7. Θαῦμα δ’ οὐδὲν ἧττον καὶ ὁ τῆς διαρθρώσεως
8. τρόπος. οὐ γὰρ ἁπλῶς, οὐδ’ ὡς ἔτυχεν, ἐκ
9. τριῶν ὀστῶν ἕκαστος τῶν δακτύλων ἐγένετο, ἀλλ’ ὥσπερ οἱ
10. τῶν θυρῶν στρόφιγγες, οὕτω καὶ τῶν ἄρθρων ἕκαστον ἐξοχὰς
11. κοιλότησιν ἐμβαινούσας ἔχει. καὶ τοῦτο μὲν ἴσως οὐδέπω
12. θαυμαστόν· ἀλλ’ εἰ διασκεψάμενος ἁπάντων τῶν
13. ὀστῶν τῶν καθ’ ὅλον τὸ σῶμα τὴν σύνταξιν εὕροις ἀεὶ τὰς
14. ἐξοχὰς ἴσας ταῖς ὑποδεχομέναις κοιλότησιν, ἤδη τοῦτ’, εὖ
15. οἶδα, μέγιστόν σοι καὶ θαυμαστὸν φανεῖται. εὐρυτέρας
16. μὲν γὰρ, ἢ χρὴ, τῆς κοιλότητος γενομένης, χαλαρὸν ἂν ἦν
17. καὶ ἀστήρικτον τὸ ἄρθρον· στενοτέρας δὲ, δυσχερὴς ἂν ἡ
1. κίνησις ἐγίνετο, μηδεμίαν ἀναστροφὴν ἔχουσα, καὶ κίνδυνος
2. ἦν οὐ μικρὸς, τὰς ἐξοχὰς τῶν ὀστῶν θραυσθῆναι
3. στενοχωρουμένας. ἀλλ’ οὔτε τούτων οὐδέτερον ἐγένετο,
4. καὶ πάσας τῶν ὀστῶν τὰς κοιλότητας οἷον ἄμβωνές
5. τινες κύκλῳ περιθέουσιν, ἀσφάλειαν μεγάλην τοῖς ἄρθροις
6. τοῦ μηδέποτε ἐκπεσεῖν ἄνευ τινὸς ἐξαισίας ἀνάγκης. ἀλλ’
7. ἐπειδὴ πάλιν ἐκ τῆς οὕτως ἀσφαλοῦς κατασκευῆς κίνδυνος
8. ἦν, τάς τε κινήσεις δυσχερέστερον γίνεσθαι, τάς θ’ ὑπεροχὰς
9. τῶν ὀστῶν ἐκτρίβεσθαι, διττὴν αὖθις καὶ πρὸς ταῦθ’
10. ἡ φύσις εὕρηκεν ἐπικουρίαν, χόνδρῳ μὲν πρότερον ὑπαλείψασα
11. τῶν ὀστῶν ἑκάτερον, ἐπιχέασα δ’ αὐτοῖς ἄνωθεν
12. τοῖς χόνδροις οἷον ἔλαιόν τι λιπαρὸν καὶ γλίσχρον χυμὸν,
13. δι’ ὧν εὐκίνητός τε ἅμα καὶ ἀκατάτριπτος ἅπασα
14. διάρθρωσις τῶν ὀστῶν ἐγένετο. ἦν μὲν οὖν καὶ τὸ τῶν
15. κατὰ τὰς κοιλότητας ὀφρύων ἐπιτέχνημα τῆς φύσεως ἱκανὸν
16. κωλύειν τὰς ἐκπτώσεις τῶν ἄρθρων, ἀλλ’ οὐκ ἐπίστευσεν
17. αὐτῷ μόνῳ τὴν φυλακὴν, εἰδυῖα πολλὰς πολλάκις κινήσεις
1. βιαίους τε καὶ σφοδρὰς καταληψομένας τὸ ζῶον. ἵν’
2. οὖν πανταχόθεν ἀκριβῶς ἅπαν ἄρθρον φρουροῖτο, συνδέσμους
3. τινὰς τῶν ὀστῶν ἀμφοτέρων ἐξέφυσεν, ἐκ θατέρου
4. καθάπτοντας εἰς ἕτερον. εἰσὶ δ’ αὐτῶν οἱ μὲν, ὥσπερ
5. νεῦρ’ ἄττα, στρογγύλοι τε καὶ παχεῖς, οἱ δ’, ὥσπερ ὑμένες,
6. προμήκεις τε καὶ λεπτοὶ, κατὰ τὴν χρείαν ἀεὶ τῶν ἄρθρων
7. τοιοῦτοι γεγονότες· οἱ μέγιστοι μὲν καὶ παχύτατοι τά τε
8. κυριώτατα τῶν ἄρθρων καὶ τὰ μέγιστα φρουροῦντες, οἱ
9. λοιποὶ δ’ ἐν τοῖς ἀκυρωτέροις τε καὶ μικροτέροις. ταῦτ’
10. οὖν ἅπαντα καὶ κοινῇ καὶ κατὰ πᾶν ἄρθρον ἐτεχνήσατο,
11. κᾀν τοῖς κατὰ τοὺς δακτύλους, ὡς τούτοις ἔπρεπε μάλιστα·
12. μικραὶ μὲν γὰρ αἱ διαρθρώσεις, ἀλλ’ ἀκριβῶς κοιλούμεναι,
13. λεπταῖς δὲ ἴτυσι πανταχόθεν ἐστεφανωμέναι, καὶ χόνδροις
14. ἰσχνοῖς ἐπαληλιμμέναι, καὶ συνδέσμοις ὑμενώδεσι συνημμέναι.
15. τὸ δὲ μήτε πάντη τὰς ὀφρῦς τῶν ὀστῶν ἴσας ἐργάσασθαι,
16. ἀλλ’ ἔξωθεν μὲν πολὺ μείζους, ἔνδοθεν δ’ ἐλάττους, μέγιστον
17. καὶ αὐτὸ τῆς φύσεως ἐν κατασκευῇ δακτύλων σόφισμα.
1. μικραὶ μὲν γὰρ ἔξωθεν γενόμεναι, κᾂν ἐπέκεινα
2. τῆς ἐκτάσεως ἀνακλᾶσθαι συνεχώρουν τοῖς ἄρθροις· μείζους
3. δ’ εἴπερ ἔσωθεν ἦσαν, ἐκώλυον ἐπὶ πλέον κάμπτεσθαι·
4. ὥστ’ ἔβλαπτον ἂν καθ’ ἑκάτερα, τό τε τῆς ἐκτάσεως ἑδραῖον
5. ἀφαιρούμεναι καὶ τὸ τῆς κάμψεως πολυειδές· ἐπεὶ δ’ ἐναντίως
6. ἔσχον, οὐδεμιᾶς μὲν βλάβης, ἁπάσης δ’ ὠφελείας ταῖς
7. κινήσεσιν τῶν δακτύλων αἰτίαι γεγόνασι. διατί δὲ πυκνὰ
8. καὶ σκληρὰ καὶ ἀμύελα τὰ τῶν δακτύλων ὀστᾶ; ἢ ὅτι
9. γυμνὰ πάντα καὶ διὰ τοῦτ’ εὐπαθῆ; τοῖς δ’ ἐν ἀπορίᾳ
10. τῶν ἔξωθεν σκεπασμάτων εὐπαθέσι ἓν ἐπανόρθωμα μέγιστον
11. ἡ τῆς οἰκείας κατασκευῆς δυσπάθεια.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 1.15, ed. Kühn, 1822, vol. 3, p. 41-44. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:1.15
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩