Galenus. De uteri dissectione (De uteri dissect.) [n° 016 Fichtner] [GalLat]

Περὶ μήτρας ἀνατομῆς
Anatomie de l’utérus
The Anatomy of the Uterus (Ut. Diss.)
Nickel, 1971.
De uteri dissectione, 1821, vol. 2, p. 887-908. urn:cts:greekLit:tlg0057.tlg016.verbatim-lat1
, 1962 (eng); Nickel, 1971 (deu).

De uteri dissectione, 8, ed. Kühn, 1821, vol. 2, p. 898-899. urn:cts:greekLit:tlg0057.tlg016.1st1K-grc1:8

8. Ἔχουσι δὲ οὐδὲ τῷ πάχει τῆς μήτρας οἱ χιτῶνες
9. ὡσαύτως ἀεὶ, ἀλλ’ εἰς μὲν τὴν πρώτην ἡλικίαν,
10. ὥσπερ μικροὶ, οὕτω καὶ λεπτοί εἰσιν· ἰόντων δὲ ἤδη τῶν
11. ἐπιμηνίων, πρὸς λόγον τοῦ μεγέθους καὶ τὸ πάχος αὔξονται,
12. καὶ ἢν ἔξωρος τοῦ κύειν τε καὶ καθαίρεσθαι ἡ γυνὴ γίνηται,
13. ὥσπερ τὸ μέγεθος, οὕτω καὶ τὸ πάχος μειοῦται. κατὰ
14. μὲν τὰς ἡλικίας ᾧδ’ ἔχουσιν. κατὰ δὲ τὰς περιστάσεις,
15. ὅσα μὲν αἱ τόσοι πεφύκασιν ἀλλοιῶσαι κατὰ τὴν μήτραν,
16. τὸ νῦν οὐ πρόκειται λέγειν· ὅσα δὲ ἐν τῷ κατὰ φύσιν αἱ
1. περιστάσεις αὐτὴν ἀλλάττουσιν, ταῦτα ἐροῦμεν. παχεῖα μὲν
2. καὶ εὔογκος καὶ διῳδηκυῖα φαίνεται, ὅταν αὐτὴ ἡ κάθαρσις
3. ἡ τῶν καταμηνίων συνδιδῶται· διαβρέχεται γὰρ τηνικαῦτα
4. τῇ νοτίδι τῇ ἀπὸ τοῦ αἵματος· λεπτὴ δὲ καὶ ξηρὰ
5. ἡ ποῤῥωτάτω τούτου τοῦ χρόνου· παχυτέρα δὲ καὶ τῇ κυησάσῃ,
6. καὶ ἥτις πλεῖστα ἐκύησε, ταύτῃ παχίστη. πάλιν
7. οὖν ἀρχομένης μὲν κύειν παχεῖα, ἐγγὺς δὲ τοῦ ἀποκυΐσκειν
8. γενομένης μεγάλη μὲν, λεπτὴ δὲ, τὸ γὰρ πάχος εἰς τὸ
9. μῆκος ἐκτεινόμενον ἀναλίσκεται, ἐν δὲ τῷ μεταξὺ χρόνῳ
10. ἀνάλογον τοῦ μεγέθους τὸ πλάτος.

Cliquer un n° de page pour en afficher l’image