Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 1.13, ed. Kühn, 1822, vol. 3, p. 35-38. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:1.13

9. Πρὸς δὴ τοῦτο ἡ φύσις ἀντεμηχανήσατο
10. μὲν τῆς σαρκὸς γένεσιν, ἣν τοῖς μὲν ἐκτὸς μέρεσι τῶν
11. ὀστῶν ἐπιτρέφειν οὐκ ἐδεῖτο, περιττὸν γὰρ οὕτως ἄχθος
12. ἦν, τοῖς δ’ ἐντὸς ἅπασιν ὑπέθρεψεν, ἵν’, ὅταν δέῃ τι περιλαβεῖν
13. κυκλοτερῶς, μαλακὴ τὴν σύστασιν ὑπάρχουσα καὶ
14. πρᾴως εἴκουσα τοῖς ὁμιλοῦσιν ἐπανορθῶται τὴν τῶν ὀστῶν
15. εὐθύτητα. καὶ διὰ τοῦτο ἐν αὐτοῖς μὲν τοῖς ἄρθροις ὀλιγίστην,
16. πλείστην δ’ ἐν τοῖς μεταξὺ τῶν ἄρθρων ἐποίησεν.
17. οὐδὲ γὰρ ἐδεῖτό τι τῶν ἄρθρων τῆς ὁμοίας τοῖς ὀστοῖς ἐπικουρίας, 
1. κάμπτεσθαι πεφυκὸς, καὶ πρὸς τῷ μηδὲν αὐτοῖς
2. χρήσιμον παρέχειν ἐμποδὼν ἐγίνετο τῇ κινήσει, τό
3. μέν τι βαρύνουσα περιττῶς, τὸ δέ που καὶ τῆς ἐντὸς εὐρυχωρίας
4. ἀποκλείουσα. διὰ ταῦτα μὲν δὴ τὴν τῆς σαρκὸς
5. γένεσιν ἡ φύσις ἐκτὸς μὲν τῶν δακτύλων οὐδ’ ὅλως, ἐντὸς
6. δὲ πλείστην μὲν τοῖς μεταξὺ τῶν ἄρθρων, ἐλαχίστην
7. δ’ ἐπ’ αὐτοῖς τοῖς ἄρθροις εἰργάσατο. προσέφυσε δ’ ἤδη
8. κᾀν τοῖς πλαγίοις τῶν δακτύλων αὐτῆς τοσοῦτον, ὅσον
9. ἔμελλεν ἀναπληρώσειν αὐτῶν τὰς μεταξὺ χώρας τὰς κενὰς,
10. ἵνα κᾀνταῦθα ἡ χεὶρ μὴ μόνον ὡς πολυσχιδὲς ὄργανον,
11. ἀλλ’ ὡς καὶ παντάπασιν ἄσχιστον ἐνεργεῖν δύνηται. συναχθέντων
12. γὰρ πρὸς ἀλλήλους τῶν δακτύλων, οὕτως ἡ μεταξὺ
13. χώρα πᾶσα σφίγγεται πρὸς τῆς σαρκὸς, ὥστ’, εἰ καὶ τι
14. τῶν ὑγρῶν σωμάτων ἐθέλοις κατέχειν, ὑπτίαν ἐργασάμενος
15. τὴν χεῖρα, μὴ ἐᾷν ἐκρυῆναι. ταῦτ’ οὖν τοιαῦτα καὶ
16. τοσαῦτα πρὸς τῆς σαρκὸς ἀγαθὰ τῇ χειρὶ, καὶ πρὸς
17. τούτοις ἔτι μαλάττειν καὶ τρίβειν, ὅσα συμμέτρως μαλακῶν
18. τῶν μαλαττόντων τε καὶ τριβόντων ὀργάνων δεῖται·
1. πολλὰ δὲ κατὰ πάσας τὰς τέχνας ἐστὶ τοιαῦτα. ἴδιαι μὲν
2. οὖν αὗται χρεῖαι τῆς ἐν τῇ χειρὶ σαρκός. αἱ δὲ κοιναὶ (καὶ
3. γὰρ τούτων οὐδὲν ἧττον ἀπολαύει) διὰ τῆς τοῦ γράφοντος
4. αὐτὰς εἰρήσονται λέξεως. φησὶ δὲ Πλάτων ἐν Τιμαίῳ· Τὴν
5. δὲ σάρκα προβολὴν μὲν καυμάτων, πρόβλημα δὲ χειμώνων,
6. ἔτι δὲ πτωμάτων, οἷον τὰ πιλητὰ ἔσεσθαι κτήματα, σώμασι
7. μαλακῶς καὶ πρᾴως ὑπείκουσαν· θερμὴν δὲ νοτίδα
8. ἐντὸς ἑαυτῆς ἔχουσαν, θέρους μὲν ἀνιδροῦσάν τε καὶ νοτιζομένην,
9. ἔξωθεν ψύχος καθ’ ἅπαν τὸ σῶμα παρέξειν οἰκεῖον,
10. χειμῶνος δ’ ἔμπαλιν αὐτῷ τῷ πυρὶ τὸν προσφερόμενον
11. ἔξωθεν καὶ περιϊστάμενον πάγον ἀμύνεσθαι μετρίως. ὅτι
12. μὲν οὖν οἷον πρόβλημά τι τοῖς πιλητοῖς κτήμασιν ὁμοιότατον
13. ἡ σάρξ ἐστιν, οὐ δεῖται λόγων. φαίνεται δὲ ὁμοίως,
14. καὶ ὅτι θερμὴν ἐντὸς ἑαυτῆς ἔχει τὴν ἐκ τοῦ αἵματος
15. ἰκμάδα. ὅτι δὲ ἅπασα θερμὴ συμμέτρως νοτὶς, οἵα περ
16. ἡ τῆς σαρκός ἐστιν, ἀρήγει κατ’ ἴσον ταῖς ἀμετρίαις ἀμφοτέραις
17. κρύους θ’ ἅμα καὶ θάλπους, οὐχ ὁμοίως οἱ πολλοὶ
1. συγχωροῦσιν· ἀλλ’ εἰ πρῶτον μὲν αὐτοὺς τῆς τῶν βαλανείων
2. ὑπομνήσομεν δυνάμεως, ἔπειτα δὲ καὶ τὴν φύσιν αὐτὴν τοῦ
3. πράγματος ἐξηγησόμεθα, τάχ’ ἂν πεισθεῖεν. οὔτ’ οὖν
4. ἐμψύχειν ἱκανώτερον τοὺς θάλπει σφοδρῷ συσχεθέντας,
5. οὔτε θερμαίνειν ἑτοιμότερον τοὺς μεγάλῳ κρύει καταπονηθέντας
6. εὕροις ἄν τι βαλανείου· ὑγρὸν γὰρ ὂν τῇ φύσει
7. καὶ συμμέτρως θερμὸν, τῇ μὲν ὑγρότητι τὴν ἐκ τοῦ θάλπους
8. τέγγει ξηρότητα, τῇ δ’ αὖ θερμότητι τὴν ἐκ τοῦ
9. κρύους ἰᾶται ψύξιν. ἀλλὰ περὶ μὲν σαρκῶν ἀρκεῖ καὶ
10. ταῦτα.

Cliquer un n° de page pour en afficher l’image