11. Οἱ δὲ ὄρχεις τοῦ θήλεος κεῖνται μὲν ἐκ
12. πλαγίων τῆς μήτρας, εἷς ἑκατέρωθεν τοῦ πυθμένος, ἐγγὺς
13. τῶν κεραιῶν, μεγέθει γε πολὺ μείους, ἢ τοῦ ἄῤῥενος, καὶ
14. τῷ σχήματι δὲ καὶ τῷ συγκρίματι πάμπολυ διαφέρουσι.
15. πλατεῖς μὲν γὰρ οὗτοι, στρογγύλοι δὲ καὶ προμήκεις ἐκεῖνοι·
16. καὶ ἀδενοειδεῖς μὲν οὗτοι, ἁπαλόσαρκοι δὲ οἱ τοῦ ἄῤῥενος.
17. περιέχει δὲ τούτων ἑκάτερον ὑμὴν ἴδιος λεπτὸς,
18. οἷος ἐπὶ τῶν ἀῤῥένων, ὁ δαρτός· ἐρυθροειδῆ δὲ καὶ ὄσχεον
1. οἱ τοῦ θήλεος ὄρχεις οὐκ ἔχουσι. καὶ μὴν καὶ ἀρτηρίαι
2. καὶ φλέβες τοῖς ὄρχεσιν ἐμφύονται ἀπὸ τῶν εἰς τὴν μήτραν
3. ἰουσῶν, εἰς ἑκάτερον μία. συμμίξαντα δὲ ἀλλήλοις ταῦτα
4. τὰ ἀγγεῖα, πρὶν εἰς τὸν δίδυμον ἐμφυῆναι, καὶ βοστρυχοειδῶς
5. ἑλίσσεται, οὐδέν τι ἀλλοιότερον ἢ ἐπὶ τῶν ἀῤῥένων,
6. ὥστε, εἰ τέμοις τὴν ἕλικα, πολλά σοι ἡ μία τομὴ στόματα
7. ποιήσει, οὐχ ὅτι πολλὰ ἀγγεῖα ἔτεμες, ἀλλ’ ὅτι τὸ ἓν πολλάκις.
8. καὶ μὴν καὶ τὰ ἀποφυόμενα τῶν ὄρχεων ἀγγεῖα τὰ
9. σπερματικὰ πάλιν ὁμοίως φαίνεται περιέχοντα σπέρμα, ὡς
10. καὶ ἐπὶ τῶν ἀῤῥένων, ἐγγὺς μὲν αὐτῶν τῶν ὄρχεων
11. εὐρέα τε ὄντα καὶ αἰσθητὴν ἔχοντα τὴν κοιλότητα, στενότερα
12. δὲ καὶ οἷον ἄκοιλα γινόμενα μικρὸν ἀπωτέρω, εἶτα
13. πάλιν εὐρυνόμενα παρὰ ταῖς κεραίαις, ἔνθα καὶ εἰς τὴν μήτραν
14. καταφύονται. ταύτας δὲ τὰς ἐμφύσεις οὔτε Ἀριστοτέλης,
15. οὔτε Ἡρόφιλος, οὔτε Εὐρυφῶν οἶδεν· ἐμνημόνευσα δὲ τούτων,
16. οὐχ ὡς μόνον οὐκ εἰδότων, ἀλλ’ ὡς κάλλιστα ἀνατεμόντων.
17. Διοκλέα μὲν γὰρ καὶ Πραξαγόραν καὶ Φιλότιμον καὶ τοὺς
1. ἄλλους παλαιοὺς ὀλίγου δεῖν ἅπαντας, οὐκ ἀπεικὸς, ὥσπερ
2. ἄλλα πολλὰ τῶν κατὰ τὸ σῶμα, οὕτω δὴ καὶ ταῦτα ἀγνοῆσαι·
3. ὁλοσχερέστερον γάρ πως καὶ οὐκ ἀκριβῶς περὶ τὰ
4. ἀνατομικὰ ἔσχον· ὅθεν οὐδ’ ἐκείνων μοι μέλει. περὶ δὲ τῶν
5. ἀνδρῶν τούτων οὐκ ἔχω τί φῶ, οὔτε γὰρ καταγινώσκειν
6. τούτων τολμῶ διὰ τὴν ἐν τοῖς ἄλλοις ἀκρίβειαν, οὔτε μικρὰ
7. οὕτως ἐστὶ τὰ ἀγγεῖα, ὥστε ἄν τινα λαθεῖν. ἀλλά
8. περὶ μὲν τῶν εἰς τράχηλον τῆς κύστεως ἐμφυομένων ἀκριβῶς
9. εἴρηται αὐτοῖς, ὅτι τε εἰς τὸν αὐτὸν τόπον ἐμβάλλει,
10. εἰς ὃν καὶ ἐπὶ τῶν ἀῤῥένων, καὶ ὅτι ἀδενοειδῆ εἰσι τὰ ἀγγεῖα
11. ταῦτα, καὶ ὅτι ἀπὸ τῶν διδύμων ἐκτείνεται τῇ μήτρᾳ
12. παραφυόμενα. περὶ δὲ τῶν κατὰ τὰς κεραίας οὐδὲν εἰρήκασι,
13. καίτοι καὶ ταῦτα πόροις τε αἰσθητοῖς ἐμβέβληκεν,
14. ὥσπερ ἐκεῖνα εἰς τὸν τράχηλον, καὶ γονὴν ἐντὸς αὑτῶν
15. ἔχοντα φαίνεται. ἐπὶ πλέον δὲ περὶ αὐτῶν ἐν τῷ ἑξῆς
16. λόγῳ τῷ περὶ τῶν ἐνεργειῶν σκεψόμεθα.
⟨
(De uteri dissect.) [n° 016 Fichtner] [GalLat]
De uteri dissectione
Περὶ μήτρας ἀνατομῆς
Anatomie de l’utérus
The Anatomy of the Uterus (Ut. Diss.)
Nickel, 1971.
De uteri dissectione, 1821, vol. 2, p. 887-908. urn:cts:greekLit:tlg0057.tlg016.verbatim-lat1
, 1962 (eng); Nickel, 1971 (deu).
De uteri dissectione, 9, ed. Kühn, 1821, vol. 2, p. 899-901. urn:cts:greekLit:tlg0057.tlg016.1st1K-grc1:9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩