Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 1.11, ed. Kühn, 1822, vol. 3, p. 28-32. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:1.11

18. Διατί δ’ εἰς τοσοῦτον σκληροὶ γεγόνασι,
1. περαιτέρω δ’ οὐκέτι, καὶ διατί περιφερεῖς ἐκ παντὸς μέρους,
2. οὔπω μὲν εἴρηται, καιρὸς δ’ αὐτὸ νῦν ἤδη λέγεσθαι. εἰ
3. μὲν οὖν ἐπὶ πλέον, ἢ νῦν εἰσιν, ἐγεγόνεισαν σκληροὶ δίκην
4. ὀστῶν, ἦσαν μὲν ἂν οὕτω γε καὶ πρὸς τὰς ἀντιλήψεις
5. ἀφυέστεροι, μηδ’ ἐπὶ βραχὺ περιπτύσσεσθαι δυνάμενοι,
6. μάλιστα δ’ ἂν ἀπεθραύοντο ῥᾳδίως, ὥσπερ καὶ τἄλλα τὰ
7. κραῦρα σύμπαντα. τῆς οὖν ἀσφαλείας αὐτῶν ἡ φύσις προνοουμένη
8. συμμέτρως ἀπειργάσατο σκληροὺς, ὡς μήτε τὴν
9. χρείαν, ἧς ἕνεκα ἐγεγόνεισαν, εἰς μηδὲν παραβλάπτεσθαι,
10. μήτε αὐτούς τι πάσχειν ἑτοίμως. ὅτι δ’ οὕτω προνοουμένη
11. μαλακωτέρους ὀστῶν εἰς τοσοῦτον ἐποίησεν, εἰς ὅσον εἴκοντας
12. μετρίως τοῖς ἔξωθεν ἐμπίπτουσι σφοδρῶς ἐκκλίνειν
13. αὐτῶν τὴν βίαν, ἡ τῶν ὁμοίων ἁπάντων ἐνδεικνύσθω σοι
14. κατασκευή. πάντα γὰρ, ὅσα προπετῆ τε καὶ γυμνὰ μόρια
15. τῶν ζώων ἐστὶν, ἐκ τοιαύτης οὐσίας ἐδημιούργησεν, οἵας
16. μήτε θλᾶσθαι ῥᾳδίως διὰ μαλακότητα, μήτε θραύεσθαι
17. διὰ ξηρότητα. τοιοῦτον μόριον ὁπλὴ, τοιοῦτον χηλὴ,
18. τοιοῦτον πλῆκτρον, τοιοῦτον κέρας· οἷς, ὡς μὲν ὅπλοις
1. ἀμυντηρίοις, σκληροτέροις εἶναι συνέφερεν, ἢ νῦν εἰσιν, ὥστε
2. καὶ θλᾷν καὶ τέμνειν μᾶλλον δύνασθαι, πρὸς δὲ τὴν
3. ἰδίαν αὐτῶν ἀσφάλειαν οὐκ ἦν ἄμεινον εἰς τοσοῦτον γενέσθαι
4. σκληροῖς, ὡς θραύεσθαι ῥᾳδίως. οὕτως οὖν καὶ
5. μάχαιραν ἀρίστην εἶναί φαμεν, οὐ τὴν ἐκ κραύρου σιδήρου
6. γεγενημένην, οἷος ὁ παρὰ τοῖς Ἰνδοῖς ἐστι μάλιστα, καίτοι
7. τάχιστά γε τέμνουσαν, ἀλλὰ τὴν εἰς τοσοῦτον ἥκουσαν
8. σκληρότητος, ὡς μήτ’ αὐτὴν θραύεσθαι ῥᾳδίως, καὶ
9. τέμνειν ἑτοίμως. ὅσα μὲν οὖν οὕτως ἰσχυρὰ τοῦ σώματος
10. μόρια ὅπλοις ἀμυντηρίοις ἀνάλογον ἔκκειταί τε καὶ προβέβληται,
11. σκληρότερα μέν ἐστι τῶν σκεπαστηρίων, ἀλλ’
12. οὐχ ὥστε θραύεσθαι. τὰ δὲ μηδ’ ὅπλα γεγονότα τὴν ἀρχὴν,
13. ἀλλ’ ἁπλῶς μόρια τοῦ σώματος ἐκκεῖσθαι δεόμενα,
14. καθάπερ ὦτα καὶ ῥῖνες, ὠλέκρανά τε καὶ γόνατα, μαλακωτέραν
15. ἔτι τὴν οὐσίαν ἔσχεν, ὡς μᾶλλον ὑπείκοντα μᾶλλον
16. ἐκκλίνειν τὰ προσπίπτοντα. τοιοῦτόν τι καὶ ὄνυξ ἐπ’
17. ἀνθρώπων ἐστὶ, καὶ διὰ τοῦτο πολὺ μαλακώτερος καὶ 
1. λεπτότερος ἐγένετο τῶν ἐν λύκοις τε καὶ λέουσι καὶ
2. παρδάλεσιν ὀνύχων. ὀνύχων. ἡμέρου γάρ ἐστι καὶ πολιτικοῦ ζώου
3. μόριον, εἰς ἀκρίβειαν λαβῆς παρεσκευασμένον, οὐκ ἀμυντήριον
4. ὅπλον ἀγρίου θηρός. διατί δὲ περιφερεῖς εἰσι πανταχόθεν;
5. ἢ καὶ τοῦτ’ ἀσφαλείας ἕνεκα; οὐ μόνον γὰρ τῶν
6. σχημάτων πρὸς δυσπάθειαν ἀκριβῶς παρεσκεύασται τὸ κυκλοτερὲς,
7. ὡς ἂν μηδεμίαν ἐκκειμένην ἔχον γωνίαν ἀποθραυσθῆναι
8. δυναμένην, ἀλλ’ ἐπεὶ καὶ κνώντων ἡμῶν ὁτιοῦν ἐν
9. αὐτοῖς καὶ ἄλλως ὁτιοῦν ἐνεργούντων ἔμελλεν ἐκτρίβεσθαι
10. τὰ πέρατα, ταῦτα μόνα τὰ μόρια τοῖς ζώοις ἡ φύσις
11. αὐξάνεσθαι δυνάμενα κατεσκεύασεν, κᾂν ἤδη πεπαυμένον ᾖ
12. τὸ σύμπαν σῶμα τῆς αὐξήσεως. αὐξάνεται δ’ οὐκ εἰς μῆκος
13. καὶ βάθος καὶ πλάτος ὁμοίως τοῖς ἄλλοις μέρεσιν,
14. ἀλλὰ ταῖς θριξὶ παραπλησίως εἰς μῆκος μόνον, ὑποφυομένων
15. ἀεὶ ἑτέρων νεωτέρων ὀνύχων καὶ προωθούντων τοὺς
16. παλαιοὺς, οὐδὲ τοῦτο ἀργῶς τῆς φύσεως ἐργασαμένης,
17. ἀλλ’ ὑπὲρ τοῦ τοῖς ἀποτριβομένοις ἑκάστοτε κατὰ τὸ
18. πέρας αὐτῶν εἶναί τι τὸ ἀντικαθιστάμενον. οὕτω μὲν.
1. οὖν εἰς ἄκρον ἥκει προμηθείας τῆς φύσεως τὰ κατὰ
2. τοὺς ὄνυχας.

Cliquer un n° de page pour en afficher l’image