3. Τὸ δὲ τῶν ὀστῶν γένος ἐν τοῖς δακτύλοις,
4. ὅτι καὶ αὐτὸ τοῦτο τοῦ βελτίονος ἕνεκα γέγονεν, ἐκ
5. τῶνδ’ ἂν μάθοις. κινεῖσθαι μὲν δή που πολυειδῶς ὑπῆρχεν
6. ἂν αὐτοῖς καὶ χωρὶς τῶν ὀστῶν, ὥσπερ καὶ τοῖς πολύποσι·
7. τὸ δ’ ἑδραῖον ἐν τοῖς ἔργοις οὐκ ἄν ποτε ἔσχομεν
8. ἀποροῦντες ἀντιβατικοῦ τε καὶ σκληροῦ μορίου. τοιοῦτον
9. δέ ἐστι ἐν τοῖς τῶν ζώων σώμασι τὸ γένος τῶν ὀστῶν,
10. καὶ διὰ τοῦτο ἔν τε τοῖς δακτύλοις καὶ καθ’ ὅλας τὰς
11. χεῖράς τε καὶ τὰ σκέλη καὶ πολλαχόθεν τοῦ σώματος ἐγένετο.
12. τί μὲν οὖν καθ’ ἕκαστον τῶν ἄλλων ὀργάνων ἡ
13. παρὰ τῶν ὀστῶν ἕδρα συντελεῖ, τάχ’ ἂν ὁ λόγος προϊὼν
14. ἐπιδείξειεν. ὅτι δ’ εἰς πολλὰ τῶν ἔργων χρῆσθαι τοῖς δακτύλοις
15. ἐστὶν, ἤδη πάρεστι σκοπεῖν, ἐννοήσαντας, ὅτι οὐδὲν ἂν
16. τῶν τρεμόντων βέλτιον ἐνηργοῦμεν ἢν, γράφοντες, ἢ τέμνοντες,
17. ἤ τι τοιοῦτον ἄλλο διαπραττόμενοι, χωρὶς ὀστῶν. ὃ γὰρ ἐκείνοις
18. διὰ τὸ πάθος, τοῦτ’ ἂν ἀεὶ πᾶσιν ἡμῖν ὑπῆρχε φύσει,
1. λυγιζομένων τε καὶ οἷον κλονουμένων τῶν δακτύλων
2. ὑπὸ μαλακότητος. ἀλλ’ ἡ τῶν ὀστῶν φύσις εἰς τοῦτ’ ἐπίκουρος
3. ὑπὸ τοῦ δημιουργήσαντος ἐδόθη, στηρίζουσα καθ’
4. ἕκαστον τῶν σχημάτων τοὺς δακτύλους. καὶ γὰρ δὴ καὶ
5. αὐτὸ τοῦτο, τὸ πολυειδῶς σχηματίζεσθαι, χρησιμώτατον
6. ὑπάρχον, ἐκ πλειόνων ὀστῶν ἑκάστου συντεθέντος ἐγένετο, μὴ
7. γενόμενον ἂν, εἴπερ ἐξ ἑνὸς ἐδημιουργήθησαν μόνου· μόνα
8. γὰρ ἂν οὕτως ἐκεῖνα τῶν ἔργων ἐπράττετο καλῶς, ὅσα τῶν
9. δακτύλων ἐκτεταμένων δεῖται. θαυμάσαι δὲ χρὴ κᾀνταῦθα
10. τὴν τέχνην τῆς φύσεως, εἰς ἁπάσας τὰς ἐνεργείας ἐπιτηδείους
11. κατασκευασαμένην τοὺς δακτύλους. ἄνευ μὲν γὰρ
12. ὀστῶν γενόμενοι, μόνα τῶν ἔργων ἔπραττον ἂν ἐκεῖνα καλῶς,
13. ἐν οἷς κυκλοτερῶς ἐχρῄζομεν ἑλίττειν αὐτοὺς περὶ
14. τὸ ληπτόν· ἓν δ’ εἴπερ ὀστοῦν ἔσχον, ἐν οἷς ἐκτεταμένων
15. ἐχρῄζομεν, ἐν τούτοις μόνοις ὀρθῶς ἂν ὑπηρέτουν. ἐπεὶ δ’
16. οὔτε χωρὶς ὀστῶν, οὔτ’ ἐξ ἑνὸς ἐδημιουργήθησαν μόνου,
17. ἀλλ’ ἐκ τριῶν ἕκαστος ἐγένετο κατ’ ἄρθρον ἀλλήλοις συναπτόντων,
18. διὰ τοῦτ’ εἰς ἅπασαν ἐνέργειαν ἑτοίμως σχηματίζονται.
1. καμφθέντων μὲν γὰρ ἁπάντων τῶν ἄρθρων, οὕτως
2. ἐνεργοῦμεν αὐτοῖς, ὡς εἰ καὶ χωρὶς ὀστῶν ἐγεγόνεισαν,
3. ἐκταθέντων δ’ ἁπάντων, ὡς εἰ καὶ ἐξ ἑνὸς ὀστοῦ μόνου.
4. πολλαχῆ δ’ οὔτε πάντων· ἐκτεταμένων, οὔτε πάντων κεκαμμένων
5. δεόμενοι, ποτὲ μὲν τὸ πρῶτον μόνον, ἢ τὸ δεύτερον,
6. ἢ τὸ τρίτον ἄρθρον, ποτὲ δὲ ἤτοι τὸ πρῶτον ἅμα καὶ τὸ
7. δεύτερον, ἢ τὸ δεύτερον καὶ τὸ τρίτον, ἢ τὸ πρῶτον καὶ
8. τὸ τρίτον ἐκτείνοντες ἢ κάμπτοντες ἓξ οὕτω διαφορὰς
9. σχημάτων ἐργαζόμεθα. καθ’ ἑκάστην δ’ αὐτῶν τὸ μᾶλλόν
10. τε καὶ ἧττον εἰς ὅσον πλῆθος ἐκτέταται, λέξαι μὲν ἀδύνατον,
11. ἐννοῆσαι δὲ ῥᾴδιον. ἡ μὲν γὰρ τελεία κάμψις, ὥσπερ
12. οὗν καὶ ἡ ἔκτασις, ἄτμητος εἰς τὸ μᾶλλόν τε καὶ ἧττον·
13. αἱ δ’ ἐν τῷ μεταξὺ τούτων κινήσεις τῶν ἄρθρων ἀμήχανον
14. ὅσον ἀριθμὸν ἐργάζονται, ποτὲ μὲν μᾶλλον, ποτὲ δὲ ἧττον
15. καμπτομένων τε καὶ αὖθις ἐκτεινομένων αὐτῶν. οὔκουν ἓξ
16. μόναι διαφοραὶ σχημάτων προγίνονται τοῖς δακτύλοις οὕτω
17. κατασκευασθεῖσιν, ἀλλ’ ἓξ μὲν καθόλου, κατὰ μέρος δ’
1. ἄπειροι, τῶν ἄλλων δυοῖν κατασκευῶν, τῆς μὲν χωρὶς
2. ὀστῶν τὸ κυκλοτερὲς μόνον σχῆμα αὐτοῖς διδόναι δυναμένης,
3. τῆς δ’ ἐξ ἑνὸς ὀστοῦ τὸ εὐθύ. νυνὶ δ’ οὔτε τούτων
4. ἀπελείφθησαν, καὶ πρὸς αὐτοῖς ἓξ μὲν καθόλου, πολυειδῆ
5. δ’ ἐν μέρει σχήματα προσεκτήσαντο. τὸ μὲν οὖν ἀκριβῶς
6. εὐθὺ δυνατὸν ἦν ὑπάρχειν αὐτοῖς ἐκ μόνων ὀστῶν κατ’
7. εὐθεῖαν γραμμὴν συντεθεῖσι, τὸ δ’ ἀκριβῶς κυκλοτερὲς
8. οὐκέτι.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 1.12, ed. Kühn, 1822, vol. 3, p. 32-35. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:1.12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩