9. Ταῦτ’ οὖν εἴς τε τὸν παρόντα καὶ τὸν
10. ἑξῆς ἅπαντα λόγον οἷον ὑποθέσεις τινὰς τῶν ἀποδείξεων
11. λαμβάνοντες, ἐν ἑκάστῳ τῶν ὀργάνων τὴν ἐξ αὐτῶν ὠφέλειαν
12. ἐροῦμεν, ἀπὸ τῶν δακτύλων αὖθις ἀρξάμενοι. ἐπειδὴ
13. γὰρ τὴν τῶν ὀστῶν κατασκευὴν ἐν αὐτοῖς ἐπιτηδειοτάτην
14. ὀργάνοις ἀντιληπτικοῖς ἡ φύσις ἐποίησεν, ἦν δ’ ἀμήχανον
15. αὐτοῖς τοῖς ὀστοῖς, οὕτω γεώδεσί τε καὶ λιθώδεσιν οὖσι,
16. μεταδοῦναι τῆς καθ’ ὁρμὴν κινήσεως, ἐξεῦρεν, ὅτῳ τρόπῳ
17. δι’ ἑτέρων αὐτὰ κινήσει. τῶν οὖν κατὰ τὸν πῆχυν μυῶν ἀποφύσασα
1. τένοντας εὐθὺ τῶν δακτύλων ἤγαγεν. ἃ γὰρ
2. οἱ παλαιοὶ καλοῦσι νεῦρα, ταυτὶ τὰ προφανῆ, τὰ κινοῦντα
3. τοὺς δακτύλους, οἱ τένοντές εἰσιν· ὧν ἡ μὲν γένεσις ἐκ
4. τῶν εἰς τοὺς μῦς διασπειρομένων νεύρων τε καὶ συνδέσμων
5. αὖθις ἀλλήλοις συνιόντων, ἡ δὲ χρεία κατὰ τὴν τῶν συνθέντων
6. φύσιν. καὶ γὰρ αἰσθάνονται, καὶ κινοῦνται καθ’
7. ὁρμὴν, καὶ ξυνδοῦσι τοὺς μῦς τοῖς ὀστοῖς. τούτων δὲ τά
8. μὲν πρότερα, τὸ αἰσθάνεσθαι καὶ κινεῖσθαι, δῆλον ὡς
9. παρὰ τῶν νεύρων, τὸ συνδεῖν δὲ παρὰ τῶν συνδέσμων
10. ἔχουσι. λευκὸν μὲν γὰρ ὢν καὶ ἄναιμον καὶ ἀκοίλιον ὁ
11. σύνδεσμος ὁμοίως τῷ νεύρῳ καὶ ταύτῃ πολλοῖς τῶν ἀμαθεστέρων
12. ὡς νεῦρον φαντάζεται· ἀλλ’ οὐκ ἐξ ἐγκεφάλου
13. καὶ νωτιαίου πέφυκεν, ἀλλ’ ἐξ ὀστῶν εἰς ὀστᾶ διϊκνεῖται,
14. διὸ καὶ νεύρου πολὺ σκληρότερός ἐστι καὶ παντάπασιν
15. ἀναίσθητος, καὶ κινεῖν οὐδὲν δύναται. τοὺς οὖν τένοντας
16. ἅπαντας τούτους, τοὺς κατὰ τὸν καρπὸν φαινομένους, ἀπὸ
17. τῶν κατὰ τὸν πῆχυν μυῶν ἐπὶ τοὺς δακτύλους ἡ φύσις ἐκτείνασα
18. καθῆψεν εἰς ἕκαστον τῶν ἄρθρων, οὐκ εἰς αὐτὴν
1. δή που τὴν σύνταξιν τῶν ὀστῶν· τί γὰρ ἂν οὕτω χρηστὸν
2. ἦν; ἀλλ’ οὐδ’ εἰς τὸ τοῦ προτεταγμένου τῆς διαρθρώσεως
3. ὀστοῦ πέρας (οὐδὲ γὰρ τοῦτ’ οὐδὲν ὄφελος), ἀλλ’ εἰς τὴν κεφαλὴν
4. τοῦ δευτέρου τῶν ὀστῶν τοῦ μέλλοντος κινήσεσθαι·
5. καθ’ ὃν, οἶμαι, τρόπον ἔχει τὰ πρὸς τῶν μηρίνθων
6. εἴδωλα κινούμενα, καὶ γὰρ κᾀν τούτοις ὑπερβαίνοντες τὴν
7. διάρθρωσιν εἰς τὴν ἀρχὴν τῶν ὑποτεταγμένων μορίων καθάπτουσι
8. τὴν μήρινθον, ἵν’, ἑλκομένης αὐτῆς ἄνω, ῥᾳδίως
9. ἕπηται τὸ κῶλον. καὶ εἴπερ, ὃ λέγω, ποτὲ τεθέασαι, σαφῶς
10. ἤδη νενόηκας, ὅπως ὑφ’ ἑκάστου τῶν τενόντων ἕκαστον τῶν
11. κατὰ τοὺς δακτύλους ἄρθρων κινεῖται. περὶ γὰρ τὸ προτεταγμένον
12. ἑαυτοῦ μένον ἀκίνητον ἕκαστον τῶν ὑποτεταγμένων
13. ὀστῶν κινούμενον ἐκτείνεται μὲν, ὅταν ὁ ἐκτὸς ἕλκῃ
14. τένων, κάμπτεται δὲ, ὅταν ὁ ἐντός. τί δή ποτ’ οὖν μακροὺς
15. τένοντας ἐδημιούργει, καὶ μὴ παρέφυσε τῷ καρπῷ τοὺς
16. μῦς; ὅτι κούφην τε καὶ λεπτὴν ἄμεινον ἦν ὑπάρχειν ἄκραν
17. τὴν χεῖρα, καὶ μὴ συσκιασθεῖσαν ὄχλῳ σαρκῶν ὁμοῦ βαρεῖάν
18. τε καὶ παχεῖαν γενέσθαι· πολλὰ γὰρ ἂν οὕτω χεῖρόν
1. τε καὶ βραδύτερον ἔπραττεν, ὧν νῦν ἑτοίμως τε καὶ καλῶς
2. πράττει. ἐπεὶ δ’ ἦν ἀναγκαῖον ἄγεσθαι διὰ μακροῦ τοὺς
3. τένοντας, καὶ κίνδυνος ἦν ἐν γυμνῷ σαρκῶν χωρίῳ γυμνοὺς
4. ὄντας αὐτοὺς θλίβεσθαί τε καὶ τέμνεσθαι, καὶ θερμαίνεσθαί
5. τε καὶ ψύχεσθαι ῥᾳδίως, βοήθειαν αὐτοῖς ἐμηχανήσατο
6. τὴν τῶν ὑμένων οὐσίαν, οἷς σκληροῖς οὖσιν ἀμφιέσασα
7. πανταχόθεν, οὐ τὴν τῶν ἔξωθεν προσπιπτόντων μόνον,
8. ἀλλὰ καὶ τὴν αὐτῶν τῶν ὀστῶν ὁμιλίαν ἀλύπως
9. ἀπειργάσατο. καὶ τοίνυν ἀπὸ μὲν τῶν μυῶν ἕως τῶν ἄρθρων
10. ἕκαστος αὐτῶν ἀκριβῶς περιφερής ἐστιν, ἵν’ ᾖ δυσπαθὴς,
11. ἔνθα δὲ ἐμφύεται τῇ κινηθησομένῃ πρὸς αὐτοῦ
12. φάλαγγι, ἐνταῦθα πλατὺς γίνεται· ῥᾷον γὰρ οὕτως ἔμελλε
13. κινήσειν αὐτὴν, πλέοσιν ἕλκων λαβαῖς. ἀλλ’ ἐπεὶ τέτταρας
14. κινήσεις τὰς πλείστας ἕκαστος τῶν δακτύλων ἐνεχώρει
15. κινεῖσθαι, μίαν μὲν καμπτόντων, μίαν δὲ ἐκτεινόντων,
16. δύο δὲ τὰς ἐκ πλαγίου, κατὰ τέτταρας, οἶμαι, τρόπους
17. εὔλογον ἦν ἑκάστῳ τῶν ἄρθρων ἐμφῦναι τοὺς τένοντας·
18. εἰ γὰρ καὶ καθ’ ἕνα τινὰ αὐτῶν ἐνεδέησεν, κυλλὸν
1. ταύτῃ τὸ μόριον ἐγένετο. καὶ τοίνυν φαίνονται κατὰ
2. τοὺς τέτταρας ἐμφυόμενοι ἀπὸ μὲν τῶν κατὰ τὸν πῆχυν
3. μυῶν τῶν μὲν ἔνδον οἱ κάμπτοντες, τῶν δ’ ἐκτὸς οἱ ἐκτείνοντες,
4. τῶν δ’ εἰς τὰ πλάγια κινούντων οἱ περιάγοντες
5. ὡς ἐπὶ τὸν μικρὸν δάκτυλον, ἀπὸ δ’ αὖ τῶν κατὰ τὴν
6. χεῖρα τῶν μικρῶν οἱ τὴν λοιπὴν τῶν λοξῶν κινήσεων τὴν
7. ὡς ἐπὶ τὸν μέγαν δάκτυλον ἐργαζόμενοι· ὥστ’ οὔτε κίνησιν
8. οὐδεμίαν οὐδενὸς τῶν δακτύλων, οὔτε τὸν ἡγησόμενον αὐτῆς
9. τένοντα παρέλιπεν ἡ φύσις. ἤρκει μὲν οὖν καὶ ταῦτ’
10. εἰς ἄκρας τέχνης ἔνδειξιν. ἀλλ’ ἐπεὶ πολὺ μείζω τούτων
11. ἐστὶ τἄλλα, μηδ’ αὐτὰ παραλειπέσθω. δικαία γὰρ οὖσα
12. περὶ πᾶν ἡ φύσις, οὐ μόνον οὐδεμιᾶς ἀπεστέρησε τοὺς δακτύλους
13. ἐνδεχομένης κινήσεως, ἀλλὰ καὶ τοὺς ὄγκους τῶν
14. τενόντων ἀκριβῶς ὁμολογοῦντας τὴν χρείαν τῶν κινήσεων
15. κατεσκεύασεν. ὁ μὲν γὰρ μέγιστος αὐτῶν, ὃν καὶ ἀντίχειρα
16. καλοῦσιν, ἐντὸς μὲν ἔχει λεπτὸν τένοντα, δύο δ’ ἔξωθεν
17. εὐρώστους ἱκανῶς, ἐκ δὲ τῶν πλαγίων κατὰ μὲν τὰ πρὸς
18. τῷ λιχανῷ μέρη μικρὸν καὶ λεπτὸν μῦν, κατὰ θάτερα δὲ
1. πολὺ τούτου μείζω, κατὰ τὸ θέναρ τῆς χειρός· οἱ δ’ ἄλλοι
2. πάντες τέτταρες ἐντὸς μὲν δύο μεγάλους, ἔξωθεν δ’ ἔνα,
3. θατέρῳ τούτων ἴσον τῷ μικροτέρῳ, τούτου δ’ ἰσχνότερον,
4. τὸν εἰς τὰ πλάγια τῶν ἐκτὸς μερῶν καθήκοντα, λοιπὸν δὲ
5. τὸν πάντων ἰσχνότατον, τὸν εἰς τὰ πλάγια τῶν ἐντός.
6. εὐλόγως δ’, ὡς ἔφαμεν, ἕκαστον τοῦτ’ ἐγένετο. τοῖς
7. μὲν τέτταρσι δακτύλοις καμπτομένοις τὰς πλείστας τε καὶ
8. σφοδροτάτας ἐνεργείας ἐνεργοῦντες, οὐ μεγάλους μόνον τοὺς
9. ἔνδον τένοντας, ἀλλὰ καὶ διττοὺς ἐδεήθημεν ἔχειν. ὅσα τε
10. γὰρ διὰ τῆς μιᾶς χειρὸς κατέχομεν, καὶ ὅσα δι’ ἀμφοτέρων
11. ὁμοῦ, κᾂν ἐκτείνειν τι δέῃ, κᾂν θλᾷν, κᾂν τρίβειν, κᾂν
12. μαλάττειν, ἅπαντα ταῦτα κάμπτοντες ἐνεργοῦμεν. ἔμπαλιν
13. δ’ ἐπὶ τοῦ μεγάλου· πλὴν γὰρ εἴποτε δεηθείημεν ἐπιβαλεῖν
14. αὐτὸν ἄνωθεν τοῖς ἄλλοις κεκαμμένοις, εἰς οὐδεμίαν
15. ἐνέργειαν ἑτέραν κάμπτειν χρῄζομεν, ἀλλὰ τὸ μὲν πρῶτον
16. αὐτοῦ τῶν ἄρθρων, τὸ τῷ καρπῷ διαρθρούμενον, τελέως
17. ἀργὸν εἰς τὴν τοιαύτην κίνησιν, ὡς ἂν ὀνήσειν μηδὲν μέλλον
1. μηδεμίαν ἐνέργειαν, εἰ καμφθείη· τὰ λοιπὰ δὲ δύο
2. τηνικαῦτα μόνον ἐνεργεῖ χρησίμως, ὅταν οἱονεὶ πιλοῦντές τε
3. καὶ σφίγγοντες ἔσω κεκαμμένους τοὺς ἄλλους ἄνωθεν αὐτὸν
4. ἐκείνοις ἐπιφέρωμεν, ὅθεν εἰς μὲν τὸ πρῶτον ἄρθρον
5. οὐδεὶς ἔνδοθεν αὐτῷ κατέφυ τένων, εἰς δὲ τὸ δεύτερον
6. καὶ τρίτον εἷς μικρὸς τῶν ἐντὸς μερῶν καθίκετο, λοιπὸς
7. δὲ τῶν πάντων ἰσχνότατος εἰς τὰ πλάγια. πάλιν δ’ αὖ
8. τοῖς μὲν ἄλλοις δακτύλοις οἱ ἐκτείνοντες τένοντες ὥσπερ
9. ἀποδέουσι τοῖς ὄγκοις τῶν καμπτόντων συχνὸν, οὕτως τῶν
10. εἰς τὰ πλάγια πλεονεκτοῦσιν οὐκ ὀλίγον· ἀντιτεταγμένοι
11. γὰρ ἰσχυροῖς σφόδρα καὶ παχέσι τοῖς ἐντὸς οὐκ ἂν οἷοί τ’
12. ἦσαν ἐργάσασθαί ποτε ἑδραῖα τὰ μετὰ τὴν ἐσχάτην κάμψιν
13. ἄχρι τῆς τελείας ἐκτάσεως ἅπαντα σχήματα, εἴπερ. ἄῤῥωστοί τε
14. καὶ ἰσχνοὶ τελέως ἐγεγόνεισαν. ἐδείχθη γὰρ ἐν τοῖς περὶ μυῶν
15. κινήσεως πάνθ’, ὅσα διὰ τῶν μέσων σχημάτων ἐργαζόμεθα,
16. τῶν ἀντιτεταγμένων μυῶν ἀμφοτέρων ἐνεργούντων δεόμενα.
17. κατὰ δὲ τὸν μέγαν δάκτυλον οὐδὲ τὴν ἀρχὴν ἀντιτέτακταί
1. τις ἀκριβῶς τῷ κάμπτοντι τένοντι· πάντως γὰρ εἰς τὸ μέσον
2. ἐνέβαλεν οὗτος τῶν ἐκτὸς μερῶν· ἀλλ’ οἱ φαινόμενοι
3. δύο τένοντες ἔξωθεν ἐφ’ ἑκάτερα τῆς μέσης χώρας ἐμφύονται.
4. καὶ εἰ μὲν ἄμφω ταθεῖεν, ἐκτείνουσι τὸν δάκτυλον
5. ἀκριβῶς· εἰ δ’ ὁ ἕτερος αὐτῶν, εἰς τὸ πλάγιον ἐπισπᾶται
6. τὸ κατ’ αὐτὸν θάτερον μέρος. ἐκδέχεται δὲ τὴν μὲν
7. τοῦ προσάγοντος ὡς ἐπὶ τὸν λιχανὸν ἐνέργειαν ὁ ταύτῃ
8. τεταγμένος μῦς ὁ μικρὸς, τὴν δ’ ἐναντίαν ὁ κατὰ τὸ θέναρ
9. ὁ μέγας. ἐπὶ πλέον τε γὰρ ἀπάγεσθαι τοῦ λιχανοῦ
10. τὸν μέγαν δάκτυλον, καὶ σφοδροτέραν ὑπάρχειν αὐτῷ τὴν
11. ταύτῃ κίνησιν εὔλογον ἦν, ὥσπερ τοῖς ἄλλοις τοῖς τέτταρσι
12. τὴν ἐναντίαν· οὗτοι γὰρ ἐπὶ πλεῖστον ἔμελλον ἀφίστασθαι
13. τοῦ μεγάλου. τοῦτο δὲ εἰς ὅσον ἐστὶ χρήσιμον τοῖς ἔργοις
14. τῆς χειρὸς, ἔμπροσθεν εἴρηται. ταῦτ’ ἄρα καὶ τῶν εἰς τὰ
15. πλάγια μέρη καθηκόντων τενόντων ὁ διϊστὰς αὐτοὺς ἀπὸ
16. τοῦ μεγάλου πολὺ μείζων ἐστὶ τοῦ προσάγοντος. σύμπαντά
17. τε οὖν ταῦτα τεχνικῶς εἴργασται τῇ φύσει, καὶ τὸ μόνῳ
18. μὲν τῷ μεγάλῳ τέτταρας ἀρχὰς εἶναι τῶν εἰς τὰ πλάγια
1. κινήσεων, τῶν δ’ ἄλλων ἑκάστῳ δύο· μόνῳ γὰρ ἐκείνῳ τὸ
2. κῦρος τῶν ἐνεργειῶν ἐκ τοῦ προσάγεσθαί τε καὶ ἀπάγεσθαι
3. τῶν ἄλλων ἐστίν. ἵν’ οὖν ἐπὶ πλεῖστον ἑκάτερον αὐτῶν
4. γίγνοιτο, διττὰς τῆς κινήσεως ἀρχὰς ἑκατέρωθεν προὔταξεν
5. ἡ φύσις, τῆς μὲν ἐπὶ τὸν λιχανὸν τόν τε ταύτῃ τένοντα
6. καὶ τὸν ταύτῃ μῦν, τῆς δ’ ἑτέρας τόν τε λοιπὸν
7. τῶν ἐκτὸς τενόντων καὶ τὸν ἐπὶ τοῦ θέναρος μῦν. οἱ μὲν
8. δὴ τένοντες, ὁ μὲν προσάγειν αὐτὸν, ὁ δ’ ἀπάγειν τοῦ λιχανοῦ,
9. πεφύκασιν· οἱ δὲ διαδεχόμενοι τὰς τούτων ἐνεργείας
10. μύες, ὁ μὲν προσάγειν, ὁ δ’ ἐπὶ πλεῖστον ἀπάγειν.
11. οὕτω μὲν ἐπὶ πλεῖστον ἔχουσιν ὄγκου τε καὶ ἀριθμοῦ καὶ
12. θέσεως οἱ κινοῦντες τοὺς δακτύλους τένοντές τε καὶ μύες.
13. εἰ γὰρ τι καὶ παραλέλειπται σμικρὸν, ἑξῆς τοῦτο δίειμεν,
14. οἷόν ἐστι καὶ τὸ περὶ τῶν ἔνδοθεν τενόντων, καὶ μάλιστα
15. τοῦ κατὰ τὸν μέγαν δάκτυλον. ὅτι μὲν γὰρ ἕνα τοῦτον
16. ἐχρῆν εἶναι, καὶ ὅτι τῶν ἄλλων λεπτότερον, ἐμφύεσθαί τε
17. κατὰ τὸ δεύτερον ἄρθρον τοῦ μεγάλου δακτύλου, καὶ δὴ
1. λέλεκται. ὅτι δ’ ἑκάστου τῶν τενόντων ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴν
2. ἕλκειν πεφυκότος τὸ κινούμενον μόριον, καὶ ὅτι κατὰ
3. τὸ μέσον μάλιστα τοῦ κατὰ τὸν καρπὸν ἄρθρου τῆς τοῦ
4. τένοντος κεφαλῆς τεταγμένης, εἴπερ ἐπὶ τοῦτο τὸ μέρος ὁ
5. μέγας δάκτυλος ἐτείνετο, πάντα μᾶλλον ἂν ἢ κάμπτεσθαι
6. συνέβαινεν αὐτῷ, τοῦτο οὐδέπω λέλεκται. καίτοι θαυμαστόν
7. τι κᾀνταῦθα τέχνημα τῆς φύσεώς ἐστι, ὃ κατ’ ἀξίαν
8. ἂν θαυμάσειας, ἐὰν ἐννοήσῃς πρότερον, ὅτι τοῦ μέλλοντος
9. κάμπτειν τὸν μέγαν δάκτυλον τένοντος τὴν κεφαλὴν ἐχρῆν
10. εἶναι κατὰ τὸ μέσον τε καὶ κοῖλον τῆς χειρός. εἰ δὲ τοῦτο,
11. καὶ τὸν τῆς κεφαλῆς ταύτης προτεταγμένον μῦν, κατ’ εὐθὺ
12. δήπουθεν αὐτῆς κείμενον, ὡς ἐπὶ τὸν μικρὸν δάκτυλον ἀνήκειν
13. ἐχρῆν, ἄτοπόν τινα καὶ ἀλλόκοτον ταύτην τὴν θέσιν
14. λαβόντα διὰ πολλὰς αἰτίας. πρῶτον μὲν γὰρ ἀπώλετ’ ἂν
15. ἡ ἐν τῇ χειρὶ κοιλότης, εἰς πολλὰ χρήσιμος ὑπάρχουσα·
16. δεύτερον δὲ ἡ κουφότης αὐτῆς διεφθείρετο· καὶ τρίτον ἡ
17. καμπὴ τῶν δακτύλων ἐκωλύετο· καὶ τέταρτον, ὃ ἁπάντων
18. ἀτοπώτατόν τε ἅμα καὶ ἀδυνατώτατον ἦν, ἡ ἀρχὴ τοῦ
19. μυὸς ἐτέτακτο ἂν ἐπὶ τοῦ μικροῦ δακτύλου. ἀλλ’ εἰ τοῦτο,
1. χαλεπὴ, μᾶλλον δ’ ἀδύνατος ἡ εἰς αὐτὴν κατάφυσις ἐγίγνετο
2. τῷ ἄνωθεν ἥκοντι νεύρῳ, φθάνοντι τοῖς πέρασιν ἢ
3. πάντως γε τοῖς μέσοις τοῦ μυὸς προτέροις ἐντυγχάνειν. εἰ
4. τοίνυν ἐνταῦθα μὲν ἀμήχανον ἦν ταχθῆναι τὸν ἡγησάμενον
5. τῆς καμπῆς τῷ μεγάλῳ δακτύλῳ τένοντα, κατ’ ἄλλο δὲ τι
6. ἐπιταχθεὶς οὐχ οἷός τε ἦν ἂν κάμπτειν, εἰς ἀδύνατόν τε
7. καὶ τελέως ἄπορον ἐκινδύνευεν αὐτῷ καταστῆναι τὸ τῆς
8. κάμψεως. πῶς οὖν ἡ φύσις ἰάσατο τὴν τοσαύτην ἀπορίαν;
9. ἀπέφυσε μὲν ἀπὸ τῆς κατὰ τὸν καρπὸν ἀπονευρώσεως τὸν
10. τένοντα· τί γὰρ ἐνῆν ἄλλο ποιεῖν; ἀλλ’ οὔτ’ εὐθὺς ἐπὶ τὸν
11. μέγαν δάκτυλον ἐξέτεινεν, οὔτ’ ἐκ τῶν πρὸς αὐτὸν ἐστραμμένων
12. μερῶν τὴν ἔκφυσιν ἐποιήσατο, ἀλλ’ ἄρχεται μὲν ὁ
13. τένων οὗτος, ὅθεν περ ὁ ὡς ἐπὶ τὸν μέσον ἥκων δάκτυλον,
14. ἐποχούμενος δ’ αὐτῷ μέχρι πολλοῦ καὶ συνεχόμενος ἰσχυροῖς
15. ὑμέσι τηνικαῦτα πρῶτον ἀποχωρεῖ διεκπίπτων αὐτὸν,
16. ὅταν ἐν τῷ κοίλῳ τῆς χειρὸς γένηται, τρόπον ὁμοιότατον
17. ταῖς ἐπὶ τῶν ξυνωρίδων ἡνίαις, ὅσαι διά τινων κρίκων ἐπὶ
18. τοῦ ζυγοῦ τεταγμέναι διεκπίπτουσιν. ὡς γὰρ ἐκεῖναι καμπήν
1. τινα καὶ οἷον γωνίαν κατὰ τοὺς κύκλους ποιούμεναι
2. τείνουσιν ἑλκόμεναι τὸ ὑποζύγιον ὡς ἐπὶ τὰ τῶν κύκλων
3. μέρη, οὕτω καὶ ὁ τένων, ἐπειδὰν ὑπὸ τοῦ μυὸς ἕλκοντος
4. ταθῇ, συνεπισπᾶται τὸν δάκτυλον, οὐκ ἐπὶ τὴν τοῦ μυὸς
5. χώραν, ἀλλ’ ἔνθα πρῶτον ἐκάμφθη διεκπίπτων τὸν ὑμένα.
6. διὰ μὲν δὴ ταῦτα τὴν γένεσιν ἀπὸ τῆς κοινῆς τοῖς ἄλλοις
7. τένουσιν ἔσχε κεφαλῆς καὶ τὴν ὁδὸν, οἵαν εἴρηται. διὰ τί
8. δ’ ἐποχεῖται τοῖς ἄλλοις τένουσιν; ἢ δῆλον ὅτι κινήσεως
9. ἀκυρωτέρας ἦν ὄργανον; ἀεὶ δ’ ἡ φύσις ἐν βάθει μὲν τὸ
10. κυριώτερον, ἐπιπολῆς δὲ τὸ ἀκυρώτερον τίθησι. κατὰ γοῦν
11. τὴν αὐτὴν ταύτην πρόνοιαν τῶν ἔξωθεν τῆς χειρὸς τενόντων
12. ἐπιπολῆς μέν εἰσιν οἱ τῶν ἄλλων δακτύλων, ὑπόκεινται
13. δ’ αὐτοῖς οἱ τοῦ μεγάλου δακτύλου. οὕτω δὲ καὶ
14. αὐτῶν τῶν ἔνδον, τῶν εἰς τοὺς τέσσαρας δακτύλους ἐμβαλλόντων,
15. οἱ διὰ τοῦ βάθους τῆς χειρὸς φερόμενοι παμπόλλῳ
16. μείζους εἰσὶ τῶν προτεταγμένων. κάμπτουσι γοῦν,
17. οἱ μὲν εἰς τὸ πρῶτόν τε καὶ τρίτον ἄρθρον σχισθέντες, οἱ
1. δὲ εἰς δεύτερον μόνον. θαυμαστὴ μὲν οὖν αὐτῶν ἐστι καὶ
2. δύσφραστος ἥ τ’ ἐν τοῖς ὀστοῖς ἔμφυσις, ἥ τε πρὸς ἀλλήλους
3. ὁμιλία, καὶ οὐδεὶς λόγος οὕτως ἱκανὸς, ὡς ἀκριβῶς ἐξηγήσασθαι
4. τὰ ταῖς αἰσθήσεσι μόναις διαγινωσκόμενα. πειρατέον
5. δ’ ὅμως εἰπεῖν, ὡς ἔχουσιν· οὐ γὰρ ἐνδέχεται τῆς φύσεως
6. τὴν τέχνην θαυμάσαι, πρὶν ἐξηγήσασθαι τὴν κατασκευὴν.
7. φαίνονται δή τινες ἀπονευρώσεις μυῶν διτταὶ,
8. καθ’ ὃ μάλιστα κάμπτομεν τὸν καρπὸν, ἀλλήλαις ἐπικείμεναι,
9. μείζων μὲν ἡ διὰ βάθους, ἡ ἐπὶ τοῖς ὀστοῖς, ἐλάττων δ’
10. ἡ ἐπιπολῆς. σχισθείσης δὲ τῆς ὑποκειμένης μὲν τῆς μείζονος
11. εἰς τένοντας πέντε, τῆς δ’ ἐπικειμένης ἐλάττονος εἰς
12. τέσσαρας, (οὐδεμίαν γὰρ ἀπ’ αὐτῆς ὁ μέγας δάκτυλος ἀπόφυσιν
13. λαμβάνει) καὶ πάντων αὐτῶν εὐθὺ τῶν δακτύλων
14. φερομένων, ἐποχοῦνται μὲν οἱ μείους τοῖς μείζοσιν, ὑμέσι
15. δ’ ἰσχυροῖς ἑκάστη τῶν τεττάρων συζυγιῶν φρουρεῖται παρ’
16. ὅλην τὴν ὁδόν. ὅταν δ’ ἐπιβῶσι τοῖς πρώτοις κατὰ τοὺς
17. δακτύλους ἄρθροις, ἐνταῦθ’ ἕκαστος τῶν ὑποκειμένων τενόντων
18. πλατυνθεὶς τὴν κεφαλὴν τῆς πρώτης φάλαγγος
1. κάμπτει διὰ τοῦ περιέχοντος αὐτὸν ὑμενώδους συνδέσμου.
2. τὸ δὲ λοιπὸν ἅπαν ἐν ἑκάστῃ συζυγίᾳ φέρεται πρόσω
3. κατὰ τὴν ἐξ ἀρχῆς ὁδὸν εὐθὺ τῶν ἐν τοῖς δακτύλοις
4. κορυφῶν, ὁμοίως μὲν ὑποκείμενον τοῖς ἐξ ἀρχῆς τένουσιν,
5. ὁμοίως δὲ τοῖς ὑμέσι φρουρούμενον. ὅταν δ’ ἐπιβαίνωσιν
6. ἤδη τοῖς δευτέροις ἄρθροις, ἐνταῦθα πάλιν ὁ ἄνωθεν
7. τένων διχῆ σχισθεὶς, ἑκατέρῳ τῷ μέρει πλατυνθέντι
8. περὶ τὸν ὑποκείμενον ἑλιχθεὶς τένοντα, ξυμφύεται τοῖς ἐντὸς
9. μέρεσι τῆς κατὰ τὴν δευτέραν φάλαγγα κεφαλῆς.
10. ὁ δ’ ὑποκείμενος μόνος, τοὐντεῦθεν ἐπὶ τὴν τρίτην διάρθρωσιν
11. ἀφικόμενος, εἰς τὴν κεφαλὴν καὶ αὐτὸς ἐμφύεται
12. τοῦ τρίτου καὶ τελευταίου κατὰ τὸν δάκτυλον ὀστοῦ.
13. κάμπτεται μὲν οὖν ἕκαστον τῶν κατ’ αὐτοὺς ἄρθρων δι’
14. ὧν εἶπον ἐμφύσεων, ἐκτείνεται δὲ διὰ τῶν ἔξωθεν τοῦ καρποῦ
15. ποῦ τενόντων, οὓς, καίτοι πολὺ μικροτέρους τῶν ἐντὸς
16. ὑπάρχοντας, ἐναργῶς διαγινώσκομεν καὶ πρὸ τῆς ἀνατομῆς,
17. ὅτι γυμνοὶ μὲν οὗτοι καὶ προπετεῖς εἰσιν, ὑμέσι μόνοις
18. καὶ δέρματι λεπτῷ καλυπτόμενοι, τοὺς δ’ ἐντὸς ἱκανὴ
1. κατακρύπτει σὰρξ, δι’ ἃς εἴπομεν ἔμπροσθεν ὠφελείας γινομένη.
2. ἀλλ’ οἵ γε τένοντες οἱ ἐντὸς, οἱ κάμπτοντες τοὺς
3. δακτύλους, οἱ διὰ βάθους φερόμενοι, τὸ πρῶτόν τε καὶ
4. τρίτον ἄρθρον ἑκάστου τῶν τεττάρων δακτύλων κινοῦσιν,
5. ὅτι τε κυριώτερα τοῦ μέσου ταῦτα πρός γε τὰς τῶν δακτύλων
6. ἐνεργείας, καὶ ὅτι τὸ μέγεθος τῶν τενόντων ἱκανὸν
7. ἦν ὑπηρετεῖσθαι διτταῖς διαρθρώσεσι. διὰ δὲ τὰς αὐτὰς
8. αἰτίας οἱ μικροὶ τένοντες εἰς ἓν ἄρθρον τὸ μέσον ἐμφύονται·
9. οὔτε γὰρ εἰς διττὰς διαρθρώσεις ἐνεχώρει μερισθῆναι
10. τοὺς ὄγκους αὐτῶν, καὶ ὅτι, σωζομένων τῶν ἑκατέρωθεν
11. κινήσεων, συγκινεῖταί πως καὶ τὸ μέσον ἄρθρον
12. τοῖς ἄκροις, ταύτῃ τοι καὶ ἀκυρώτερον αὐτῶν εἶναι λέλεκται.
13. τουτὶ μὲν γὰρ κάμπτειν μόνον οὐ δυνάμεθα χωρὶς τῶν ἐφ’
14. ἑκάτερα, ἐκείνων δὲ καμπτομένων, ἀδύνατον τὸ μὴ καὶ
15. τοῦτο συγκάμπτεσθαι. ὥστ’, εἰ καὶ πάθοι ποτὲ ὁ κινῶν
16. αὐτὸ τένων, ἀπαθὴς δ’ ὁ ἕτερος ὑπάρχοι, σώζεσθαί τι
17. τῆς κινήσεως αὐτῷ· εἰ μέντοι ποτ’ ἐκεῖνος πάθοι,
18. διαφθείρεται τοῦ πρώτου τε καὶ τρίτου τῶν ἄρθρων ἡ κίνησις,
1. κᾂν ὁ τὸ δεύτερον κινῶν ἀπαθὴς ὑπάρχῃ. κᾀν τῷδε
2. δῆλον, τὸν τοῦτο τὸ γένος ἀκυρώτερον τῶν τενόντων
3. εὐλόγως ἐπιπολῆς ἐτάχθη. οὕτω μὲν δὴ τό τε πλῆθος
4. καὶ τὸ μέγεθος καὶ ἡ θέσις καὶ ἡ σχίσις καὶ ἡ
5. κατάφυσις ἑκάστου τῶν τενόντων τοῦ βελτίονος ἕνεκα
6. γέγονεν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 1.17, ed. Kühn, 1822, vol. 3, p. 46-61. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:1.17
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩