ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΤΩΝ ΕΝ
ΑΝΘΡΩΠΟΥ ΣΩΜΑΤΙ ΜΟΡΙΩΝ
ΛΟΓΟΣ Α.
1. Ὥσπερ τῶν ζώων ἕκαστον ἓν εἶναι λέγεται
2. τῷ φαίνεσθαι κατά τινα περιγραφὴν ἰδίαν μηδαμῆ τοῖς
3. ἄλλοις ξυνημμένον, οὕτω καὶ τῶν μορίων αὐτοῦ τὸ μὲν
4. ὀφθαλμὸς, τὸ δὲ ῥὶς, τὸ δὲ γλῶττα, τὸ δ’ ἐγκέφαλος ἓν
5. εἶναι λέγεται τῷ φαίνεσθαι περιγραφὴν ἰδίαν ἔχον. εἰ δὲ μὴ
6. συνῆπτο κατά τι τοῖς πέλας, ἀλλὰ πάντως κεχώριστο, τότ’
7. ἂν οὐδὲ μόριον ἦν ὅλως, ἀλλ’ ἁπλῶς ἕν. ὥσθ’ ὅσα σώματα
1. μήτε πάντη περιγραφὴν ἰδίαν ἔχει, μήτε πάντη συνῆπται
2. πρὸς ἕτερα, μόρια ταῦτα κέκληται. καὶ εἰ τοῦτο, πολλὰ
3. τῶν ζώων ἔσται μόρια, τὰ μὲν μείζω, τὰ δ’ ἐλάττω, τὰ
4. δὲ καὶ παντάπασιν εἰς ἕτερον εἶδος ἄτμητα.