυρῆνα μὲν μήλης ἐπιδέχεται, ἢ βραχύ τι τούτου
16. παχύτερον ἐν τῷ ἄλλῳ παντὶ χρόνῳ· κυούσης δὲ
17. τῆς γυναικὸς, σφόδρα μέμυκε, καὶ οὐδὲν ἂν παραδέξαιτο.
1. ἀπολυομένου δὲ τῆς μήτρας τοῦ ἐμβρύου, αἱ ὠδῖνες ἐπὶ πολὺ
2. διϊστῶσιν αὐτὸν, θαῦμα καὶ ἀκοῦσαι, καὶ τὸ ζῶον ὅλον
3. ταύτῃ δίεισιν. περαίνει δὲ αὐτὴν οὗτος εἰς τὸν γυναικεῖον
4. κόλπον οὐκ ὀρθὸς, οὐδὲ εὐθὺς ἐπὶ πασῶν, ἀλλὰ ἐκκλίνεται
5. ἢ παραστρέφεται ἐπί τε τὰ ἀριστερὰ καὶ τὰ δεξιὰ
6. καὶ τὰ ἄνω καὶ τὰ κάτω. περὶ δὲ τοῦ πρόσω καὶ ὀπίσω,
7. ὅτι δὴ ὁμοίως ἁπάσαις ἔχει, ἤδη εἴρηται.

Cliquer un n° de page pour en afficher l’image