Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 1.14, ed. Kühn, 1822, vol. 3, p. 38-41. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:1.14

11. Περὶ δὲ τῆς τῶν ἄρθρων καὶ ὀστῶν φύσεως
12. τῆς ἐν τοῖς δακτύλοις αὖθις ἐπάνιμεν, ὅθεν λέγοντες
13. ἔμπροσθεν ἀπελίπομεν. ὅτι μὲν γὰρ ἐδεήθημεν
14. αὐτῶν τῆς εἰς τὰς ἐνεργείας ἕδρας ἕνεκα, καὶ ὅτι πλεόνων
15. ὑπὲρ τοῦ πολυειδοῦς τῶν σχημάτων, ἱκανῶς ἀποδέδεικται.
16. περὶ μὲν οὖν τοῦ πλήθους αὐτῶν, ὅτι τοσοῦτον, καὶ περὶ
17. τοῦ καθ’ ἕκαστον μεγέθους, ὅτι τηλικοῦτον, καὶ περὶ σχήματος
18. καὶ τρόπου διαρθρώσεως, οὐδὲν εἴπομεν. ᾧδ’ οὖν
1. αὖθις λεγέσθω, μήτε πλείω τῶν τριῶν, μήτ’ ἐλάττω χρῆναι
2. γενέσθαι τὰ τῶν δακτύλων ὀστᾶ. πλείω μὲν γὰρ γενόμενα,
3. πρὸς τῷ μηδὲν ὠφελεῖν ἐνέργειαν μηδεμίαν,
4. ἱκανῶς γὰρ ἐδείχθησαν ἅπασαι καὶ διὰ τῶν τριῶν ἐπιτελούμεναι,
5. τάχ’ ἄν που καὶ παρέβλαψε τὴν τελείαν ἔκτασιν,
6. ἧττον ἑδραίαν, ἢ νῦν ἐστι, ἐργασάμενα· τὰ γὰρ [μὲν] ἐκ
7. πλειόνων μορίων συγκείμενα ῥᾷον ὀκλάζει τῶν ἐξ ἐλαττόνων.
8. ἐλάττω δ’ εἴπερ ἐγένετο, τὴν ποικιλίαν τῶν κατὰ μέρος
9. σχημάτων οὐκ ἂν ἔσχε τοσαύτην. ἵν’ οὖν καὶ κινῆται
10. πολυειδῶς, καὶ φύγῃ τὴν εὐπάθειαν, ὁ τῶν τριῶν ἀριθμὸς
11. αὐτάρκης. καὶ μεγέθει δ’ ὅτι χρὴ τὸ προτεταγμένον ὑπερέχειν
12. τοῦ μετ’ αὐτὸ, πρόδηλον παντί· τὸ μὲν γὰρ ὀχεῖ, τὸ
13. δ’ ὀχεῖται, μεῖζον δ’ αὖ εἶναι χρὴ τὸ βαστάζον τοῦ βασταζομένου.
14. καὶ μὲν δὴ καὶ ὡς εἰς ἐλάχιστον ἐχρῆν καὶ περιφερὲς
15. τελευτᾷν τὰς κορυφὰς τῶν δακτύλων, ἔμπροσθεν
16. ἐδείκνυτο· γενέσθαι δ’ ἀμήχανον τοῦτο ἑτέρως, μὴ κατὰ
17. βραχὺ μειουμένου τοῦ μεγέθους τῶν ὀστῶν· καὶ διὰ τοῦτ’
1. ἔλαττον ἀεὶ χρὴ τὸ δεύτερον εἶναι τοῦ προτέρου. περὶ δὲ
2. τοῦ σχήματος αὐτῶν, ὅτι μὲν ἀπὸ πλατυτέρας τῆς ἄνω βάσεως
3. εἰς στενοτέραν τὴν κάτω τελευτᾷ, τὰς αὐτὰς
4. ἕξει ταῖς περὶ τοῦ μεγέθους εἰρημέναις χρείαις. ὅτι δὲ καὶ
5. περιφερῆ, τὴν δυσπάθειαν αἰτιατέον· ἁπάντων γὰρ σχημάτων
6. τὸ τοιοῦτον δυσπαθέστατον, ὡς ἂν μηδεμίαν ἔχον ἐξοχὴν,
7. ὑπὸ τῶν προσπιπτόντων ἔξωθεν ἀποθραυσθῆναι δυναμένην.
8. διατί δ’ ἕκαστον ἀκριβῶς μὲν κυρτὸν ἔξωθεν,
9. ἔνδοθεν δὲ κᾀκ τῶν πλαγίων οὐκέτ’ ἀκριβῶς; ἢ καὶ τοῦτο
10. τοῦ βελτίονος ἕνεκα; τοῖς μὲν γὰρ ἐντὸς αὐτῶν μέρεσιν οἱ
11. δάκτυλοι καὶ τρίβουσι, καὶ μαλάσσουσι, καὶ λαμβάνουσι
12. τὰ πάντα· χεῖρον δ’ ἂν ἐγίνετο, κυρτῶν ταύτῃ γενομένων
13. τῶν ὀστῶν. τοῖς δὲ ἐκτὸς οὔτε τούτων οὐδὲν, οὔτ’ ἄλλην
14. τινὰ ἐνέργειαν ἐνεργοῦντες, εἰς μόνην μὲν δυσπάθειαν ἀκριβῶς
15. παρεσκευάσθησαν. ἐν δ’ αὖ τοῖς πλαγίοις τὸ μὲν
16. δυσπαθὲς εἶχον ἀλλήλους φρουροῦντες, ἐδέοντό τε ἐν τῷ
17. συνάγεσθαι μηδεμίαν ἀπολιπεῖν ἐν τῷ μεταξὺ χώραν κενήν· 
1. οὔκουν ἐχρῆν αὐτοὺς κυρτοὺς ταύτῃ γενέσθαι. πίστις δ’
2. ἱκανὴ τοῦ λεγομένου τὸ τοῦ μεγάλου δακτύλου καὶ τοῦ
3. μικροῦ, τοῦ μὲν τὴν ἄνωθεν, τοῦ δὲ τὴν κάτωθεν περιφέρειαν
4. κυρτὰς ἀκριβῶς γενέσθαι· οὔτε γὰρ ἐφρουροῦντο
5. ταύτῃ πρὸς οὐδενὸς, οὔθ’ ὡμίλουν ἑτέρῳ δακτύλῳ. θαῦμα
6. μὲν δὴ καὶ τὸ τῆς φύσεως ἐν τῇ τῶν ὀστῶν κατασκευῇ.

Cliquer un n° de page pour en afficher l’image